← リュシアス

第二十六弁論 エウアンドロスの資格審査について

§16-24

市内派の弁明への反論とトラシュブロスの裏切り

告発者は、被告エウアンドロスが市内派の保護を盾に取るであろうことを予測して反論し、またエウアンドロスの弁護人トラシュブロスが重大な国家反逆行為を行ってきたことを暴露して、審査においてどちらの言を信頼すべきかを評議会に問いかける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16

καίτοιγε αὐτὸν ἀκούω λέξειν ὡς οὐ περὶ αὐτοῦ μόνον ἡ δοκιμασία ἐστίν, ἀλλὰ περὶ πάντων τῶν ἐν ἄστει μεινάντων, καὶ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑμᾶς ὑπομνήσειν, ὡς ἐκ τούτων προσληψόμενον αὐτὸν δοκιμαστὰς τοὺς ἐν ἄστει μείναντας.1 ἐγὼ δʼ ὑπὲρ τοῦ πλήθους βραχέα πρὸς αὐτὸν εἰπεῖν βούλομαι, ὅτι ὁ δῆμος οὐ τὴν αὐτὴν γνώμην ἔχει περὶ πάντων τῶν ἐν ἄστει μεινάντων, ἀλλὰ περὶ μὲν τῶν τοιαῦτα ἐξαμαρτανόντων οἵαν ἐγώ φημι δεῖν,2 περὶ δὲ τῶν ἄλλων τὴν ἐναντίαν. τεκμήριον δέ· οὐ γὰρ ἔλαττον τούτους ἡ πόλις τετίμηκε τῶν ἐπὶ Φυλὴν ἐλθόντων καὶ τὸν Πειραιᾶ καταλαβόντων. εἰκότως· τοὺς μὲν γὰρ ἴσασιν ὁποῖοι τινες ἐν δημοκρατίᾳ μόνῃ γεγένηνται, ὁποῖοι δʼ ἄν τινες ἐν ὀλιγαρχίᾳ γένοιντο, οὔπω πεῖραν εἰλήφασι· παρὰ δὲ τούτων ἑκατέρας τῆς πολιτείας ἱκανὴν βάσανον ἔχουσιν, ὥστʼ εἰκότως πιστεύειν.

しかしながら、彼は自分に対する審査が自分一人のことだけでなく、市内に留まったすべての人々に関わることだと主張し、また誓約や協定をあなたがたに思い起こさせ、これらに基づいて市内に留まった者たちを自分の審査員として引き入れるつもりであると、私は聞いておる。しかし、私は民衆のために彼に対して手短に言いたい。すなわち、民衆は市内に留まったすべての人々に対して同じ意見を持っているのではなく、そのような過ちを犯した者たちに対しては、私が持つべきだと言うような意見を持っており、他の者たちに対してはそれと反対の意見を持っているのだ、と。その証拠がある。なぜなら、ポリスは彼らを、ピュレに赴いてペイライエウスを占拠した者たちに劣らず重んじてきたからである。それは当然である。というのも、前者の人々については、彼らが民主政のもとだけでどのような人物であったかを知っているが、寡頭政のもとでどのような人物になるかについては、まだ経験していないからである。これに対して後者の人々については、双方の政体において十分な試練を経ているため、当然信頼できるのである。

§18

καὶ ἡγοῦνταί γε διὰ μὲν τοὺς τοιούτους συλληφθέντας τότε ἀποθανεῖν, διὰ δὲ τοὺς ἄλλους ἐκφυγεῖν, ἐπεὶ εἴ γε τὴν αὐτὴν γνώμην ἅπαντες ἔσχον, οὔτʼ ἂν φυγὴ οὔτʼ ἂν κάθοδος οὔτʼ ἄλλο οὐδὲν ἂν τῶν γεγενημένων τῇ πόλει συνέβη.

そして民衆は、当時何人かが逮捕されて死んだのはこのような者たちのせいで、他の者たちの御陰で逃れることができたと考えている。なぜなら、もし全員が同じ考えを持っていたならば、追放も帰還も、ポリスに起こった他のいかなることも起こらなかったはずだからである。

§19

ἀλλὰ καὶ ὃ ἄλογον δοκεῖ εἶναι παρά τισιν, ὅπως ποτὲ πολλοὶ ὄντες ὑπʼ ὀλίγων τῶν ἐν Πειραιεῖ ἡττήθησαν, οὐδαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς τούτων προνοίας γεγένηται· οὗτοι γὰρ εἵλοντο μετὰ τῶν κατελθόντων πολιτεύεσθαι μᾶλλον ἢ μετὰ τῶν τριάκοντα Λακεδαιμονίοις δουλεύειν.

また、一部の人々にとって不条理に思われること、すなわち、あれほど多数でありながら、どのようにしてペイライエウスの少数の人々に敗北したのかということも、他ならぬこの者たちの深慮から生じたことなのである。なぜなら、彼らは三十人政権とともにラケダイモン人たちに仕えることよりも、帰還した者たちとともに市民生活を送ることを選んだからである。

§20

τοιγάρτοι ἀντὶ τούτων αὐτοὺς ὁ δῆμος ταῖς μεγίσταις τιμαῖς τετίμηκεν, ἱππαρχεῖν καὶ στρατηγεῖν καὶ πρεσβεύειν ὑπὲρ αὑτῶν αἱρούμενοι· καὶ οὐδέποτε αὐτοῖς μετεμέλησεν. καὶ διὰ μέν γε τοὺς πολλὰ ἐξαμαρτόντας τὰς δοκιμασίας εἶναι ἐψηφίσαντο, διὰ δὲ τοὺς μηδὲν τοιοῦτον πράξαντας τὰς συνθήκας ἐποιήσαντο. τοσαῦτά σοι ἐγὼ ὑπὲρ τοῦ δήμου ἀποκρίνομαι.

それゆえにこそ、民衆はこれらの行いの引き換えとして、彼らを最大の栄誉で以て重んじ、自らのために騎兵長や将軍や使節に選んできたのであり、それを決して後悔したことはない。そして、多くの過ちを犯した者たちのためにこそ審査を行うことを議決し、そのようなことを全く行わなかった者たちのためにこそ協定を結んだのである。私からあなたへの、民衆を代表した返答は以上である。

§21

ὑμέτερον δὴ ἔργον ἐστίν, ὦ ἄνδρες βουλευταί, σκέψασθαι ποτέρῳ ἂν πιθόμενοι περὶ τῆς δοκιμασίας ταύτης ἄμεινον βουλεύσαισθε, πότερον ἐμοὶ ἢ Θρασυβούλῳ, ὃς αὐτῷ ἀπολογήσεται. περὶ μὲν οὖν ἐμοῦ ἢ τοῦ πατρὸς ἢ τῶν προγόνων οὐδὲν οὗτος εἰπεῖν ἕξει εἰς μισοδημίαν. οὔτε γὰρ ὡς ὀλιγαρχίας μετέσχον (ὕστερον γὰρ τῶν χρόνων τούτων ἀνὴρ εἶναι ἐδοκιμάσθην),3 οὔθʼ ὡς ὁ πατήρ (πρὸ γὰρ τῶν στάσεων πολὺ ἐν Σικελίᾳ ἄρχων ἐτελεύτησεν)·

さて、あなたがた評議員諸氏の務めは、どちらの言葉に従うことで、この審査についてより善い決定を下せるかをよく考えることである。私に従うべきか、それとも彼を弁護するつもりであるトラシュブロスに従うべきか。さて、私自身や私の父、あるいは先祖については、この男は民衆嫌いという点で何一つ言うべきことを見出せないだろう。というのも、私が寡頭政に参加したということはないし(私はそれらの時代の後に成人として審査されたのだから)、父についても同様である(父は内紛のずっと前に、シケリアで指揮官として死んだのだから)。

§22

οὐδʼ ὡς οἱ πρόγονοι ὑπὸ τοῖς τυράννοις ἐγένοντο· στασιάζοντες γὰρ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον διετέλεσαν. ἀλλὰ μὲν δὴ οὐδὲ τὴν οὐσίαν ἡμᾶς ἐν τῷ πολέμῳ φήσει κτήσασθαι, εἰς δὲ τὴν πόλιν οὐδὲν ἀνηλωκέναι· πᾶν γὰρ τοὐναντίον, ἐν εἰρήνῃ μὲν ὀγδοηκοντατάλαντος ἡμῶν ὁ οἶκος ἐγένετο, εἰς δὲ τὴν τῆς πόλεως σωτηρίαν ἐν τῷ πολέμῳ ἅπας ἀνηλώθη.

また、先祖たちが僭主たちの支配下にあったということもない。彼らは全期間を通じて、僭主たちに対して闘争を続けていたのだから。しかし、この男は、私たちが戦争中に財産を築き、ポリスのためには何も費してこなかったと主張するだろうか。全くの逆である。平和な時代には私たちの家は八十タラントンの資力があったが、戦争中にはポリスの救済のためにそのすべてが使い果たされたのである。

§23

ἐγὼ δὲ περὶ τούτου τρία ἕξω εἰπεῖν4 τηλικαῦτα τὸ μέγεθος, ὥστʼ ἄξιον εἶναι ἕκαστον ἔργον θανάτου· πρῶτον μὲν ὅτι τὴν ἐν Βοιωτοῖς πολιτείαν χρήματα λαβὼν μετέστησε καὶ τῆς συμμαχίας ἡμᾶς ταύτης ἀπεστέρησεν, ἔπειτα ὅτι τὰς ναῦς προὔδωκε καὶ τὴν πόλιν περὶ σωτηρίας βουλεύεσθαι πεποίηκεν, ἔπειτα ὅτι παρὰ τῶν αἰχμαλώτων, οὓς αὐτὸς ἀπώλεσε, τριάκοντα μνᾶς ἐσυκοφάντησεν, οὐ φάσκων αὐτοὺς λύσεσθαι, εἰ μὴ τοῦτο αὐτῷ παρὰ σφῶν αὐτῶν παράσχοιεν. συνειδότες οὖν ἡμῶν ἑκατέρῳ τὸν βίον, πρὸς ταῦτα βουλεύεσθε ὁποτέρῳ χρὴ πιστεύειν περὶ τῆς Εὐάνδρου δοκιμασίας, καὶ οὕτως οὐκ ἐξαμαρτήσεσθε.

これに対して、私はこの男について、それぞれの行為が死刑に値するほどの、これほど重大な三つの事柄を指摘することができる。第一に、彼は賄賂を受け取ってボイオティアの政体を顛覆し、私たちからこの同盟を奪ったこと。第二に、彼は軍船を裏切って引き渡し、ポリスを救済について謀らざるを得ない状況に陥れたこと、第三に、彼自身が破滅させた捕虜たちから、彼らが自らの手からこの金を自分に支払わない限り身代金による解放は行わないと主張して、三十ムナを強請り取ったことである。それゆえ、私たちのそれぞれの生き方を知った上で、エウアンドロスの審査に関してどちらを信じるべきか、これらの点に照らして判断しなさい。そうすれば、あなたがたが過ちを犯すことはないだろう。

構文注4 件
  1. 16ὡς ἐκ τούτων προσληψόμενον αὐτὸν δοκιμαστὰς τοὺς ἐν ἄστει μείναντας

    ὡς+未来分詞対格の構造。προσληψόμενον は主節の対格の主語 αὐτόν(エウアンドロス)に係る分詞で、彼が抱く主観的な意図(「〜を引き入れるつもりで」)を表す。δοκιμαστάς は προσληψόμενον の目的格補語として機能し、「審査員(または支持者)として」という意味。τοὺς ἐν ἄστει μείναντας がその直接目的語である。

  2. 16οἵαν ἐγώ φημι δεῖν

    関係節内での動詞等の省略構文。先行詞である前出の γνώμην(意見)を受けて、関係代名詞 οἵαν(女性単数対格)が導かれている。δεῖν には ἔχειν(持つ)が省略されており、全体として「私が(彼らに対して持つ)べきだと言っているような(意見を)」という意味になる。

  3. 21ὕστερον γὰρ τῶν χρόνων τούτων ἀνὴρ εἶναι ἐδοκιμάσθην

    ἀνὴρ εἶναι ἐδοκιμάσθην は「成人(男子)として登録・承認された」という、アテナイ市民の18歳時の審査(δοκιμασία)を指す。τῶν χρόνων τούτων は、三十人政権時代を指す指示代名詞 τούτων を含んでおり、ὕστερον(副詞「〜より後に」)に伴う比較属格である。

  4. 23ἐγὼ δὲ περὶ τούτου τρία ἕξω εἰπεῖν

    τούτου は直前の文脈を踏まえて被告エウアンドロスではなく、彼の弁護人として言及されたトラシュブロス(§21 Θρασυβούλῳ, ὃς αὐτῷ ἀπολογήσεται)を指す。告発者が被告人本人ではなく、その有力な弁護人を攻撃することで審査での信用を失墜させようとする弁論術的意図が表れている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0540.tlg026.humanitext-grc2:16-24