Humanitext Reader

リュシアス · 第六弁論 アンドキデスの瀆神行為告発 §45-55

バトラコスとの比較と処罰の要求

5 / 5 箇所 · ギリシア語

要旨

告発者バトラコスの事例と対比してアンドキデスの不敬を浮き彫りにし、彼の軍劇的・市民的貢献の欠如を批判する。祖父ディオクレスの助言を引用し、法廷の市民たちに彼を厳しく処罰することを促す。

§45ὁ γοῦν πάντων πονηρότατος Βάτραχος πλὴν τούτου, γενόμενος ἐπὶ τῶν τριάκοντα μηνυτὴς καὶ οὐσῶν αὐτῷ συνθηκῶν καὶ ὅρκων καθάπερ τοῖς Ἐλευσινόθεν, δείσας ὑμῶν οὓς ἠδίκησεν, ἐν ἑτέρᾳ πόλει ᾤκει.
ともかく、この男を除けば万人のうちで最も邪悪なバトラコスは、三十人政権の時に告発者となり、エレウシスから戻った者たちと同様に彼にも条約と誓約があったにもかかわらず、諸君のうち自分が害した人々を恐れて、別の都市に住んでいた。
Ἀνδοκίδης δὲ καὶ αὐτοὺς τοὺς θεοὺς ἀδικήσας περὶ ἐλάττονος αὐτοὺς ἔθετο, εἰσιὼν εἰς τὰ ἱερά, ἢ Βάτραχος τοὺς ἀνθρώπους.
しかしアンドキデスは、神々自身をも害しておきながら、神殿に立ち入ることで、バトラコスが人間を気にしたよりも、神々をいっそう軽んじた。
ὅστις οὖν καὶ πονηρότερος καὶ ἀμαθέστερος Βατράχου ἐστί, πάνυ δεῖ ἀγαπητῶς ὑφʼ ὑμῶν αὐτὸν σωθῆναι.
それゆえ、バトラコスよりも邪悪で無知である者が、諸君によって救われるのを、大いに満足して受け入れるべきだろうか。
§46φέρε δή, εἰς τί σκεψαμένους χρὴ ὑμᾶς Ἀνδοκίδου ἀποψηφίσασθαι;
さあ、諸君は何を考慮してアンドキデスに無罪の投票をすべきなのか。
πότερον ὡς στρατιώτης ἀγαθός;
彼が優れた兵士だったからか。
ἀλλʼ οὐδεπώποτʼ ἐκ τῆς πόλεως ἐστρατεύσατο, οὔτε ἱππεὺς οὔτε ὁπλίτης, οὔτε τριήραρχος οὔτʼ ἐπιβάτης, οὔτε πρὸ τῆς συμφορᾶς οὔτε μετὰ τὴν συμφοράν, πλέον ἢ τετταράκοντα ἔτη γεγονώς.
しかし、彼は四十歳を過ぎているというのに、国から従軍したことは一度もなく、騎兵としても重装歩兵としても、三段櫂船の船長としても乗組員としても、あの災厄の前にも後にも、従軍したことがない。
§47καίτοι ἕτεροι φεύγοντες ἐν Ἑλλησπόντῳ συνετριηράρχουν ὑμῖν.
しかも、他の人々は亡命の身でありながら、ヘレスポントスで諸君とともに三段櫂船の共同船長を務めていたのだ。
ἀναμνήσθητε δὲ καὶ αὐτοὶ ἐξ ὅσων κακῶν καὶ πολέμου ὑμᾶς αὐτοὺς περιεποιήσατε καὶ τὴν πόλιν, πολλὰ μὲν τοῖς σώμασι πονήσαντες, πολλὰ δὲ ἀναλώσαντες χρήματα καὶ ἰδίᾳ καὶ δημοσίᾳ, πολλοὺς δὲ καὶ ἀγαθοὺς τῶν πολιτῶν καταθάψαντες διὰ τὸν γενόμενον πόλεμον.
諸君自身も、どれほどの災厄と戦争から諸君自身と国家を救い出したかを思い起こすがよい。 身体的に多く苦労し、私的にも公的にも多くの資金を費やし、起こった戦争のために多くの優れた市民を埋葬しながら。
§48Ἀνδοκίδης δὲ ἀπαθὴς τούτων τῶν κακῶν γενόμενος εἰς τὴν σωτηρίαν τῇ πατρίδι, ἀξιοῖ νυνὶ μετέχειν τῆς πόλεως, ἀσεβῶν ἐν αὐτῇ.
アンドキデスは、祖国の救済においてこれらの災厄から免れていたのに、今やその国内で不敬を働きながら、市民の権利を分かち合うことを要求している。
ἀλλὰ πλουτῶν γὰρ καὶ δυνάμενος τοῖς χρήμασι καὶ βασιλεῦσιν ἐξενωμένος καὶ τυράννοις — ἃ νυνὶ κομπάσει, ἐπιστάμενος τοὺς ὑμετέρους τρόπους — ποίαν εἰσφορὰν τούτῳ ἀγαθὸν γένοιντο,
しかし、彼は裕福であり、資金力があり、王たちや僭主たちと親交がある(これらは、諸君の気質を知り抜いている彼が、今から自慢するであろうことだ)からといって、どのような財産税がこれによって彼にとって有益なものとなったというのか。
§49καὶ ἐπιστάμενος ἐν πολλῷ σάλῳ καὶ κινδύνῳ τὴν πόλιν γενομένην, ναυκληρῶν οὐκ ἐτόλμησεν ἐπαρθεὶς σῖτον εἰσάγων ὠφελῆσαι τὴν πατρίδα.
また、国家が大きな動揺と危険に陥っているのを知りながら、船主でありながら、穀物を輸入して祖国を助けようという気を起こすことさえしなかった。
ἀλλὰ μέτοικοι μὲν καὶ ξένοι ἕνεκα τῆς μετοικίας ὠφέλουν τὴν πόλιν εἰσάγοντες·
在留外邦人や外国人でさえ、在留の権利のために、穀物を輸入して国家を助けていたというのに。
σὺ δὲ τί καὶ ἀγαθὸν ποιήσας, ὦ Ἀνδοκίδη, ποῖα ἁμαρτήματα ἀνακαλεσάμενος, ποῖα τροφεῖα ἀνταποδούς
それなのに、アンドキデスよ、お前は何の善いことを行い、どのような罪を償い、どのような養育の恩を返したというのか。
§50Ἀθηναῖοι, μνήσθητε τὰ πεποιημένα Ἀνδοκίδῃ, ἐνθυμήθητε δὲ καὶ τῆς ἑορτῆς, διʼ ἣν ὑπὸ τῶν πολλῶν προὐτιμήθητε.
アテナイの皆さん、アンドキデスによってなされたことを思い起こし、また、諸君が多くの人々の中で特に重んじられる理由となった、あの祭礼を心に留めよ。
ἀλλʼ ἐστὲ γὰρ ὑπὸ τῶν τούτου ἁμαρτημάτων ἤδη καταπλῆγες διὰ τὸ πολλάκις ἰδεῖν καὶ ἀκοῦσαι, ὥστε οὐδὲ τὰ δεινὰ ἔτι δεινὰ δοκεῖ ὑμῖν εἶναι.
しかし、諸君は彼の過ちを何度も見聞きしたために、すでに感覚が麻痺しており、恐るべきこともはや恐るべきこととは思えなくなっているのだ。
ἀλλὰ προσέχετε τὸν νοῦν, δοκείτω δʼ ὑμῖν ἡ γνώμη ὁρᾶν ἃ οὗτος ἐποίει,
しかし、注意を向けよ。 諸君の心が、この男の行ったことを見るかのようであれ。
§51καὶ διαγνώσεσθε ἄμεινον.
そうすれば、より良く判断できるであろう。
οὗτος γὰρ ἐνδὺς στολήν, μιμούμενος τὰ ἱερὰ ἐπεδείκνυε τοῖς ἀμυήτοις καὶ εἶπε τῇ φωνῇ τὰ ἀπόρρητα, τῶν δὲ θεῶν, οὓς ἡμεῖς νομίζομεν καὶ θεραπεύοντες καὶ ἁγνεύοντες θύομεν καὶ προσευχόμεθα, τούτους περιέκοψε.
この男は儀式の衣装を身にまとい、聖なる儀式を模して未入信者たちに見せつけ、口頭で秘密を語り、また、我々が信じ、崇め、身を清めて犠牲を捧げ祈りを向けている神々、その像を切り刻んだのだ。
καὶ ἐπὶ τούτοις ἱέρειαι καὶ ἱερεῖς στάντες κατηράσαντο πρὸς ἑσπέραν καὶ φοινικίδας ἀνέσεισαν, κατὰ τὸ νόμιμον τὸ παλαιὸν καὶ ἀρχαῖον.
そしてこれらの行為に対して、女祭司と祭司たちは西に向かって立ち、古くからの伝統的な慣わしに従って呪いをかけ、深紅の衣を振ったのである。
§52ὡμολόγησε δὲ οὗτος ποιῆσαι.
そして彼はこれらを行ったと認めたのだ。
ἔτι δὲ παρελθὼν τὸν νόμον ὃν ὑμεῖς ἔθεσθε, εἴργεσθαι τῶν ἱερῶν αὐτὸν ὡς ἀλιτήριον ὄντα, ταῦτα πάντα βιασάμενος εἰσελήλυθεν ἡμῶν εἰς τὴν πόλιν, καὶ ἔθυσεν ἐπὶ τῶν βωμῶν ὧν οὐκ ἐξῆν αὐτῷ καὶ ἀπήντα τοῖς ἱεροῖς περὶ ἃ ἠσέβησεν, εἰσῆλθεν εἰς τὸ Ἐλευσίνιον, ἐχερνίψατο ἐκ τῆς ἱερᾶς χέρνιβος.
さらに、諸君が定めた、不敬の罪人として彼を聖所から排除するという法律を無視し、これらすべてを犯して我々の都市に侵入し、彼に許されていない祭壇で犠牲を捧げ、自分が不敬を働いたその聖なる儀式に臨み、エレウシニオンに立ち入り、聖なる洗い水で手を清めたのだ。
τίνα χρὴ ταῦτα ἀνασχέσθαι;
誰がこのようなことを我慢できようか。
§53ποῖον φίλον, ποῖον συγγενῆ, ποῖον δημότην χρὴ τούτῳ χαρισάμενον κρύβδην φανερῶς τοῖς θεοῖς ἀπεχθέσθαι;
どのような友人、どのような親族、どのような区民が、この男に便宜を図って、密かに、あるいは公然と神々の憎しみを買うべきだというのか。
νῦν οὖν χρὴ νομίζειν τιμωρουμένους καὶ ἀπαλλαττομένους Ἀνδοκίδου τὴν πόλιν καθαίρειν καὶ ἀποδιοπομπεῖσθαι καὶ φαρμακὸν ἀποπέμπειν καὶ ἀλιτηρίου ἀπαλλάττεσθαι, ὡς ἓν τούτων οὗτός ἐστι.
それゆえ、今こそ、アンドキデスを処罰し排除することで、国家を浄化し、汚れを祓い、身代わりの生贄を送り出し、不敬の罪人から解放されるのだと考えるべきである。 なぜなら、この男はこれらの一つなのだから。
§54βούλομαι τοίνυν εἰπεῖν ἃ Διοκλῆς ὁ Ζακόρου τοῦ ἱεροφάντου, πάππος δὲ ἡμέτερος, συνεβούλευσε βουλευομένοις ὑμῖν ὅ τι δεῖ χρῆσθαι Μεγαρεῖ ἀνδρὶ ἠσεβηκότι.
さて、私は、神官ザコロスの子であり、私の祖父であるディオクレスが、不敬を働いたメガラ人男性をどのように扱うべきか諸君が討議していた際に助言したことを述べたい。
κελευόντων γὰρ ἑτέρων ἄκριτον παραχρῆμα ἀποκτεῖναι, παρῄνεσε κρῖναι τῶν ἀνθρώπων ἕνεκα, ἵνα ἀκούσαντες καὶ ἰδόντες σωφρονέστεροι οἱ ἄλλοι ὦσι, τῶν δὲ θεῶν ἕνεκα οἴκοθεν ἕκαστον, ἃ δεῖ τὸν ἀσεβοῦντα παθεῖν, αὐτὸν παρʼ ἑαυτῷ κεκρικότα εἰς τὸ δικαστήριον εἰσιέναι.
他の者たちが、裁判なしに直ちに殺すべきだと要求したのに対し、彼は、人間のためには裁判を行うよう勧告した。 他の人々がそれを聞き、見ることで、より慎み深くなるように。 しかし神々のために、不敬を働く者が受けるべき罰について、各人が家を出る前に自分自身の中で判断を下した上で法廷に入るようにと。
§55καὶ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι (ἐπίστασθε γὰρ ἃ δεῖ ποιῆσαι), μὴ ἀναπεισθῆτε ὑπὸ τούτου, φανερῶς ἔχετε αὐτὸν ἀσεβοῦντα·
そして諸君、アテナイの皆さん(諸君は何をすべきか知っているのだから)、この男に言いくるめられてはならない。 諸君は彼が明らかに不敬を働いているのを目にしているのだ。
εἴδετε, ἠκούσατε τὰ τούτου ἁμαρτήματα.
諸君は彼の過ちを見聞きしたのだ。
ἀντιβολήσει καὶ ἱκετεύσει ὑμᾶς·
彼は諸君に懇願し、哀願するであろう。
μὴ ἐλεεῖτε.
しかし、同情してはならない。
οὐ γὰρ οἱ δικαίως ἀποθνῄσκοντες ἀλλʼ οἱ ἀδίκως ἄξιοί εἰσιν ἐλεεῖσθαι.
同情に値するのは、不当に死ぬ者たちであって、正当に死ぬ者たちではないからだ。

語釈・文法注

  1. §45περὶ ἐλάττονος αὐτοὺς ἔθετο — 前置詞 `περί` +属格 + 動詞 `τίθεσθαι` の中動態の形で「〜を評価する、重んじる」という慣用表現。ここでは比較級 `ἐλάττονος` を伴い、「彼(アンドキデス)は、バトラコスが人間を恐れて気にしたよりも、神々(αὐτούς)をいっそう軽んじた」という意味をなす。
  2. §45δεῖ ἀγαπητῶς ὑφʼ ὑμῶν αὐτὸν σωθῆναι — 副詞 `ἀγαπητῶς` は「満足して、甘んじて」の意。非人称動詞 `δεῖ` を伴うこの文全体は、「彼が諸君によって救われるのを、(諸君は)大いに満足して受け入れるべきだろうか」という強い反語表現を形成している。
  3. §48ποίαν εἰσφορὰν τούτῳ ἀγαθὸν γένοιντο — 写本のテキストに破損あるいは乱れがある箇所。単数対格 `ποίαν εἰσφορὰν` に対し動詞が複数形の `γένοιντο` となっており不整合。文脈上、「(彼の財力に基づく)どのような財産税が、これによって(国家にとっての)益となったというのか」という反語的意図として解釈している。
  4. §54αὐτὸν παρʼ ἑαυτῷ κεκρικότα εἰς τὸ δικαστήριον εἰσιέναι — 対格不定詞(A.c.I.)構文。不定詞 `εἰσιέναι`(入ること)の意味上の主語として `ἕκαστον`(各人)が想定されており、それに対応して強調代名詞 `αὐτόν`(自身が)と完了分詞 `κεκρικότα`(判断した状態で)が対格で置かれている。

この箇所を引用する

リュシアス, 第六弁論 アンドキデスの瀆神行為告発 §45-55. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0540.tlg006.humanitext-grc2:45-55

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。