§5.1Ἔκδυσαι, Ἰερουσαλήμ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεως σου, καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρά τοῦ θεοῦ δόξης εἰς τὸν αἰῶνα.
耶路撒冷啊,脱去你忧伤和受苦的衣服,永远穿上从神而来的荣美。
§5.2περιβαλοῦ τὴν διπλοίδα τῆς παρά τοῦ θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν σου τῆς δόξης τοῦ αἰωνίου.
披上从神而来的公义外袍,将永恒主荣耀的冠冕戴在你的头上。
§5.3ὁ γὰρ θεὸς δείξει τῇ ὑπʼ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα.
因为神要向普天之下显示你的光辉。
§5.4κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ θεοῦ εἰς τὸν αἰῶνα, εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβίας.
因为神要永远赐给你名字,叫作“公义的和平”与“敬虔的荣耀”。
§5.5ἀνάστηθι, Ἰερουσαλήμ, καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ, καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἴδε σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ όήματι τοῦ ἁγίου, χαίροντας τῇ τοῦ θεοῦ μνείᾳ.
耶路撒冷啊,起来,站在高处,向东观看,并看着你的儿女们,他们奉圣者的命令,从日落的西方到东方聚集,因蒙神的记念而欢喜。
§5.6ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ αὐτοὺς ὁ θεὸς πρὸς σέ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας.
因为他们曾被仇敌押解,徒步离开你;但神要将他们带回你身边,他们被荣耀地抬着,如同坐在王座上一般。
§5.7συνέταξεν γὰρ ὁ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλόν, καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς· ἴνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῆ τοῦ θεοῦ δόξῃ.
因为神已下令,要将一切高山和恒久的丘陵削平,并将深谷填满,使地面平整,好让以色列在神的荣耀中安全前行。
§5.8ἐσκίασαν δέ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ἰσραὴλ προστάγματι τοῦ θεοῦ.
林木和一切香木,也都奉神的命令,为以色列遮荫。
§5.9ἡγήσεται γὰρ ὁ θεὸς Ἰσραὴλ μετʼ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρʼ αὐτοῦ.
因为神必在欢喜中,以祂荣耀的光芒,伴随着从祂而来的慈爱与公义,亲自引导以色列。