Humanitext Reader

卡利马科斯 · 阿耳忒弥斯颂歌 §1-68

阿耳忒弥斯的请求与造访库克洛普斯

第 1 段,共 4 段 · 希腊语

内容简介

本节描绘了幼年的阿耳忒弥斯向父亲宙斯提出请求,宙斯宽厚地应允并承诺赐予她城市与荣耀,随后她招募女仙伴侍并拜访了令人畏惧的库克洛普斯。

§1Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι) §2ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται §3καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι, §4ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι §5παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα §6δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
阿耳忒弥斯(因为对于歌者来说,忘记她绝非易事)我们歌颂,她以弓箭和猎兔为念,以及广阔的舞蹈和在山林中嬉戏,歌从此时始,正如当初她坐在父亲的膝头上,尚是一个幼女时,对生身之父如此说道: “爸爸,请赐予我保持永恒的贞洁,以及众多的名字,免得福玻斯与我竞争。
§7καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ. §8δὸς δʼ ἰοὺς καὶ τόξα—; ἔα, πάτερ, οὔ σε Φαρέτρην
也请赐我箭矢与弓——不,父亲,我不求你赐予矢筒,也不求巨大的弓。
§9οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς §10αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
库克洛普斯们会立刻为我打造箭镞,为我制出易于弯曲的弓。
§11ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα §12ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
但请许我手持火炬,并穿上及膝的带花边的短衣,好让我去捕杀野兽。
§13δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας, §14πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
还请给我六十个俄刻阿诺斯的女儿作舞伴,全是九岁的女童,全都还是未束腰带的孩子。
§15δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας, §16αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας §17μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
还请给我二十个阿姆尼索斯的宁芙女仙作侍女,她们要为我掌管猎靴,且当我不复射杀大山猫和鹿群时,能好好照顾我的捷犬。
§18δὸς δέ μοι οὔρεα πάντα·
并请给我所有的山峦。
πόλιν δέ μοι ἥντινα νεῖμον §19ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
至于城市,请分封给我任何一座你所中意的;因为阿耳忒弥斯极少降临城镇。
§20οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν §21μοῦνον ὅτʼ ἐξείῃσιν ὑπʼ ὠδίνεσσι γυναῖκες §22τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι
我将居于山林,只有当妇女们在分娩的剧烈阵痛中备受折磨、大声呼求拯救者时,我才与他们往来。
§23γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν, §24ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα §25μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.
摩伊赖在我降生之初,便已分派我去援助她们,因为母亲怀我孕我,并无痛苦,而是毫无辛劳地从她亲爱的肢体中将我产下。
§26ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς §27ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας, §28μέχρις ἵνα ψαύσειε.
” 女孩这样说着,想要去抚摸父亲的胡须,多次徒劳地伸出双手,极力想要触到。
πατὴρ δʼ ἐπένευσε γελάσσας, §29φῆ δὲ καταρρέζων ὅτε μοι τοιαῦτα θέαιναι §30τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης §31χωομένης ἀλέγοιμι.
父亲微笑着点头,抚摸着她说道:“当女神们为我诞下这样的孩子时,我便几乎不会去在意嫉妒之赫拉的愤怒。
φέρευ, τέκος, ὅσσʼ ἐθελημὸς §32αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
拿去吧,我的孩子,凡是你心甘情愿祈求的,且父亲还要给你更大得多的赏赐。
§33τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω, §34τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν §35εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
我要赐予你三十座城镇,而不仅是一座城楼,三十座城镇,它们将不供奉其他神明,唯独尊崇你,并被称为阿耳忒弥斯之城。
§36πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι §37μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται §38Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα.
且要在内陆与岛屿中,测量出许多城市与诸神共有;在所有的城市里,都将有阿耳忒弥斯的祭坛与圣林。
καὶ μὲν ἀγυιαῖς §39ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.
并且在街道上与港口中,你亦将成为守护者。
ὣς ὁ μὲν εἰπὼν §40μῦθον ἐπεκρήηνε καρήατι.
”他如此说罢,以首颔之,使诺言实现。
βαῖνε δὲ κούρη §41λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ· §42ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας, §43πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
女孩前行,登上林木葱郁的白色克里特山;自彼处又前往俄刻阿诺斯;她挑选了许多女仙,全是九岁的女童,全都还是未束腰带的孩子。
§44χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς, §45οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
凯拉托斯河欣喜万分,忒堤斯亦大为欢喜,因她们将女儿们送去作为勒托之女的伴侍。
§46αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε §47νήσῳ ἐνὶ Λιπάρῃ (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν §48οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο §49ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον· §50ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
随后她去寻访库克洛普斯;她在一座岛上找到了他们,那便是利帕里(利帕里是新名,当时它的名字是梅利古尼斯),在赫淮斯托斯的铁砧旁,围立在红热的铁块旁;因为一项伟大的工作正急需完成:他们正在为波塞冬打造一处供马饮水之槽。
§51αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα §52πρηόσιν Ὀσσαίοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρὺν §53φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ §54δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν §55ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα §56φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη, §57αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων §58Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει, §59εὖθʼ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων §60ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον §61ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
女仙们一见那些可怕的怪物便惊恐万状,他们好似俄萨山的峰峦,在每个人的眉毛下,单一的独眼如四层牛皮所制的盾牌一般,射出可怕的光芒;且当她们听到响彻的铁砧轰鸣,以及风箱巨大而连续的呼啸声,和巨人们沉重的呻吟;因为埃特纳在怒吼,特里纳克里亚——西卡尼人的家园也在怒吼,邻近的意大利也在怒吼,科西嘉亦发出宏大的声响回应,当他们将铁锤高举过肩,敲击着自炉中取出的沸腾的青铜或生铁,连续击打,费力辛劳之时。
§62τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι §63οὔτʼ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
因此,那些无忧无虑的俄刻阿诺斯之女们既不敢直视其面目,也无法忍受那轰鸣传入耳中。
§64οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαὶ §65οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
这并无怪:因为即使是那些早已不再年幼的众神之女,也从未在目睹他们时不寒而栗。
§66ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι, §67μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ, §68Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο
而当有哪个女孩不听母亲的话时,母亲便会召唤库克洛普斯来吓唬自己的孩子,阿耳革斯或斯忒罗珀斯;而他便从屋宇的最深处

词汇与语法注释

  1. §1ἀειδόντεσσι λαθέσθαι — 与格的 ἀειδόντεσσι(对于歌唱者而言)作为关系与格,在非人称表达 ἐλαφρόν [ἐστι](是容易的)之后,充当不定式 λαθέσθαι(忘记)的逻辑主语。
  2. §4ἄρχμενοι, ὡς ὅτε — 现在中动分词 ἄρχμενοι(开始)为复数形式,与 §2 中 ὑμνέομεν(我们歌颂)的主语一致。连词 ὡς ὅτε(正如……之时)引导比较,引入阿耳忒弥斯童年时期的叙事(§4-25)作为类比。
  3. §30τυτθόν κεν... ἀλέγοιμι — 希求法 ἀλέγοιμι 与 κεν(史诗/爱奥尼亚方言中的 ἄν)连用,表示潜在或条件句的主句(“我将几乎不在意”)。动词 ἀλέγω(在意、理会)支配属格,因此 Ἥρης χωομένης(发怒的赫拉)采用属格形式。
  4. §34τὰ μὴ θεὸν ἄλλον ἀέξειν εἴσεται — 在由关系代词 τὰ(这些城市)引导的关系从句中,将来时动词 εἴσεται(来自 οἶδα,此处意为“将知道、将学会”)支配不定式 ἀέξειν(尊崇、使繁荣),表达了一种强烈的断言,即“它们将不知道去尊崇其他神明”。

引用这一段

卡利马科斯, 阿耳忒弥斯颂歌 §1-68. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0533.tlg017.humanitext-grc3:1-68

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。