Humanitext Reader

吕西亚斯 · 控诉埃皮克拉特斯及其随行使节 §1-8

使节横领国库指控与严惩诉求

第 1 段,共 2 段 · 希腊语

内容简介

控诉人严厉谴责埃皮克拉特斯等使节侵吞国库和收受贿赂的罪行,敦促法官对这些为私利欺骗国家的高官判处死刑,以此给他人树立强有力的警示。

§1κατηγόρηται μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Ἐπικράτους ἱκανὰ καὶ τῶν συμπρεσβευτῶν·
雅典的公民们,对埃皮克拉特斯及其同僚使节的控诉已经足够充分了。
ἐνθυμεῖσθαι δὲ χρὴ ὅτι πολλάκις ἠκούσατε τούτων λεγόντων, ὁπότε βούλοιντό τινα ἀδίκως ἀπολέσαι, ὅτι, εἰ μὴ καταψηφιεῖσθε ὧν αὐτοὶ κελεύουσιν, ἐπιλείψει ὑμᾶς ἡ μισθοφορά.
但你们必须记住,你们经常听到这些人说——每当他们想要不公地毁灭某人时——如果你们不投票赞成他们所命令的事,你们的津贴就会中断。
§2καὶ νῦν οὐδὲν ἧττον ἐνδεῖ· ὥστε τὸ μὲν πάθος καὶ ἡ αἰσχύνη διὰ τούτων ὑμῖν γίγνεται, ἡ δʼ ὠφέλεια τούτοις·
而现在,赤字同样不少;因此,痛苦和耻辱因他们而落到你们头上,而利益却归于他们。
πεπείρανται γὰρ ὅτι, ὁπόταν οὗτοι καὶ οἱ τούτων λόγοι δοκῶσιν αἴτιοι εἶναι ψηφιεῖσθαι ὑμᾶς παρὰ τὸ δίκαιον, ῥᾳδίως παρὰ τῶν ἀδικούντων χρήματα λαμβάνουσι.
因为他们已经体验到,每当他们和他们的言论似乎是导致你们违背正义进行投票的原因时,他们就能轻易地从犯罪者那里获得金钱。
καίτοι τίνα χρὴ ἐλπίδα ἔχειν σωτηρίας, §3ὁπόταν ἐν χρήμασιν ᾖ καὶ σωθῆναι τῇ πόλει καὶ μή, ταῦτα δὲ οὗτοι, φύλακες ὑφʼ ὑμῶν καταστάντες, οἱ τῶν ἀδικούντων κολασταί, κλέπτωσί τε καὶ καταδωροδοκῶσι;
然而,还能有什么拯救的希望呢,当城邦的存亡取决于金钱,而这些被你们任命为监护人、本应是犯罪者惩罚者的人,却既偷窃这些钱财又收受贿赂?
καὶ οὐ νῦν πρῶτον ὤφθησαν ἀδικοῦντες, ἀλλὰ καὶ πρότερον ἤδη δώρων ἐκρίθησαν.
而且这并不是他们第一次被发现犯罪,在此之前他们就已经因受贿而受审。
§4ὃ καὶ ὑμῖν ἔχω ἐπικαλέσαι ὅτι τοῦ αὐτοῦ ἀδικήματος Ὀνομάσαντος μὲν κατεψηφίσασθε, τούτου δὲ ἀπεψηφίσασθε, τοῦ αὐτοῦ ἀνδρὸς ἁπάντων κατηγοροῦντος καὶ τῶν αὐτῶν καταμαρτυρούντων, οἳ οὐχ ἑτέρων ἤκουσαν, ἀλλʼ αὐτοὶ ἦσαν οἱ περὶ τῶν χρημάτων καὶ τῶν δώρων πρὸς τούτους πράττοντες.
这正是我要对你们提出指责的地方,因为对于同样的罪行,你们判处了奥诺马萨斯有罪,却宣布了这个人无罪,尽管是同一个人指控了所有人,也是同样的证人作证,他们并非听信他人,而是自己亲自与这些人交涉金钱和贿赂的事宜。
§5καίτοι τοῦτο ἅπαντες ἐπίστασθε, ὅτι οὐχ ὅταν τοὺς μὴ δυναμένους λέγειν κολάζητε, τότε ἔσται παράδειγμα τοῦ μὴ ὑμᾶς ἀδικεῖν, ἀλλʼ ὁπόταν παρὰ τῶν δυναμένων δίκην λαμβάνητε, τότε πάντες παύσονται ἐπιχειροῦντες εἰς ὑμᾶς ἐξαμαρτάνειν.
然而你们大家都知道这一点,即不是当你们惩罚那些不会辩护的人时,才会树立一个不侵害你们的榜样,而是当你们从那些有权势的人身上取得惩罚时,大家才会停止企图对你们犯下罪行。
§6νῦν δʼ ἀσφαλῶς αὐτοῖς ἔχει τὰ ὑμέτερα κλέπτειν.
但如今,对他们来说,偷窃你们的财产是安全的。
ἐὰν μὲν γὰρ λάθωσιν, ἀδεῶς αὐτοῖς ἕξουσι χρῆσθαι· ἐὰν δὲ ὀφθῶσιν, ἢ μέρει τῶν ἀδικημάτων τὸν κίνδυνον ἐξεπρίαντο, ἢ εἰς ἀγῶνα καταστάντες τῇ αὑτῶν δυνάμει ἐσώθησαν.
因为如果他们瞒过了,他们就能无忧无虑地使用这些财产;如果他们被发现了,要么用犯罪所得的一部分买通危险,要么在出庭时凭借自己的势力获救。
νῦν τοίνυν, ὦ ἄνδρες δικασταί, παράδειγμα ποιήσατε τοῖς ἄλλοις δικαίοις εἶναι, παρὰ τούτων δίκην λαβόντες.
因此,法官们,现在请通过惩罚这些人,为其他人树立一个公正的榜样。
§7ἥκουσι δὲ πάντες οἱ τὰ τῆς πόλεως πράττοντες οὐχ ἡμῶν ἀκροασόμενοι, ἀλλʼ ὑμᾶς εἰσόμενοι ἥντινα γνώμην περὶ τῶν ἀδικούντων ἕξετε.
所有管理城邦事务的人都来了,不是为了听我们发言,而是为了了解你们对犯罪者将持有什么样的态度。
ὥστʼ εἰ μὲν ἀποψηφιεῖσθε τούτων, οὐδὲν δεινὸν δόξει αὐτοῖς εἶναι ὑμᾶς ἐξαπατήσαντας ἐκ τῶν ὑμετέρων ὠφελεῖσθαι· ἐὰν δὲ καταψηφισάμενοι θανάτου τιμήσητε, τῇ αὐτῇ ψήφῳ τούς τε ἄλλους κοσμιωτέρους ποιήσετε ἢ νῦν εἰσι, καὶ παρὰ τούτων δίκην εἰληφότες ἔσεσθε.
因此,如果你们宣布这些人无罪,他们就会认为通过欺骗你们来从你们的财产中获利并无大碍;但如果你们判定他们有罪并判处死刑,通过同一张选票,你们不仅会使其他人比现在更为规矩,而且也会从这些人身上取得惩罚。
§8ἡγοῦμαι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδʼ εἰ μὴ προθέντες αὐτοῖς κρίσιν, ἢ ἀπολογουμένων μὴ ἐθελήσαντες ἀκοῦσαι, καταψηφισάμενοι τῶν ἐσχάτων τιμήσαιτε, οὐκ ἂν ἀκρίτους αὐτοὺς ἀπολωλέναι, ἀλλὰ τὴν προσήκουσαν δίκην δεδωκέναι.
雅典的公民们,我认为,即使你们不给他们进行审判的机会,或者在他们辩护时不愿听取,直接判定他们有罪并处以极刑,他们也不是未受审判而毁灭,而是付出了应有的代价。
οὐ γὰρ οὗτοι ἄκριτοί εἰσι, περὶ ὧν ἂν ὑμεῖς εἰδότες τὰ πραχθέντα ψηφίσησθε, ἀλλʼ οἵτινες ἂν ὑπὸ τῶν ἐχθρῶν διαβληθέντες περὶ ὧν ὑμεῖς μὴ ἴστε, ἀκροάσεως μὴ τύχωσι.
因为,那些由你们在了解所发生事情的情况下进行投票的人,并不是未受审判的人,相反,那些因敌人的诽谤而在你们不知道的事情上得不到申辩机会的人,才是未受审判的人。
τούτων δὲ τὰ μὲν πράγματα κατηγορεῖ, ἡμεῖς δὲ καταμαρτυροῦμεν· καὶ οὐ τοῦτο δέδοικα,
而对于这些人,事实在指控,我们在作证;我所担心的并不是这个,

词汇与语法注释

  1. 1ὧν — 关系代词的吸引(attraction)。此处 ὧν 呈属格,代替了本应作为 κελεύουσιν 直接宾语的宾格 ἃ,这是受到了被省略的属格指示代词先行词的影响。
  2. 2ψηφιεῖσθαι — 将来时不定式,作为 αἴτιοι εἶναι 的限制性或补充性不定式,表示“导致(你们违背正义)投票”的结果。其逻辑主语是宾格的 ὑμᾶς。
  3. 4τοῦ αὐτοῦ ἀνδρὸς ἁπάντων κατηγοροῦντος — 属格绝对结构(genitive absolute)。在本文 context 下,最适合解释为让步关系:“尽管是同一个人指控了所有人”。
  4. 6ἕξουσι χρῆσθαι — 动词 ἔχω 结合不定式(χρῆσθαι)表示能力或可能性,意为“他们将能够使用/享受”。
  5. 8οὐκ ἂν ἀκρίτους αὐτοὺς ἀπολωλέναι — 间接引语中潜在祈愿语气(potential optative)的不定式化。该句依附于主句动词 ἡγοῦμαι,对应于条件从句 εἰ... τιμήσαιτε(过去祈愿),其结论句(直陈本为 οὐκ ἂν ... ἀπολόιντο)在此以 ἂν ἀπολωλέναι(完成时不定式)的形式呈现。

引用这一段

吕西亚斯, 控诉埃皮克拉特斯及其随行使节 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg027.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。