Humanitext Reader

卡利马科斯 · 阿波罗颂歌 §57-113

库雷涅的建立与嫉妒之神的退场

第 2 段,共 2 段 · 希腊语

内容简介

诗人叙述了阿波罗建立都市的宿愿、在奥尔提戈亚用角建造祭坛的神话,以及对库雷涅和卡尔奈亚节日的庇护,最后以拒绝“嫉妒”和“嘲讽”来阐明其精炼纯洁的诗学理念。

§57κτιζομένῃσʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
在它们被建立之时。 而福玻斯亲自编织起它们的基石。
§58τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε §59καλῇ ἐν Ὀρτυγίῃ περιηγέος ἐγγύθι λίμνης.
四岁时,福玻斯奠定了最初的基石,在美丽的奥尔提戈亚,在圆形湖泊的附近。
§60Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν §61Κυνθιάδων φορέεσκεν, ὁ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων.
狩猎的阿耳忒弥斯不断带回山羊的头,那些辛托斯山的山羊;而阿波罗则编织成祭坛。
§62δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν §63ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
他用角建造了地基,并立起祭坛,用角制成,并在周围绕以角墙。
§64ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
福玻斯便是这样学会了建立他最初的基石。
§65Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττῳ §66καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῷ §67δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν §68ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων.
福玻斯还将我那土地肥沃的城市指引给巴托斯,并在人们进入利比亚时化作渡鸦为他们导航,显现在奠基者的右侧示以吉兆,并誓言要赐予城墙给我们的君王;而阿波罗总是信守誓言。
§69ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι, §70πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πογλύ· §71αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.
阿波罗啊,许多人称你为“波埃德罗米奥斯”,许多人称你为“克拉里奥斯”,你的名字在四方无处不显赫;但我却称你为“卡尔奈奥斯”;这对我而言是祖传的尊称。
§72Σπάρτη τοι, Καρνεῖε, τὸ δὴ πρώτιστον ἔδεθλον, §73δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
卡尔奈奥斯啊,斯巴达确实是你最初的住所,其次是锡拉,第三便是库雷涅城。
§74ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο §75ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης §76οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίῃ, §77δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι §78θῆκε τελεσφορίην ἐπετήσιον, ᾗ ἐνὶ πολλοὶ §79ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι.
从斯巴达,俄狄浦斯的第六代子孙将你引向锡拉的海外殖民地;而从锡拉,坚毅的亚里士多德将你安置在阿斯比斯提斯的土地上,并为你建造了极美的神殿,在城中设立了每年的盛大祭仪,在其中有许多公牛倒下在它们的后臀上,噢,君王。
§80ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοὶ
伊埃,伊埃,常受祈求的卡尔奈奥斯啊!
§81ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι §82ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην, §83χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ, §84οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
你的祭坛在春天承载着五彩缤纷的花朵,多如当西风吹拂着露水时,季节女神们所带来的那些花儿一样,在冬天则承载着甘美的藏红花;而你那里总是燃着不熄之火,灰烬也从未覆盖过昨天的炭火。
§85ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς §86ἀνέρες ὠρχήσαντο μετὰ ξανθῇσι Λιβύσσαις, §87τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
确实,福玻斯大为喜悦,当那些系着艾纽奥腰带的男子们与金发的美丽利比亚妇女一同起舞,那时他们所规定的卡尔奈亚节日时刻已经来临。
§88οἱ δʼ οὔπω πηγῇσι Καρνειάδες ἤλυθον ὧραι.
然而,卡尔奈亚的节日时令还没有降临到泉水之畔。
§89Δωριέες, πυκινὴν δὲ νάπαις Ἄζιλιν ἔναιον.
那些多利安人,他们居住在树木茂密的阿吉利斯山谷中。
§90τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῇ δʼ ἐπεδείξατο νύμφῃ §91στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα §92Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
君王亲自看见了他们,并将他们指给自己那居住在树木角状的米尔图萨之上的新娘,在那里许普修斯之女击杀了那头残害欧律皮洛斯牛群的猛狮。
§93οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων, §94οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνῃ, §95μνωόμενος προτέρης ἁρπακτύος.
阿波罗从未见过比这更神圣的合唱,也没有赋予任何城市像库雷涅那样多的恩惠,记念着他昔日的劫夺。
οὐδὲ μὲν αὐτοὶ §96Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
而甚至巴托斯的子孙们也从未尊崇别的神明超过福玻斯。
§97ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο §98Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός, §99ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
我们听到“伊埃,伊埃,派埃翁”的呼喊,因为这个颂辞确实是德尔斐的人民最早为你发明的,那时你展示了你那黄金之弓的远射神技。
§100Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ, §101αἰνὸς ὄφις.
当你降临皮托时,有一头面目可憎的怪兽迎面而来,那条可怕的大蛇。
τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλῳ §102βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός, §103ἱὴ ἱὴ παιῆον, ἵει βέλος.
你将它射杀,一个接一个地射出快捷的飞矢,而人民随之高呼: “伊埃,伊埃,派埃翁,放箭吧!
εὐθύ σε μήτηρ §104γείνατʼ ἀοσσητῦρα, τὸ δʼ ἐξέτι κεῖθεν ἀείδῃ.
”你的母亲随即将你诞育为救助者,而从那时起这一曲调便被传唱。
§105ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν §106οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.
嫉妒在阿波罗耳边悄悄地说道: “我不赞赏那个连大海有多宽广就不能唱出多少歌的歌者。
§107τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν· §108Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλὰ §109λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.
” 阿波罗用脚踢开嫉妒,并这样说道: “亚述之河的洪流固然浩大,但它夹带着许多大地的泥沙,并在水中拖曳着大量的垃圾。
§110Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι Μέλισσαι, §111ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει §112πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.
” “但女祭司们并非从任何水源为得墨忒耳运送泉水,而是那清澈、无瑕、自神圣泉源中涌流出的一股细流,那最纯净的精华。
§113χαῖρε ἄναξ·
” 愿你安好,君王!
ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, ἔνθα νέοιτο.
至于嘲讽,就让它去到嫉妒所在的地方去吧。

词汇与语法注释

  1. 57κτιζομένῃσʼ — 56行中的“πολίεσσι”(都市,阴性复数与格)的现在时被动分词与格修饰语“κτιζομένῃσι”的省音式。与前文结合表示“他喜欢正在被建立的都市”。
  2. 71αὐτὰρ ἐγὼ Καρνεῖον — 动词的省略。承接69-70行中的“πολλοί σε... καλέουσι”(许多人称呼你),在此处省略了第一人称单数动词“καλέω”(我称呼),宾语为“Καρνεῖον”。
  3. 79ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον — “倒在最后的后臀上”是描写祭祀用的公牛被宰杀倒地时的惯用表达。其中“ὑστάτιον”作副词性对格,修饰倒下(πίπτουσιν)这一动作,表示最后一次、濒死之时的动作。
  4. 106ὃς οὐδʼ ὅσα πόντος ἀείδει — “连大海唱出(或包含)的那么多都不唱”。大海(πόντος)象征着无边无际的广阔与庞大。关系代词“ὅσα”引导一个比较从句,将歌者的歌量与大海的浩瀚进行对比。
  5. 112ἄκρον ἄωτον — “最纯净的精华(极佳的花朵)”,与主语“ὀλίγη λιβὰς”(一股细流)构成同位语,用以强调献给得墨忒耳(得奥)的水的高贵品质与极致纯净。

引用这一段

卡利马科斯, 阿波罗颂歌 §57-113. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0533.tlg016.humanitext-grc3:57-113

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。