- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg014.humanitext-grc2:1-9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
告発者はアルキビアデスに対する不服従(軍務忌避)の罪を弾劾し、彼が重装歩兵の義務を怠り、審査を経ずに騎兵として従軍した不法行為を指摘して有罪を求めます。
ἡγοῦμαι μέν, ὦ ἄνδρες δικασταί, οὐδεμίαν ὑμᾶς ποθεῖν ἀκοῦσαι πρόφασιν παρὰ τῶν βουλομένων Ἀλκιβιάδου κατηγορεῖν· τοιοῦτον γὰρ πολίτην ἑαυτὸν ἐξ ἀρχῆς παρέσχεν, ὥστε καὶ εἰ μή τις ἰδίᾳ ἀδικούμενος ὑπʼ αὐτοῦ τυγχάνει,1 οὐδὲν ἧττον προσήκει ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἐχθρὸν αὐτὸν ἡγεῖσθαι.
裁判員諸官よ、アルキビアデスを告発しようとする者たちから何らかの弁明を聞くことを、あなた方が望んではいないと私は考えます。なぜなら、彼は最初から、たとえ個人として彼から不正を被っていなくとも、他の素行からして彼を敵とみなすのが当然であるような、そのような市民として自らを現してきたからです。
οὐ γὰρ μικρὰ τὰ ἁμαρτήματα οὐδὲ συγγνώμης ἄξια, οὐδʼ ἐλπίδα παρέχοντα ὡς ἔσται τοῦ λοιποῦ βελτίων, ἀλλʼ οὕτω πεπραγμένα καὶ εἰς τοσοῦτον κακίας ἀφιγμένα, ὥστʼ ἐπʼ ἐνίοις ὧν2 οὗτος φιλοτιμεῖται καὶ τοὺς ἐχθροὺς αἰσχύνεσθαι. ἐγὼ μέντοι, ὦ ἄνδρες δικασταί, καὶ πρότερον πρὸς τοὺς πατέρας ἡμῖν διαφορᾶς ὑπαρχούσης, καὶ πάλαι τοῦτον πονηρὸν ἡγούμενος, καὶ νῦν ὑπʼ αὐτοῦ πεπονθὼς κακῶς, πειράσομαι ὑπὲρ πάντων τῶν πεπραγμένων μεθʼ ὑμῶν αὐτὸν τιμωρήσασθαι.
というのも、彼の過ちは小さくもなく、許されるものでもなく、将来はより良くなるという希望を与えるものでもなく、むしろ彼の行いは、彼が誇っているいくつかのことについて、敵でさえも恥じるほどの悪徳の極みに達しているからです。しかしながら、裁判員諸官よ、我々の父親たちの間に以前から反目があり、私も以前から彼を悪人と考え、今また彼から害を被っているため、あなた方と共に、これらすべての悪行に対して彼に報復を試みる所存です。
περὶ μὲν οὖν τῶν ἄλλων Ἀρχεστρατίδης ἱκανῶς κατηγόρησε· καὶ γὰρ τοὺς νόμους ἐπέδειξε καὶ μάρτυρας πάντων παρέσχετο· ὅσα δʼ οὗτος παραλέλοιπεν, ἐγὼ καθʼ ἕκαστον ὑμᾶς διδάξω.
さて、その他の点については、アルケストラティデスが十分に告発しました。彼は法律を提示し、すべての点について証人を立てました。彼が省略した点について、私は一つずつあなた方に説明いたしましょう。
εἰκὸς τοίνυν ἐστίν, ὦ ἄνδρες δικασταί, ἐξ οὗ τὴν εἰρήνην ἐποιησάμεθα, πρῶτον περὶ τούτων νυνὶ δικάζοντας μὴ μόνον δικαστὰς ἀλλὰ καὶ νομοθέτας αὐτοὺς γενέσθαι, εὖ εἰδότας ὅτι, ὅπως ἂν ὑμεῖς νυνὶ περὶ αὐτῶν γνῶτε, οὕτω καὶ τὸν ἄλλον χρόνον ἡ πόλις αὐτοῖς χρήσεται. δοκεῖ δέ μοι καὶ πολίτου χρηστοῦ καὶ δικαστοῦ δικαίου ἔργον εἶναι ταύτῃ τοὺς νόμους διαλαμβάνειν, ὅπῃ εἰς τὸν λοιπὸν χρόνον μέλλει συνοίσειν τῇ πόλει.
それゆえ、裁判員諸官よ、我々が平和を樹立して以来、今初めてこれらの件について裁判を行うにあたり、あなた方自身が裁判員であるだけでなく立法者でもあるようになり、あなた方が今これらについて下す判決の通りに、今後とも国家が彼らを扱うことになるのだとよく承知していることがふさわしいのです。そして、優れた市民および正義の裁判員の務めとは、将来にわたって国家の利益となるように、法律をこのように解釈することであると私は考えます。
τολμῶσι γάρ τινες λέγειν ὡς οὐδεὶς ἔνοχός ἐστι λιποταξίου οὐδὲ δειλίας· μάχην γὰρ οὐδεμίαν γεγονέναι, τὸν δὲ νόμον κελεύειν, ἐάν τις λίπῃ τὴν τάξιν εἰς τοὐπίσω δειλίας ἕνεκα, μαχομένων τῶν ἄλλων, περὶ τούτου τοὺς στρατιώτας δικάζειν. ὁ δὲ νόμος οὐ περὶ τούτων κελεύει μόνον, ἀλλὰ καὶ ὁπόσοι ἂν μὴ παρῶσιν ἐν τῇ πεζῇ στρατιᾷ. ἀνάγνωθί μοι τὸν νόμον.
というのも、誰も敵前逃亡や臆病の罪には問われないと主張する者たちがいるからです。なぜなら、何の戦闘も行われなかったからであり、また法律は、他者が戦っている間に、臆病のために後方へと戦列を離脱した者がいた場合、その者について兵士たちが裁くよう命じているからである、と言うのです。しかし、法律はこれらについてのみ命じているのではなく、歩兵の軍勢に加わらなかったすべての者についても命じています。私にその法律を読み上げてください。
Νόμος ἀκούετε, ὦ ἄνδρες δικασταί, ὅτι περὶ ἀμφοτέρων κεῖται, καὶ ὅσοι ἂν μάχης οὔσης εἰς τοὐπίσω ἀναχωρήσωσι, καὶ ὅσοι ἂν ἐν τῇ πεζῇ στρατιᾷ μὴ παρῶσι. σκέψασθε δὲ τίνες εἰσὶν οὓς δεῖ παρεῖναι. οὐχ οἵτινες ἂν τὴν ἡλικίαν ταύτην ἔχωσιν; οὐχ οὓς ἂν οἱ στρατηγοὶ καταλέξωσιν; ἡγοῦμαι δʼ, ὦ ἄνδρες δικασταί, ὅλῳ τῷ νόμῳ μόνον αὐτὸν τῶν πολιτῶν ἔνοχον εἶναι· ἀστρατείας μὲν γὰρ δικαίως ἂν αὐτὸν ἁλῶναι,3 ὅτι καταλεγεὶς ὁπλίτης οὐκ ἐξῆλθε μεθʼ ὑμῶν, λιποταξίου δέ, ὅτι ἐν τῷ στρατοπέδῳ μόνος οὐ παρέσχε μετὰ τῶν ἄλλων ἑαυτὸν τάξαι, δειλίας δέ, ὅτι δεῖν αὐτὸν4 μετὰ τῶν ὁπλιτῶν κινδυνεύειν ἱππεύειν εἵλετο.
法律 裁判員諸官よ、法律が双方について、すなわち、戦闘がある時に後方へ退却した者と、歩兵の軍勢に加わらなかった者の双方について定められているのを、あなた方はお聞きになりました。では、加わるべき者は誰であるかを考えてみてください。その年齢に達している者たちではないでしょうか。将軍たちが徴募した者たちではないでしょうか。私は次のように考えます、裁判員諸官よ、彼一人が市民の中で法律全体に違反しているのだと。すなわち、軍務怠慢については、重装歩兵として徴募されながらあなた方とともに出陣しなかったため、当然有罪とされるべきであり、敵前逃亡については、陣営において彼一人が他の者たちとともに整列しなかったためであり、臆病については、重装歩兵として危険を冒すべきところを、騎兵となることを選んだからであります。
καίτοι φασὶν αὐτὸν ταύτην τὴν ἀπολογίαν ποιήσεσθαι, ὡς ἐπειδήπερ ἵππευεν, οὐδὲν ἠδίκει τὴν πόλιν. ἐγὼ δʼ ἡγοῦμαι διὰ τοῦθʼ ὑμᾶς δικαίως ἂν αὐτῷ ὀργίζεσθαι, ὅτι τοῦ νόμου κελεύοντος, ἐάν τις ἀδοκίμαστος ἱππεύῃ, ἄτιμον εἶναι, ἐτόλμησεν ἀδοκίμαστος ἱππεύειν. καί μοι ἀνάγνωθι τὸν νόμον.
しかしながら、彼は、自分が騎兵として軍務に服したのであるから、国家に対して何の不正も働いていないという弁明をするだろうと言われています。けれども私は、審査を受けていない者が騎兵として軍務に就いた場合、市民権を剥奪されると法律が命じているにもかかわらず、審査を受けずに騎兵となる暴挙に出たのであるから、あなた方が当然彼に怒るべきであると考えます。そして、私に法律を読み上げてください。
Νόμος οὗτος τοίνυν εἰς τοῦτʼ ἦλθε πονηρίας, καὶ οὕτως ὑμῶν κατεφρόνησε καὶ τοὺς πολεμίους ἔδεισε καὶ ἱππεύειν ἐπεθύμησε καὶ τῶν νόμων οὐκ ἐφρόντισεν, ὥστε οὐδὲν αὐτῷ τούτων τῶν κινδύνων ἐμέλησεν, ἀλλʼ ἐβουλήθη καὶ ἄτιμος εἶναι καὶ τὰ χρήματʼ αὐτοῦ δημευθῆναι καὶ πάσαις ταῖς κειμέναις ζημίαις ἔνοχος γενέσθαι μᾶλλον ἢ μετὰ τῶν πολιτῶν εἶναι καὶ ὁπλίτης γενέσθαι.
法律 このように、彼はこれほどの邪悪さに至り、あなた方を軽蔑し、敵を恐れ、騎兵となることを望み、法律を気にかけなかったため、これらの危険など微塵も気にかけず、むしろ市民たちとともにあり重装歩兵として従軍することよりも、市民権を剥奪され、財産を没収され、定められたすべての罰則に処されることを望んだのです。
- 1ἀδικούμενος... τυγχάνει
動詞 τυγχάνω に現在分詞 ἀδικούμενος が結合した補足分詞(supplementary participle)の構文で、「たまたま〜している」あるいは単に「現に〜している」という事実状態を強調します。
- 2ἐπʼ ἐνίοις ὧν
関係代名詞の格同化(assimilation)。本来は ἐπʼ ἐνίοις τούτων ἃ οὗτος φιλοτιμεῖται(彼が誇りとしているこれらのことのうちのいくつかについて)となるべきところ、先行詞 τούτων が省略され、関係代名詞 ἃ が主節の ἐπί(ここでは属格を支配)の要求、または省略された属格名詞に引きずられて属格 ὧν に変化しています。
- 7ἀστρατείας... ἁλῶναι
「〜の罪で有罪判決を受ける」を意味する受動表現の不定法 ἁλῶναι(ἁλίσκομαι のアオリスト不定法)が、起訴・罪名を表す属格(genitive of charge) ἀστρατείας(軍務怠慢)、λιποταξίου(敵前逃亡)、δειλίας(臆病)を伴う文法構造です。
- 7ὅτι δεῖν αὐτὸν
混淆(anacoluthon)または間接話法の間接的影響。理由を表す接続詞 ὅτι の後には本来なら直説法などの限定動詞(ここでは ἔδει「〜すべきであった」)が続くべきですが、全体を支配する主節の ἡγοῦμαι による対格不定法構文に引きずられ、非人称動詞 δεῖ が不定法 δεῖν に、その意味上の主語が対格 αὐτόν になっています。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 1 件
