§1ἐπιτήδειόν μοι δοκῶ καιρὸν εἰληφέναι περὶ ὧν εἰπεῖν ἐβουλόμην πάλαι·
我想,我得到了一个合时的机会,来谈谈我早就想说的话。
πάρεισι μὲν γὰρ οἷς ἐπεγκαλῶ, πάρεισι δὲ ὧν ἐναντίον ἐπιθυμῶ μέμψασθαι τοῖς ἀδικοῦσιν ἐμέ.
因为我所控告的人在场,而我也渴望在他们的面前,指责那些对我行不义之人。
καίτοι πολλῷ πλείων ἐστὶ σπουδὴ πρὸς τοὺς παρόντας·
然而,我对在场之人的重视要大得多。
τοὺς μὲν γὰρ παρʼ οὐδὲν οἶμαι τιμήσειν, εἰ τοῖς ἐπιτηδείοις ἀνεπιτήδειοι δόξουσιν εἶναι (τὴν γὰρ ἀρχὴν οὐδʼ ἂν ἐπεχείρουν ἐξαμαρτάνειν εἰς ἐμὲ), §2τοῖς δὲ βουλοίμην ἂν δόξαι μηδὲν ἀδικῶν τούτους ὑπὸ τούτων ἀδικεῖσθαι πρότερον.
因为我想,前者根本不会在意自己是否在亲近之人眼中显得不相宜(因为,如果他们介意,他们起初就不会企图加害于我);但对于后者,我希望让他们看到,我没有对这些人行任何不义,而是先受到他们的不义对待。
ἀνιαρὸν μὲν οὖν ἀναγκάζεσθαι λέγειν περὶ τούτων, ἀδύνατον δὲ μὴ λέγειν, ὅταν ἐναντίον τῆς ἐλπίδος κακῶς πάσχω καὶ τοὺς δοκοῦντας εἶναι φίλους ἀδικοῦντας εὑρίσκω.
因此,被迫谈论这些事虽然令人痛苦,但在违背期望而遭受伤害、并发现那些看似朋友的人对我行不义时,不说话也是不可能的。
§3πρῶτον μὲν οὖν, ἵνα μή τις ὑμῶν τάχα δὴ βοηθῶν οἷς ἐξημάρτηκε πρόφασιν πορίσηται τῆς ἁμαρτίας, εἰπάτω οὖν τίς ὑμῶν ὑπʼ ἐμοῦ κακῶς ἀκήκοεν ἢ πέπονθεν, ἢ τίς ἐμοῦ δεηθεὶς οὐκ ἔτυχεν ὧν ἐγώ τε δυνατὸς ἦ κἀκεῖνος ἐπήγγειλε.
首先,为了不让你们中的某人借口为自己所犯的错辩护,从而为这错误寻找说辞,请说出来,你们中谁曾被我恶言相向或受我伤害,或者谁曾向我请求、而在我力所能及且他提出要求的情况下,没有得到他所想要的?
— τί δῆτά με κακῶς τὰ μὲν λέγειν τὰ δὲ ποιεῖν χειρεῖτε, §4καὶ ταῦτα πρὸς τούτους ἡμᾶς διαβάλλειν, οὓς πρὸς ἡμᾶς αὐτοὺς διεβάλλετε;
——那么,你们为什么企图对我有的恶言相向、有的暗中加害,甚至在那些你们曾在我们面前诽谤过的人面前,来诽谤我们呢?
καίτοι οὕτως ἠνωχλεῖτε, ὥστε περὶ πλείονος ἐποιήσατό τις δοκεῖν ἐμοῦ κήδεσθαι, ἢ ἄλλον ἐμοὶ κατειπεῖν.
然而,你们是如此地纠缠不清,以至于有人把表现得关心我,看得比别人向我告密还重要。
ἃ δʼ ἔλεγε, πάντα μὲν οὐκ ἂν εἴποιμι (καὶ γὰρ ἀκούων ἠχθόμην) οὐδʼ ἂν ὑμῖν ἐπικαλῶν, ὅτι ἐλέγετε κατʼ ἐμοῦ, ταὐτὰ λέξαιμι.
至于他所说的话,我不会全部说出来(因为即使听着我也感到痛苦),我也不会因为你们对我恶言相向,就在指责你们时说出同样的话。
καὶ γὰρ ἂν ἀπολύοιμι τῆς αἰτίας ὑμᾶς, εἴπερ ὑμῖν ταὐτὰ λέγοιμι περὶ ἐμαυτοῦ·
因为,如果我向你们说出关于我自己的同样的话,我就会免除你们的罪责。
§5ἃ δὲ ὑβρίζειν οἰόμενοι ἐμὲ καταγελάστους ὑμᾶς αὐτοὺς ἐποιεῖτε, ταῦτα λέξω.
至于那些你们以为是在侮辱我、却让自己显得滑稽可笑的事,我倒要说一说。
βίᾳ γὰρ ὑμῖν ἐφάσκετέ με ξυνεῖναι καὶ διαλέγεσθαι, καὶ πάντα ποιοῦντες οὐκ ἔχειν ὅπως ἀπαλλαγῆτέ μου, καὶ τὸ τελευταῖον ἀκόντων ὑμῶν Ἐλευσῖνάδε ξυνθεωρεῖν.
因为你们曾声称我强迫你们与我相处并交谈,并且声称你们想尽一切办法也无法摆脱我,最后还声称是在你们不情愿的情况下,我与你们一起去埃莱夫西斯观看祭礼。
καὶ ταῦτα λέγοντες οἴεσθε μὲν ἐμὲ κακολογεῖν, ἀποφαίνετε δὲ σκαιοτάτους ἑαυτούς, οἵτινες ὑπὸ τὸν αὐτὸν χρόνον τὸν αὐτὸν ἄνδρα λάθρᾳ μὲν ἐλοιδορεῖτε, φανερῶς δὲ φίλον ἐνομίζετε.
你们说这些话,以为是在说我的坏话,却显出了自己极其愚蠢,因为你们在同一时期,暗中谩骂同一个人,表面上却把他当作朋友。
§6χρῆν γὰρ ὑμᾶς ἢ μὴ κακῶς λέγειν ἢ μὴ ξυνεῖναι, καὶ ταῦτα φανερῶς ἀπειπόντας ὁμιλίαν.
因为你们本该要么不说坏话,要么不与我相处,而且应当是公开宣布断绝交往。
εἰ δὲ αἰσχρὸν ἡγεῖσθε τοῦτο, πῶς αἰσχρὸν ἦν ὑμῖν ξυνεῖναι, πρὸς οὓ οὐδὲ ἀπειπεῖν καλὸν ἡγεῖσθε;
但如果你们认为这样做是可耻的,那么,对于一个你们连宣布断绝交往都不认为是光彩的人,与他相处对你们来说又怎么会是可耻的呢?
§7καὶ μὴν οὐδὲν αὐτὸς ἐξηῦρον ὁπόθεν ἂν εἰκότως ὑπερείδετε τὴν ἐμὴν ὁμιλίαν.
再者,我自己也找不出任何理由,能让你们理所当然地蔑视与我的交往。
οὔτε γὰρ ὑμᾶς σοφωτάτους ἑώρων ὄντας, ἐμαυτὸν δʼ ἀμαθέστατον, οὐ μὴν οὐδὲ πολυφίλους ὑμᾶς, ἐμαυτὸν δʼ ἔρημον φίλων, οὐδʼ αὖ πλουτοῦντας, ἐμὲ δὲ πενόμενον, οὐδʼ αὖ ὑμᾶς μὲν ὑπερευδοκιμοῦντας, ἐμαυτὸν δὲ διαβεβλημένον, οὐδὲ τὰ μὲν ἐμὰ πράγματα κινδυνεύοντα, τὰ δʼ ὑμέτερα ἀσφαλῶς ἔχοντα.
因为我既没有看到你们极其聪明,而我自己极其无知;也没有看到你们有很多朋友,而我自己孤立无援;也没有看到你们富有,而我自己贫穷;也没有看到你们享有极高的声誉,而我自己声名狼藉;也没有看到我的事务处于危险之中,而你们的事务安全无虞。
πόθεν ἂν οὖν εἰκότως ὑπώπτευον ἄχθεσθαί μοι συνόντι;
那么,我凭什么能合理地怀疑你们讨厌与我相处呢?
§8καὶ ταῦτα δʼ ὅτε πρὸς τοὺς τελευταίους ἐλέγετʼ οὐκ ᾤεσθε ἀπαγγελεῖν ἡμῖν, κἀνταῦθα σόφισμα καλὸν ἡγούμενοι περιήλθετε πάντας ὑμῶν αὐτῶν κατηγοροῦντες ὅτι πονηροῖς ἑκόντες ὁμιλεῖτε.
况且,当你们对那些最后的人说这些话时,难道不认为他们会向我们报告吗? 而在这种情况下,你们还以为这是一个好计策,到处走动,控诉你们自己是自愿与恶人相处的。
περὶ μὲν οὖν τοῦ λέγοντος οὐδὲν ἂν περαίνοιτε πυνθανόμενοι.
因此,关于那个告密的人,你们打听也无济于事。
πρῶτον μὲν γὰρ εἰδότες ἐρήσεσθε τὸν εἰπόντα μοι· πῶς γὰρ οὐκ ἴστε πρὸς ὃν ἐλέγετε τὸν λόγον;
首先,你们是在明知故问:因为你们怎么会不知道自己是对谁说那些话的呢?
§9ἔπειτα κακὸς ἂν εἴην, εἰ ταὐτὰ ποιήσαιμι αὐτὸν ἅπερ ἐκεῖνος ὑμᾶς.
其次,如果我对那个人做出他曾对你们所做的事,我就是个恶人了。
οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, ἐφʼ οἷσπερ ὑμεῖς ἐλέγετε πρὸς ἐκεῖνον.
因为他向我们报告的意图,与你们对他说话的意图并不相同。
ἐκεῖνος μὲν γὰρ ἐμοὶ χαριζόμενος ἀπήγγειλε τοῖς ἐμοῖς ἀναγκαίοις, ὑμεῖς δὲ βλάπτειν ἐμὲ βουλόμενοι πρὸς ἐκεῖνον ἐλέγετε.
因为他是为了讨好我,才向我的亲属报告的,而你们则是为了伤害我才对他说的。
καὶ ταῦτα εἰ μὲν ἠπίστουν, ἐξελέγχειν ἂν ἐζήτουν· νῦν δὲ (ξυμβαίνει γὰρ καὶ ταῦτα τοῖς πρὸ τοῦ, καὶ ἐμοὶ σημεῖα ταῦτα μὲν ἐκείνων ἐστίν, §10ἐκεῖνα δὲ τούτων ἱκανά) πρῶτον μὲν ἅπαντα διʼ ὑμῶν πράξαντά με περὶ τῆς θέσεως τοῦ ἵππου πρὸς Ἡγέμαχον, κάμνοντα τὸν ἵππον ἀνάγειν με βουλόμενον Διόδωρος οὑτοσὶ ἀποτρέπειν ἐπειρᾶτο, φάσκων οὐδὲν ἀντιλέξειν περὶ τῶν δώδεκα μνῶν Πολυκλέα, ἀλλʼ ἀποδώσειν.
对于这些事,如果我不信,我本会寻求证实;但现在(因为这些事也与以前的事相符,而对我来说,这些是那些事的证据,那些则是这些的充足证据),首先,当我通过你们处理关于向黑格马科斯质押马匹的全部事情时,马生病了,我希望退还马匹,而眼前的这个狄奥多罗斯却企图阻止我,声称波里克勒斯不会对这十二个米纳提出任何异议,反而会如数归还。
τότε λέγων ταῦτα, μετὰ τὸν θάνατον τοῦ ἵππου κατέστη τελευτῶν ἀντίδικος μετὰ τούτων, λέγων ὡς οὐ δίκαιόν με εἴη κομίσασθαι τὸ ἀργύριον.
当时他说了这些话,但在马死后,他最终与这些人站在一起成为了我的诉讼对手,声称我收回这笔钱是不公正的。