Humanitext Reader

卡利马科斯 · 雅典娜颂歌 §1-74

雅典娜沐浴的准备与哈里克洛的故事开端

第 1 段,共 2 段 · 希腊语

内容简介

在雅典娜神圣沐浴的仪式之际,侍女们被嘱咐要准备纯净的橄榄油和金梳子,并被严厉警告不得窥视赤裸的女神。随后,叙述者开始讲述雅典娜最钟爱的宁芙、泰瑞西阿斯的母亲哈里克洛的故事。

§1ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
所有帕拉斯的沐浴侍女们,你们全都出来吧,出来吧!
§2ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν §3τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν
我刚才听到了那些神圣的战马正在喷着鼻息,而女神也已准备好前行。
§4σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε Πελασγιάδες.
快点,金发的佩拉斯吉的女儿们,快点!
§5οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις §6πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων, §7οὐδʼ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα §8τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων, §9ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων §10λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ §11ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα §12πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
雅典娜从未清洗她那伟大的手臂,在她从战马的胁腹上拂去尘土之前,甚至当她带着沾满血污的盔甲从那些不义的土地之子那里归来时,也是如此;但首先,她将马匹的颈部从战车上解下,在大洋的泉水中洗去汗水和水滴,并清除所有凝结在它们咬着嚼子的口中的泡沫。
§13ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως §14συρίγγων ἀίω φθόγγον ὑπαξονίων, §15μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδʼ ἀλαβάστρως §16(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ) §17οἴσετε μηδὲ κάτοπτρον·
来吧,阿开亚的女儿们,不要带香油和雪花石膏瓶(我听到了车轴下轮毂呼啸的声音),沐浴的侍女们啊,不要为帕拉斯带来香油和雪花石膏瓶(因为雅典娜不喜欢调配的香脂),也不要带镜子;她的双眼总是美丽的。
ἀεὶ καλὸν ὄμμα τὸ τήνας §18οὐδʼ ὅκα τὰν Ἴδᾳ Φρὺξ ἐδίκαζεν ἔριν, §19οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος §20ἔβλεψεν δίναν ἐς διαφαινομέναν· §21οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα §22πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
即使当弗里吉亚人在伊达山裁判那场争端时,这位伟大的女神既没有看黄铜镜,也没有看西摩伊斯河那清澈的漩涡;赫拉也是如此;但塞浦路斯女神拿起明亮的青铜镜,常常把同一缕头发整理两次。
§23ἁ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως, §24οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι §25ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ λαβοῖσα §26χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
而她,在跑完两次六十个双程跑道后,就像欧罗塔斯河畔的拉刻代蒙的星辰一样,熟练地涂抹上简单的香脂,那是她自己园圃里的产物。
§27ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν §28ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
姑娘们啊,红晕升起了,就像清晨的玫瑰或石榴籽所拥有的那种色泽。
§29τῶ καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον, §30ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης· §31οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν §32πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
因此,现在也请只带纯净的橄榄油来,那是卡斯托尔和赫拉克勒斯用来涂抹身体的;也为她带一把纯金的梳子,以便她梳理她的头发,在抹匀了油而使其亮泽的卷发上。
§33ἔξιθʼ Ἀθαναία·
出来吧,雅典娜!
πάρα τοι καταθύμιος ἴλα, §34παρθενικαὶ μεγάλων παῖδες Ἀκεστοριδᾶν
一个合你心意的少女群正等待着你,那是伟大阿刻斯托耳子孙的处女女儿们。
§35ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς, §36ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον §37Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς· §38ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον §39δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα §40ᾤχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ᾠκίσατο· §41κρεῖον ὄρος· σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν §42ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες·
雅典娜啊,迪奥墨德斯的盾牌也被抬来了,因为这是阿耳戈斯人更古老的习俗,是欧墨得斯教导的,他是你所钟爱的祭司;他曾得知人们正在为他密谋死刑,便抱着你的神圣雕像逃亡,离去并定居在克雷翁山;克雷翁山;女神啊,他把你安置在陡峭的岩石中,这些岩石如今被称为帕拉提得斯。
§43ἔξιθʼ Ἀθαναία περσέπτολι, χρυσεοπήληξ, §44ἵππων καὶ σακέων ἁδομένα πατάγῳ.
出来吧,毁灭城市的、戴着金盔的雅典娜,喜爱战马和盾牌轰鸣的女神。
§45σάμερον ὑδροφόροι μὴ βάπτετε—σάμερον Ἄργος §46πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ, §47σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ᾽ς Φυσάδειαν §48ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
今天,汲水女们不要浸泡水罐——今天,阿耳戈斯啊,要从泉水里饮水,而不要从河里;今天,女仆们,你们要把水罐带到皮萨代亚或者达那俄斯的女儿阿密摩涅那里。
§49καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας §50ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων §51τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν.
因为伊纳科斯河确实将黄金和鲜花混入水中,从放牧的山峦中奔流而来,为雅典娜送来美丽的沐浴之水。
ἀλλά, Πελασγέ, §52φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
但是,佩拉斯吉人啊,小心不要在无意中看见了女王。
§53ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον, §54τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
凡是看见赤裸的、守护城市的帕拉斯的人,他看这阿耳戈斯将是最后一眼。
§55πότνἰ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι §56ταῖσδʼ ἐρέω.
尊贵的雅典娜,请你出来吧;在此期间,我要对这些女孩们说些话。
μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
故事不是我的,而是别人的。
§57παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις §58πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν, §59ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο· §60ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων §61ἢ ʼπὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι §62ἵππως, Βοιωτῶν ἔργα διερχομένα, §63ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος §64καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ· §65πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω, §66οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι §67ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ· §68ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν, §69καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.
女孩们,雅典娜曾在底比斯非常宠爱一位宁芙,远远超过她所有的同伴,那就是泰瑞西阿斯的母亲,她们从未分离;但即使当她驾驭着马匹前往古老的忒斯庇埃,或科罗内亚,或哈利亚尔托斯,穿过波奥提亚人的田野时,或者前往科罗内亚,那里她在科拉里乌斯河畔有芬芳的林地和祭坛;女神常常让她登上自己的战车,如果没有哈里克洛引路,宁芙们的闲谈或合唱舞就都不显得甜美;但即使如此,也有许多眼泪在等待着她,尽管她是深得雅典娜之心的同伴。
§70δή ποκα γὰρ πέπλων λυσαμένα περόνας §71ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ §72λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
因为有一次,她们解开了长袍的胸针,在赫利孔山那美丽流淌的马之泉中沐浴;而正午的寂静笼罩着整座山。
§73ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι, §74πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
两人都在沐浴,时间正是正午,深沉的寂静笼罩着那座山。

词汇与语法注释

  1. §3εὔτυκος ἕρπειν — εὔτυκος 是多利亚方言中 ἕτοιμος(准备好的)的等值词,支配不定式 ἕρπειν(行走、前来),意为“女神已准备好前行”。在史诗和抒情诗中,ἕρπειν 常用于表示简单的移动、行走或前来,而非其字面上的“爬行”之意。
  2. §14συρίγγων ἀίω φθόγγον ὑπαξονίων — 这里的 συρίγγων 不是指乐器(排箫),而是指战车车轮的“轴套”或“轮毂”。结合形容词 ὑπαξονίων(车轴之下的),它描绘了车轮在轴上转动时发出的尖锐呼啸声或摩擦声(被比作笛声)。
  3. §23διαθρέξασα διαύλως — διαύλως(宾格复数,多利亚方言形式,对应雅典方言的 διαύλους)是名词 δίαυλος(往返的双程折返跑)的复数。在此处作为分词 διαθρέξασα(διατρέχω“跑完”的多利亚方言不定过去时主动分词阴性单数)的同族宾语或直接宾语,强调了雅典娜如同斯巴达式的体育锻炼。
  4. §29ἄρσεν τι... ἔλαιον — 形容词 ἄρσεν(男性的,通常为 ἄρσην)修饰 ἔλαιον(橄榄油),指代纯净、无添加或天然的橄榄油。这符合雅典娜对运动型、素朴橄榄油(与男性和体育训练相关)的偏爱,而非人工调制的化妆香油(与女性相关)。
  5. §52φράζεο μὴ οὐκ ἐθέλων... ἴδῃς — 这是在祈使句 φράζεο(注意、小心)之后,由 μή 引导的表示担忧或戒备的从句。此处的 οὐκ 并不与 μή 构成双重否定,而是直接修饰分词 ἐθέλων(意为“非出于本意地”、“无意中”),而虚拟语气 ἴδῃς 则受 μή 支配。

引用这一段

卡利马科斯, 雅典娜颂歌 §1-74. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0533.tlg019.humanitext-grc3:1-74

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。