Humanitext Reader

卡利马科斯 · 阿波罗颂歌 §1-56

阿波罗显现的前兆与神职赞歌

第 1 段,共 2 段 · 希腊语

内容简介

描绘阿波罗神降临神殿的前兆,呼吁青年们进行歌舞赞美,并颂扬阿波罗永恒的青春、金色武装,以及在预言、医术、牧业和城市建立等方面的多样神职。

§1οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
阿波罗的月桂树枝是何等地摇动啊!
§2οἷα δʼ ὅλον τὸ μέλαθρον·
整个神殿又是何等地摇晃!
ἑκάς, ἑκὰς ὅστις ἀλιτρός.
远去吧,远去吧,凡是有罪的人。
§3καὶ δή που τὰ θύρετρα καλῷ ποδὶ Φοῖβος ἀράσσει·
看哪,福玻斯正用他美丽的脚敲击着大门。
§4οὐχ ὁράᾳς;
你没看见吗?
ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ §5ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
德洛斯的椰子树已突然甜美地颔首,天鹅在空中美妙地歌唱。
§6αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων, §7αὐταὶ δὲ κληῖδες·
门闩啊,现在你们自己退开吧,钥匙也自己转开吧。
ὁ γὰρ θεὸς οὐκέτι μακρήν·
因为神已经不再遥远。
§8οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
青年们啊,你们要为歌唱和舞蹈做好准备。
§9ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός·
阿波罗并不会向所有人显现,而只向高尚的人显现。
§10ὅς μιν ἴδῃ, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
凡看见他的人是伟大的,未曾看见他的人是卑微的。
§11ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί.
远射之神啊,我们将瞻仰你,并且我们永不会变得卑微。
§12μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος §13τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος, §14εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι, §15ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις.
既不要让竖琴沉默,也不要让脚步无声,在福玻斯来访期间,让青年们保持着音乐,如果他们想要圆满成婚并剪去白发以至终老,并且希望城墙依然立在古老的基石之上。
§16ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός.
我赞赏这些青年,因为龟甲琴不再闲置。
§17εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῇ.
聆听阿波罗的歌声,保持肃静。
§18εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοὶ §19ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
连大海也安静下来,当歌者们赞美竖琴或弓箭,这些吕科里亚福玻斯的武器时。
§20οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ, §21ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ.
悲伤的母亲忒提斯也不再为阿喀琉斯哀哭,当她听到“伊埃·派埃翁,伊埃·派埃翁”的歌声时。
§22καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος, §23ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται, §24μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
甚至那流泪的岩石也延缓了它的痛苦,那块伫立在弗里吉亚的潮湿石块,代替了那个因悲伤而张口哭泣的妇人的忧伤大理石。
§25ἱὴ ἱὴ φθέγγεσθε·
呼喊“伊埃,伊埃”吧!
κακὸν μακάρεσσιν ἐρίζειν.
与神明竞争是灾祸。
§26ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο· §27ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
凡与神明对抗者,便是与我的国王对抗;凡与我的国王对抗者,便是与阿波罗对抗。
§28τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει, §29τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
阿波罗将尊崇合唱队,无论他们唱出什么合乎他心意的歌;因为他有此力量,既然他坐在宙斯的右侧。
§30οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει, §31ἔστι γὰρ εὔυμνος·
合唱队不会只在一天里歌颂福玻斯,因为他是充满颂歌的。
τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
谁能不轻易歌颂福玻斯呢?
§32χρύσεα τὠπόλλωνι τό τʼ. ἐνδυτὸν ἥ τʼ ἐπιπορπὶς §33ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη, §34χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.
金色的是阿波罗的衣裳和搭扣,他的竖琴、他的吕克托斯之弓和他的箭袋;他的凉鞋也是金色的,因为阿波罗富于黄金。
§35καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.
他也极为富有;你从皮托(德尔斐)便可推知。
§36καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Θοίβου §37θηλείῃσʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
而且他总是美丽的,总是年轻的;在福玻斯柔嫩的脸颊上,从未出现过哪怕一丝胡须。
§38αἱ δὲ κόμαι θυόεντα πέδῳ λείβουσιν ἔλαια· §39οὐ λίπος Ἀπόλλωνος ἀποοτάζουσιν ἔθειραι, §40ἀλλʼ αὐτὴν πανάκειαν·
他的秀发向地面滴落着芳香的油脂;从阿波罗的发丝上滴落的,不仅是油脂,而是万灵药本身。
ἐν ἄστεϊ δʼ ᾧ κεν ἐκεῖναι §41πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.
在那些露珠落地的城市里,万物都变得安然无恙。
§42τέχνῃ δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων· §43κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδὸν §44(Φοίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή), §45κείνου δὲ θριαὶ καὶ μάντιες·
在技艺上,没有谁像阿波罗那样丰沛;他拥有射手,他拥有歌者(因为弓箭和歌唱都托付给了福玻斯),预言的占卜和先知也属于他。
ἐκ δέ νυ Φοίβου §46ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
从福玻斯那里医生们学到了延迟死亡的方法。
§47Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου, §48ἐξότʼ ἐπʼ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους §49ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
自那时起,我们便称福玻斯为“诺米奥斯”(牧神),自他因对年轻阿德墨托斯的爱火所烧,而在安普里索斯河畔饲养套着轭的马匹之时起。
§50ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες §51δεύοιντο βρεφέων ἐπιμηλάδες ᾗδιν Ἀπόλλων §52βοσκομένῃσʼ ὀφθαλμὸν ἐπήγαγεν·
牛群会轻易地繁殖增多,山羊也不会缺少幼崽,在阿波罗向放牧的它们投去目光的地方。
οὐδʼ ἀγάλακτες §53οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι, §54ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
既不会有无奶的母羊,也不会有不育的母羊,所有的母羊都会怀胎,哪怕是只生单胎的也会立刻生下双胞胎。
§55Φοίβῳ δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο §56ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
追随着福玻斯,人们勘测并划分了城市;因为福玻斯总是乐于见到城市的建立。

词汇与语法注释

  1. §1οἷον — 引入感叹句的宾格中性单数副词用法,意为“何等……”、“多么……”。
  2. §13ἔχειν — 用于表示命令或愿望的不定式(命令不定式),以宾格的 "τοὺς παῖδας" 为主语,表示“让青年们不要保持……(即不要让琴声沉默)”的命令语气。
  3. §24χανούσης — 动词 "χαίνω"(张口、打哈欠)的第二不定过去时主动分词属格阴性单数,生动地描绘了化为石头后依然张口痛哭哀悼的尼俄柏的形象。
  4. §41ἐγένοντο — 经验不定过去时(gnomic aorist)用法,与关系从句中的 "κεν" 连用,表示普遍真理或反复发生的事实(“每当……便会变为……”)。
  5. §51ᾗδιν — 被解释为 "ᾗ δ᾽ ἵν᾽"(而就在那里)的缩略/方言形式,或者是 "ᾗ δὴ"(确实在那里)的变体。以关系副词 "ᾗ"(在那里)为核心,指代阿波罗恩泽所及之处。

引用这一段

卡利马科斯, 阿波罗颂歌 §1-56. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0533.tlg016.humanitext-grc3:1-56

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。