§1.1ΛΗΜΜΑ λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν.
耶和华的话语通过使者的手传给以色列的默示。 你们务要将这事放在心上。
§1.2Ἠγάπησα ὑμᾶς, λέγει Κύριος·
“我爱了你们,”主说。
καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς;
而你们却说:“你在什么事上爱了我们呢?
οὐκ ἀδελφὸς ἦν Ἠσαὺ τοῦ Ἰακώβ;
”“以扫难道不是雅各的兄弟吗?
λέγει Κύριος· καὶ ἠγάπησα τὸν Ἰακώβ, §1.3τὸν δὲ Ἠσαὺ ἐμίσησα, καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου.
”主说,“然而我爱了雅各,却恨恶以扫,使他的地界荒凉,把他的产业变为旷野的礼物。
§1.4διότι ἐρεῖ Ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους.
” 因为以东会说:“我们被毁坏了,但让我们回去重建荒凉之地吧。
τάδε λέγει Κύριος Παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ καταστρέψω·
”全能的主如此说:“他们建,我却拆毁。
καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς ἐφʼ ὃν παρατέτακται Κύριος ἕως αἰῶνος.
他们将被称作不法之境,以及主永远与之对阵的子民。
§1.5καὶ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε Ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ἰσραήλ.
” 你们的眼睛必看见,你们必说:“愿主在以色列的境界之外被尊为大。
§1.6Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ.
” “儿子尊敬父亲,仆人敬畏主人。
καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου;
我既为父亲,我的荣耀在哪里呢?
καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου;
我既为主人,敬畏我的心在哪里呢?
λέγει Κύριος Παντοκράτωρ.
”全能的主说。
ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου, καὶ εἴπατε Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου;
“你们这些轻视我名的祭司啊! 你们却说:‘我们在什么事上轻视了你的名呢?
§1.7προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους.
’ 因为你们在我的坛上献上污秽的食物。
καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς;
你们却说:‘我们在什么事上污秽了它们呢?
ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἠλισγημένη ἐστίν, καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώσατε.
’因你们说:‘主的桌子是污秽的’,并且轻视了其上所陈设的。
§1.8διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν;
因为如果你们献上瞎眼的为祭物,这不是恶吗?
καὶ ἐὰν προσαγάγητε χωλὸν ἤ ἄρρωστον, οὐ κακόν;
如果你们献上瘸腿的或有病的,这不是恶吗?
προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήμψεται πρόσωπόν σου, λέγει Κύριος Παντοκράτωρ.
请把它献给你的省长吧,他会悦纳你吗? 他会宽待你吗? 全能的主说。
§1.9καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσαωπον τοῦ θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ·
现在,求你们抚慰你们神的脸面,求他怜悯。
ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα· εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν;
这些事既然是经你们的手做的,我难道还会从你们中间宽待你们吗?
λέγει Κύριος Παντοκράτωρ.
全能的主说。
§1.10διότι καὶ ἐν ὑμῖν συνκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν·
因为即使在你们中间,门也必被关闭,我的坛也不白白点火。
οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος Παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν.
我并不喜悦你们,全能的主说,我也不从你们手中收纳祭物。
§1.11διότι ἀπ᾿ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, §λέγει Κύριος Γαντοκράτωρ.
因为从日出之地到日落之处,我的名在万国中已被尊为大。 在遍地,都有人奉我的名烧香,献上洁净的供物;因为我的名在万国中是伟大的,§全能的主说。
§1.12ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέλ γειν ὑμᾶς Γράπεζα Κυρίου ἠλισγημένη ἐστίν, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ.
你们却亵渎它,因你们说:‘主的桌子是污秽的’,而陈设在上面的,即它的食物,已被轻视了。
§1.13καὶ εἵπατε Γαῦτα ἐκ κακοπαθίας ἐστίν.
你们又说:‘这些事都是出于劳苦。
καὶ ἐξεφύσησα αὐτά, λέγει Κύριος Ιαντοκράτωρ.
’我就嗤之以鼻,全能的主说。
καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα·
你们把抢夺来的、瘸腿的、有病的牵来。
καὶ ἐὰν φέρητε τὴν θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν;
如果你们献上这样的祭物,我岂能从你们手中收纳它呢?
λέγει Κύριος Ιαντοκράτωρ.
全能的主说。
§1.14καὶ ἐπικατάρατος ὸς ἦν δυνατός, καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ εὐχὴ αὐτοῦ ἐπʼ αὐτῷ, καὶ θύει διεφθαρμένον τῷ κυρίῳ·
那有能力、群中有公羊、许了愿却用有残疾的献给主的人,是可咒诅的。
διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος Ιαντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανές ἐν τοῖς ἔθνεσιν.
因为我是大君王,全能的主说,我的名在万国中是令人敬畏的。