§45ὁ γοῦν πάντων πονηρότατος Βάτραχος πλὴν τούτου, γενόμενος ἐπὶ τῶν τριάκοντα μηνυτὴς καὶ οὐσῶν αὐτῷ συνθηκῶν καὶ ὅρκων καθάπερ τοῖς Ἐλευσινόθεν, δείσας ὑμῶν οὓς ἠδίκησεν, ἐν ἑτέρᾳ πόλει ᾤκει.
然而,除了此人之外最邪恶的巴特拉科斯,在三十人僭主时期成了告密者,尽管他也像来自埃莱夫西斯的人一样享有条约和誓言,但因为害怕被他伤害过的你们,而居住在另一个城市。
Ἀνδοκίδης δὲ καὶ αὐτοὺς τοὺς θεοὺς ἀδικήσας περὶ ἐλάττονος αὐτοὺς ἔθετο, εἰσιὼν εἰς τὰ ἱερά, ἢ Βάτραχος τοὺς ἀνθρώπους.
但安多基德斯,甚至伤害了神明本身,却通过进入圣所,把神明看得比巴特拉科斯把人看得还要轻。
ὅστις οὖν καὶ πονηρότερος καὶ ἀμαθέστερος Βατράχου ἐστί, πάνυ δεῖ ἀγαπητῶς ὑφʼ ὑμῶν αὐτὸν σωθῆναι.
那么,一个比巴特拉科斯还要邪恶、还要无知的人,难道应该极受你们的宽容而得以保全吗?
§46φέρε δή, εἰς τί σκεψαμένους χρὴ ὑμᾶς Ἀνδοκίδου ἀποψηφίσασθαι;
且看,你们应该出于什么考虑而判安多基德斯无罪呢?
πότερον ὡς στρατιώτης ἀγαθός;
是因为他是一个好士兵吗?
ἀλλʼ οὐδεπώποτʼ ἐκ τῆς πόλεως ἐστρατεύσατο, οὔτε ἱππεὺς οὔτε ὁπλίτης, οὔτε τριήραρχος οὔτʼ ἐπιβάτης, οὔτε πρὸ τῆς συμφορᾶς οὔτε μετὰ τὴν συμφοράν, πλέον ἢ τετταράκοντα ἔτη γεγονώς.
但他从未从城邦出发参军,既不是骑兵也不是重装步兵,既不是三列桨战船船长也不是船员,无论是在灾难之前还是在灾难之后,尽管他已经四十多岁了。
§47καίτοι ἕτεροι φεύγοντες ἐν Ἑλλησπόντῳ συνετριηράρχουν ὑμῖν.
然而,其他流亡者在赫勒斯滂与你们共同担任三列桨战船船长。
ἀναμνήσθητε δὲ καὶ αὐτοὶ ἐξ ὅσων κακῶν καὶ πολέμου ὑμᾶς αὐτοὺς περιεποιήσατε καὶ τὴν πόλιν, πολλὰ μὲν τοῖς σώμασι πονήσαντες, πολλὰ δὲ ἀναλώσαντες χρήματα καὶ ἰδίᾳ καὶ δημοσίᾳ, πολλοὺς δὲ καὶ ἀγαθοὺς τῶν πολιτῶν καταθάψαντες διὰ τὸν γενόμενον πόλεμον.
你们自己也回想一下,你们付出了多少身体上的辛劳,在私下和公共场合花费了多少资金,又因为发生的战争埋葬了多少优秀的公民,才使你们自己和城邦摆脱了如此多的灾难和战争。
§48Ἀνδοκίδης δὲ ἀπαθὴς τούτων τῶν κακῶν γενόμενος εἰς τὴν σωτηρίαν τῇ πατρίδι, ἀξιοῖ νυνὶ μετέχειν τῆς πόλεως, ἀσεβῶν ἐν αὐτῇ.
而安多基德斯在祖国的得救过程中没有承受这些灾难,现在却要求在城邦中享有权利,并在其中犯下不敬罪。
ἀλλὰ πλουτῶν γὰρ καὶ δυνάμενος τοῖς χρήμασι καὶ βασιλεῦσιν ἐξενωμένος καὶ τυράννοις — ἃ νυνὶ κομπάσει, ἐπιστάμενος τοὺς ὑμετέρους τρόπους — ποίαν εἰσφορὰν τούτῳ ἀγαθὸν γένοιντο,
然而,就因为他富有、有财力,且与国王和僭主们结为宾客——他现在会以此自夸,因为他深知你们的性情——什么样的财产税会因此成为他的益处呢?
§49καὶ ἐπιστάμενος ἐν πολλῷ σάλῳ καὶ κινδύνῳ τὴν πόλιν γενομένην, ναυκληρῶν οὐκ ἐτόλμησεν ἐπαρθεὶς σῖτον εἰσάγων ὠφελῆσαι τὴν πατρίδα.
而且,他明知城邦处于极大的动荡和危险之中,作为船主,他却不敢振作起来输入粮食以造福祖国。
ἀλλὰ μέτοικοι μὲν καὶ ξένοι ἕνεκα τῆς μετοικίας ὠφέλουν τὴν πόλιν εἰσάγοντες· σὺ δὲ τί καὶ ἀγαθὸν ποιήσας, ὦ Ἀνδοκίδη, ποῖα ἁμαρτήματα ἀνακαλεσάμενος, ποῖα τροφεῖα ἀνταποδούς
然而,外邦人和侨民为了居住权尚且通过输入粮食来帮助城邦;而你,安多基德斯,究竟做了什么好事,挽回了什么过错,回报了什么养育之恩?
§50Ἀθηναῖοι, μνήσθητε τὰ πεποιημένα Ἀνδοκίδῃ, ἐνθυμήθητε δὲ καὶ τῆς ἑορτῆς, διʼ ἣν ὑπὸ τῶν πολλῶν προὐτιμήθητε.
雅典人啊,请记住安多基德斯所做的事,也请记住那个让你们在众人中倍受尊崇的节日。
ἀλλʼ ἐστὲ γὰρ ὑπὸ τῶν τούτου ἁμαρτημάτων ἤδη καταπλῆγες διὰ τὸ πολλάκις ἰδεῖν καὶ ἀκοῦσαι, ὥστε οὐδὲ τὰ δεινὰ ἔτι δεινὰ δοκεῖ ὑμῖν εἶναι.
然而,由于你们经常看到和听到他的罪行,你们对他的罪行已经感到麻木了,以至于连可怕的事情在你们看来也不再可怕。
ἀλλὰ προσέχετε τὸν νοῦν, δοκείτω δʼ ὑμῖν ἡ γνώμη ὁρᾶν ἃ οὗτος ἐποίει,
但请集中注意力,让你们的心灵仿佛看见他所做的事,这样你们就能做出更好的判断。
§51καὶ διαγνώσεσθε ἄμεινον. οὗτος γὰρ ἐνδὺς στολήν, μιμούμενος τὰ ἱερὰ ἐπεδείκνυε τοῖς ἀμυήτοις καὶ εἶπε τῇ φωνῇ τὰ ἀπόρρητα, τῶν δὲ θεῶν, οὓς ἡμεῖς νομίζομεν καὶ θεραπεύοντες καὶ ἁγνεύοντες θύομεν καὶ προσευχόμεθα, τούτους περιέκοψε.
因为此人穿上祭司长袍,模仿神圣的仪式,向未入信者展示,并用声音说出了不可泄露的秘密,而且他还毁坏了我们所信仰、崇敬、洁净并向其献祭和祈祷的神明像。
καὶ ἐπὶ τούτοις ἱέρειαι καὶ ἱερεῖς στάντες κατηράσαντο πρὸς ἑσπέραν καὶ φοινικίδας ἀνέσεισαν, κατὰ τὸ νόμιμον τὸ παλαιὸν καὶ ἀρχαῖον.
为此,女祭司和祭司们面向西方站立,按照古老而传统的习俗对他进行诅咒,并挥动深红色的衣袍。
§52ὡμολόγησε δὲ οὗτος ποιῆσαι.
而此人也承认自己做了这些事。
ἔτι δὲ παρελθὼν τὸν νόμον ὃν ὑμεῖς ἔθεσθε, εἴργεσθαι τῶν ἱερῶν αὐτὸν ὡς ἀλιτήριον ὄντα, ταῦτα πάντα βιασάμενος εἰσελήλυθεν ἡμῶν εἰς τὴν πόλιν, καὶ ἔθυσεν ἐπὶ τῶν βωμῶν ὧν οὐκ ἐξῆν αὐτῷ καὶ ἀπήντα τοῖς ἱεροῖς περὶ ἃ ἠσέβησεν, εἰσῆλθεν εἰς τὸ Ἐλευσίνιον, ἐχερνίψατο ἐκ τῆς ἱερᾶς χέρνιβος.
此外,他还违背了你们所制定的法律,即他作为不敬神者应被排除在圣所之外,他强行冲破了所有限制,进入了我们的城市,在不被允许的祭坛上献祭,参与了他曾对其犯下不敬罪的圣事,进入了埃莱夫西尼翁神庙,并用圣水洗手。
τίνα χρὴ ταῦτα ἀνασχέσθαι;
谁能容忍这些事?
§53ποῖον φίλον, ποῖον συγγενῆ, ποῖον δημότην χρὴ τούτῳ χαρισάμενον κρύβδην φανερῶς τοῖς θεοῖς ἀπεχθέσθαι;
什么样的朋友,什么样的亲戚,什么样的同区人,应该为了讨好此人而暗中或公开地得罪神明?
νῦν οὖν χρὴ νομίζειν τιμωρουμένους καὶ ἀπαλλαττομένους Ἀνδοκίδου τὴν πόλιν καθαίρειν καὶ ἀποδιοπομπεῖσθαι καὶ φαρμακὸν ἀποπέμπειν καὶ ἀλιτηρίου ἀπαλλάττεσθαι, ὡς ἓν τούτων οὗτός ἐστι.
因此,现在应当认为,通过惩罚和清除安多基德斯,就是在净化城邦,驱逐污秽,送走替罪羊,摆脱不敬神者,因为此人正是其中之一。
§54βούλομαι τοίνυν εἰπεῖν ἃ Διοκλῆς ὁ Ζακόρου τοῦ ἱεροφάντου, πάππος δὲ ἡμέτερος, συνεβούλευσε βουλευομένοις ὑμῖν ὅ τι δεῖ χρῆσθαι Μεγαρεῖ ἀνδρὶ ἠσεβηκότι.
因此,我想说一下司祭扎科罗斯之子、我们的祖父迪奥克莱斯,在你们讨论如何处置一个犯下不敬罪的梅加拉人时所提出的建议。
κελευόντων γὰρ ἑτέρων ἄκριτον παραχρῆμα ἀποκτεῖναι, παρῄνεσε κρῖναι τῶν ἀνθρώπων ἕνεκα, ἵνα ἀκούσαντες καὶ ἰδόντες σωφρονέστεροι οἱ ἄλλοι ὦσι, τῶν δὲ θεῶν ἕνεκα οἴκοθεν ἕκαστον, ἃ δεῖ τὸν ἀσεβοῦντα παθεῖν, αὐτὸν παρʼ ἑαυτῷ κεκρικότα εἰς τὸ δικαστήριον εἰσιέναι.
当其他人要求不经审判立即处死他时,他建议为了人类的缘故而进行审判,以便其他人听到和看到后能够更加警醒;而为了神明的缘故,每个人在法庭之外,在自己心中判定了不敬神者应当遭受的惩罚后,再进入法庭。
§55καὶ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι (ἐπίστασθε γὰρ ἃ δεῖ ποιῆσαι), μὴ ἀναπεισθῆτε ὑπὸ τούτου, φανερῶς ἔχετε αὐτὸν ἀσεβοῦντα· εἴδετε, ἠκούσατε τὰ τούτου ἁμαρτήματα.
而你们,雅典的诸位(因为你们知道该怎么做),不要被此人说服;你们明明白白地看到他犯下了不敬罪;你们看到、听到了他的罪行。
ἀντιβολήσει καὶ ἱκετεύσει ὑμᾶς· μὴ ἐλεεῖτε.
他会向你们央求和乞怜;但不要怜悯他。
οὐ γὰρ οἱ δικαίως ἀποθνῄσκοντες ἀλλʼ οἱ ἀδίκως ἄξιοί εἰσιν ἐλεεῖσθαι.
因为不应该怜悯那些罪有应得而死的人,而应该怜悯那些无辜而死的人。