§1.18καὶ ἐγένετο ἄμα τῷ ἀνοῖξαι τὰς θύρας, ἐπιβλέψας ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν φωνῇ μεγάλῃ Μέγας εἶ, Βήλ, καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἰς.
门一打开,国王向供桌上一看,就大声喊着说:“贝尔啊,你是伟大的,在你毫无虚假,连一个也没有!
§1.19καὶ ἐγέλασεν Δανιὴλ, καὶ ἐκράτησεν τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω, καὶ εἶπ εν Ἴδε δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα.
” 但以理却笑了,他拦住国王不让他进去,说:“请看这地板,认一认这些是谁的脚印。
§1.20καὶ εἶπεν ὁ βασιλεύς Ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ § γυναικῶν καὶ παιδίων.
” 国王说:“我看见了男人、§ 女人和小孩子的脚印。
§1.21καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας δι ὅν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ.
” 国王大怒,于是逮捕了祭司、他们的妻子和儿女,他们就把自己平日进来吃尽供桌上之物的秘密门户指给他看。
§1.22καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεύς, καὶ ἔδωκεν τὸν Βήλ ἔκδοτον τῷ Δανιὴλ· καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.
国王便杀了他们,把贝尔交给了但以理;但以理毁坏了它和它的神庙。
§1.23Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.
那里有一条大龙,巴比伦人敬拜它。
§1.24καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ Οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν· καὶ προσκύνησον αὐτῷ.
国王对但以理说:“你不能说这不是一位活神了,所以你要敬拜它。
§1.25καὶ εἶπεν Δανιὴλ Κυρίῳ τῷ θεῷ μου προσκυνήσω, ὅτι· οὗτός ἐστιν θεὸς ζῶν·
” 但以理说:“我必敬拜主我的神,因为他才是活神。
§1.26οὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου.
大王啊,请给我权柄,我不用刀剑和棍棒,就能杀死这条龙。
καὶ εἶπεν ὁ βασιλεύς Δίδωμί σοι.
”国王说:“我给你。
§1.27καὶ ἔλαβεν Δανιὴλ πίσσαν καὶ στῆρ καὶ τρίχας, καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας, καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος·
” 于是但以理拿了沥青、油脂和毛发,把它们放在一起煮,做成面团,塞进龙的嘴里。
καὶ φαγὼν διερράγη ὁ δράκων.
龙吃下去就裂开死了。
καὶ εἶπεν Ἵδετε τὰ σεβάσματα ὑμῶν.
但以理说:“看哪,这就是你们所敬拜的。
§1.28καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν Ἰουδαῖος γέγονεν ὁ βασιλεύς·
” 巴比伦人听见这事,就极其愤怒,联合起来反对国王,说:“国王变成犹太人了!
τὸν Βὴλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν, καὶ τοὺς ἱερεῖς κατέσφαξεν.
他推倒了贝尔,杀死了龙,还屠杀了祭司。
§1.29καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα ΙΙαράδος ἡμῖν τὸν Δανιὴλ· εἰ δὲ μή, ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου.
” 他们来到国王面前说:“把但以理交给我们,否则我们就要杀死你和你的全家。
§1.30καὶ ἴδεν ὁ βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα, καὶ ἀναγκασθεὶς παρέδωκεν αὐτοῖς τὸν Δανιὴλ.
” 国王见他们逼得紧,在逼迫之下,只好把但以理交给了他们。
§1.31οἱ δὲ ἔβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἔξ.
他们就把他扔进狮子坑里,他在那里待了六天。
§1.32ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδετο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόθη αὐτοῖς, ἵνα καταφάγωσιν τὸν Δανιὴλ.
坑里有七只狮子,每天给它们喂两个尸体和两只羊;但那时什么也没给它们,好让它们吃掉但以理。
§1.33καὶ ἦν Ἁμβακοὺμ ὁ προφήτης ἐν τῇ Ἰουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην, καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς.
那时在犹大有先知哈巴谷,他熬了汤,把饼掰碎在盆里,正往田里去,要送给收割庄稼的人。
§1.34καὶ εἶπεν ἅγγελος Κυρίου τῷ Ἁμβακούμ Ἀπένεγκε τὸ ἄριστον ὁ ἔχεις εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων.
主的使使者对哈巴谷说:“把你所拥有的这顿饭送到巴比伦去,给在狮子坑里的但以理。
§1.35καὶ εἶπεν Ἁμβακούμ Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα, καὶ τὸν λάκκον οὐ γινώσκω.
” 哈巴谷说:“主啊,我从未见过巴比伦,也不认识那个坑。
§1.36καὶ ἐπελάβετο ὁ ἄγγελος Κυρίου τῆς κορυφῆς αὐτοῦ, καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου, ἐν τῷ ῥοίζῳ τοῦ
” 主的使者便提着他的头顶,揪着他头上的头发,把他带到巴比伦那坑的上方,放在他灵的疾风之中。