Humanitext Reader

吕西亚斯 · 控诉诽谤 §11-20

揭露对手的诽谤与退出友谊的声明

第 2 段,共 2 段 · 希腊语

内容简介

说话者揭露了反对者如何通过其行为实际上控诉了他们自己,并戳穿了他们的各种诽谤与借口。随后,他宣布自愿退出这段有害的友谊,并预言他们最终会自相残杀、走向自灭。

§11καίτοιγε σφῶν γε αὐτῶν κατηγόρουν.
然而,他们实际上是在控诉他们自己。
εἰ γὰρ ἃ μετὰ τούτων ἔπραττον ἀδικουμένῳ μοι μηδὲν ἦν δίκαιον εἰπεῖν, ἦ που κακῶς συνέπραττον.
因为,如果他们在我受害时与这些人所做的事是无从辩驳且不公义的,那么他们确实是在进行恶劣的勾结。
καὶ ἐγὼ μὲν ᾤμην φιλοσοφοῦντας αὐτοὺς περὶ τοῦ πράγματος ἀντιλέγειν τὸν ἐναντίον λόγον· οἱ δʼ ἄρα οὐκ ἀντέλεγον ἀλλʼ ἀντέπραττον,
而我起初还以为他们是在就此事进行哲学式的思辨、提出相反的论点;然而事实证明,他们不是在言论上反对,而是在行动上作对。
§12καὶ διὰ τοῦτο ἀντέλεγον, ἵνα τὸν ἐμὸν λόγον εἰδείη Πολυκλῆς· ἐδηλώθη γὰρ ταῦτα.
他们之所以提出相反的论点,正是为了让波里克勒斯知道我的主张;因为这些事已经败露了。
παρόντων τῶν διαιτητῶν ὀργιζόμενος ὁ Πολυκλῆς εἶπεν ὅτι καὶ τοῖς ἐμοῖς ἐπιτηδείοις ἀδικεῖν δοκοίην, ὡς πρὸς ἐκεῖνον λέγοιεν.
在调停人在场时,波里克勒斯发怒说,我似乎也对我的亲信行了不义,正如他们对他所说的那样。
ἆρά γε ταῦτα ξυμβαίνει τοῖς ἀπαγγελλομένοις;
难道这些事情不正是与那些被报告的一致吗?
ὁ γὰρ αὐτὸς ἀπήγγειλεν ὡς τοὺς ὑπὲρ ἐμοῦ μέλλοντας λέγειν ἀποτρέψειν φάσκοιτε, τοὺς δέ τινας ἤδη κωλύσαιτε.
因为正是同一个人报告说,你们声称会劝阻那些准备为我说话的人,并且已经阻止了某些人。
καὶ ταῦτα τί με δεῖ φανερώτερον ἐξελέγχειν ἔτι;
这些事我还有什么必要更清楚地去揭露呢?
φέρε γάρ, ᾔδει ποτʼ ἐκεῖνος ὅτι Κλειτοδίκου δεηθεὶς ἐπιλέγειν οὐκ ἔτυχον;
试问,那个人怎么会知道,我曾请求克莱托迪科斯发言,却未能如愿呢?
§13οὐ γὰρ δὴ παρῆν τούτοις· ἢ τί κέρδος ἦν αὐτῷ διαβάλλειν ἐμὲ πρὸς ὑμᾶς οὕτω προθύμως, ὥστε σπουδάσαι πρὸς τοὺς ἐμοὺς ἀναγκαίους πλάσασθαι ταῦτα;
因为他绝对没有和这些人在一起;否则,他如此热心地向你们诽谤我,甚至急于向我的亲属编造这些话,对他来说能有什么好处呢?
§14γιγνώσκω δὲ νῦν ἤδη καὶ πάλαι ζητοῦντας πρόφασιν, ἡνίκα Θρασύμαχον ὑμᾶς ἐφάσκετε κακῶς λέγειν διʼ ἐμέ.
我现在终于明白,早在你们声称色拉叙马霍斯因为我的缘故而说你们坏话的时候,你们就已经在寻找借口了。
καὶ ἐγὼ μὲν ἠρώτων αὐτὸν εἰ διʼ ἐμὲ κακῶς λέγοι Διόδωρον· ὁ δὲ τοσοῦτον ὑπερεῖδε τὸ διʼ ἐμέ· πολλοῦ γὰρ δεῖν ἔφη διʼ ὁντινοῦν εἰρηκέναι Διόδωρον κακῶς.
我曾问过色拉叙马霍斯,他是否因为我的缘故而说狄奥多罗斯的坏话;但他极其鄙夷这个“因为我”的说法,因为他说,他绝不是因为任何人的缘故而说狄奥多罗斯的坏话。
καὶ ταῦτα προσάγοντος ἐμοῦ πρόθυμος ὁ Θρασύμαχος ἦν ἐξελέγχεσθαι, §15περὶ ὧν οὗτος ἔλεγεν· οὗτος δὲ πάντʼ ἂν μᾶλλον διεπράττετο.
当我当面对质时,色拉叙马霍斯非常乐意接受对证,针对这个人所说的话;而这个人却宁愿做任何其他事。
μετὰ τοῦτο Αὐτοκράτης ἐμοῦ παρόντος Θρασυμάχω ἔλεγεν Εὐρυπτόλεμον αὐτῷ μέμφεσθαι, φάσκοντα κακῶς ἀκούειν ὑπʼ αὐτοῦ· τὸν ἀπαγγέλλοντα δὲ εἶναι Μηνόφιλον.
在这之后,奥托克拉特斯在我在场时对色拉叙马霍斯说,欧里普托勒莫斯在责备他,声称自己受到了色拉叙马霍斯的毁谤,而报告这件事的人是梅诺菲洛斯。
εὐθὺς δʼ ἐκεῖνος ἐπὶ τὸν Μηνόφιλον ἐβάδιξε μετʼ ἐμοῦ· κἀκεῖνος οὔτε ἀκοῦσαι πώποτε ἔφασκεν οὔτε ἀπαγγεῖλαι πρὸς Εὐρυπτόλεμον, καὶ οὐ ταῦτα μόνον, ἀλλʼ οὐδὲ διειλέχθαι πολλοῦ χρόνου.
色拉叙马霍斯立刻同我一起去找梅诺菲洛斯;而那个人声称自己既从未听过,也从未向欧里普托勒莫斯报告过,不仅如此,他们甚至已经很久没有交谈过了。
§16τοιαύτας προφάσεις προφασιζόμενοι τότε μὲν ἐκ τῆς ἐμῆς καὶ Θρασυμάχου συνουσίας ἐστὲ φανεροί, νῦν δὲ ἐπειδὴ ἐκλελοίπασιν ὑμᾶς αἱ προφάσεις, ἐλευθεριώτερόν με κακῶσαι λείπετε ἤδη οὐδέν.
你们当时编造出这样的借口,显然是在避开我和色拉叙马霍斯的交往;而现在,既然你们的借口已经用尽,你们已经毫无保留地、更加肆无忌惮地来加害于我。
χρῆν μὲν οὖν τότε με γιγνώσκειν ὀφειλόμενόν μοι ταῦτα παθεῖν, ὅτε καὶ πρὸς ἐμὲ περὶ ὑμῶν αὐτῶν ἐλέγετε κακῶς· ἔπειτα καὶ περὶ Πολυκλέους, ᾧ νυνὶ βοηθεῖτε, §17πάντʼ εἴρηκα πρὸς ὑμᾶς.
其实当时,当你们甚至向我诉说你们自己的坏话时,我就应当明白自己注定会遭受这些待遇;其次,关于你们现在所帮助的波里克勒斯,我已经对你们说尽了一切。
κατὰ τί δὴ ταῦτα οὐκ ἐφυλαττόμην;
为什么我当时偏偏没有防备呢?
εὔηθές τι ἔπαθον.
我真是太天真了。
ᾤμην γὰρ ἀπόθετος ὑμῖν εἶναι φίλος τοῦ μηδὲν ἀκοῦσαι κακὸν διʼ αὐτὸ τοῦτο, διότι πρὸς ἐμὲ τοὺς ἄλλους ἐλέγετε κακῶς, παρακαταθήκην ἔχων ὑμῶν παρʼ ἑκάστου λόγους πονηροὺς περὶ ἀλλήλων.
因为我以为,正因为你们向我诉说别人的坏话,我才是你们特别珍视、不会听到任何坏话的朋友,因为我手里存着你们每个人关于彼此的恶言作为抵押。
§18ἐγὼ τοίνυν ἑκὼν ὑμῖν ἐξίσταμαι τῆς φιλίας, ἐπεί τοι μὰ τοὺς θεοὺς οὐκ οἶδʼ ὅ τι ζημιωθήσομαι μὴ ξυνὼν ὑμῖν· οὐδὲ γὰρ ὠφελούμην ξυνών.
因此,我自愿退出与你们的友谊,因为,指天发誓,我不知道不与你们相处会蒙受什么损失;因为与你们相处,我也没得到任何好处。
πότερον γάρ, ὅταν ᾖ τί μοι πρᾶγμα, τότε ποθέσομαι τὸν ἐροῦντα καὶ τοὺς μαρτυρήσοντας;
难道说,当我有什么官司时,我才会想念那个为我说话的人和那些为我作证的人吗?
καὶ νῦν ἀντὶ μὲν τοῦ λέγειν ὑπὲρ ἐμοῦ τὸν λέγοντα πειρᾶσθε ἀντὶ δὲ τοῦ βοηθεῖν ἐμοὶ καὶ μαρτυρεῖν τὰ δίκαια ξύνεστε τοῖς ἐμοῖς ἀντιδίκοις καὶ μαρτυρεῖτε.
而现在,你们非但不让那个为我说话的人发言,反而企图阻挠他;你们非但不帮助我并为公道作证,反而与我的诉讼对手勾结并为他们作证。
§19ἀλλʼ ὡς εὖνοι ὄντες ἐμοὶ τὰ βέλτιστα ἐρεῖτε περὶ ἐμοῦ;
你们会说,你们是因为对我怀有善意,才对我说最动听的话吗?
ἀλλὰ καὶ νῦν ὑμεῖς με μόνοι κακῶς λέγετε.
但现在,唯独你们在说我的坏话。
τὸ μὲν οὖν ἐμὸν οὐκ ἐμποδὼν ὑμῖν ἔσται.
因此,我的事务不会成为你们的障碍。
τοιοῦτον δʼ ἄρα πρὸς ὑμᾶς αὐτοὺς πείσεσθε, ἐπειδή περ ὑμῖν ἔθος ἐστὶν ἕνα τῶν ξυνόντων ἀεὶ κακῶς λέγειν καὶ ποιεῖν· ἐπειδὰν ὑμῖν ἐγὼ μὴ ξυνῶ, πρὸς ὑμᾶς αὐτοὺς τρέψεσθε, κἄπειτα καθʼ ἕνα ἕκαστον ὑμῖν αὐτοῖς ἀπεχθήσεσθε, τὸ δὲ τελευταῖον εἷς ὁ λειπόμενος αὐτὸς αὑτὸν κακῶς ἐρεῖ.
然而,既然你们的习惯总是对每一个与你们相处的人说坏话并加以陷害,你们自己之间也必然会遭受同样的下场;一旦我不与你们相处,你们就会转向彼此,然后,你们每个人都会逐渐变得令彼此生厌,最后,剩下的那最后一个自己会说自己的坏话。
§20κερδανῶ δὲ τοσοῦτον, ὅτι πρῶτος νῦν ὑμῶν ἀπαλλαγεὶς ἐλάχιστα κακῶς ὑφʼ ὑμῶν πείσομαι· τοὺς μὲν γὰρ χρωμένους ὑμῖν κακῶς καὶ λέγετε καὶ ποιεῖτε, τῶν δὲ μὴ χρωμένων οὐδένα πώποτε.
我将获得这样的好处:通过现在第一个摆脱你们,我将受到你们最少的伤害;因为你们对与你们相处的人又骂又害,却从未对不与你们相处的人做过任何这样的事。

词汇与语法注释

  1. §11σφῶν γε αὐτῶν κατηγόρουν — 第三人称复数反身代词 σφῶν αὐτῶν(他们自己)作为动词 κατηγόρουν(第三人称复数未完成过去时)的属格宾语。结合上下文,此处表示反对者通过自己矛盾的行为实际上在控诉他们自己,而非说话者在控诉他们。
  2. §14πολλοῦ γὰρ δεῖν ἔφη — 习惯性绝对不定式短语 πολλοῦ δεῖν(远非、绝不)用于表达强烈的否定。此处引导色拉叙马霍斯的坚决否认,即他绝没有因为任何人的缘故而说狄奥多罗斯的坏话。
  3. §16ἐκ τῆς ἐμῆς καὶ Θρασυμάχου συνουσίας ἐστὲ φανεροί — 这是一种省略表达,在 φανεροί ἐστε(你们是显而易见的)之后省略了分词(例如意为“远离、避开”的分词)。整体意指“显然,你们当时正以这些借口来避开我和色拉叙马霍斯的交往”。
  4. §17τοῦ μηδὲν ἀκοῦσαι κακὸν — 带冠词不定式的属格 τοῦ ἀκοῦσαι(听到)在此处表示目的或结果。它修饰前文的 ἀπόθετος φίλος(特别珍视的朋友),构成了“为了不听到任何坏话而被特别对待的朋友”这一紧密的修饰关系。
  5. §18τὸν λέγοντα πειρᾶσθε — 动词 πειράομαι 支配宾格 τὸν λέγοντα,意为“你们企图阻挠/加害(为我说话的)发言者”。这与后半句中“与我的诉讼对手勾结”形成对比。

引用这一段

吕西亚斯, 控诉诽谤 §11-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg008.humanitext-grc2:11-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。