Humanitext Reader

七十士译本 · 约拿书 §1.1-1.16

约拿违命逃亡与被投大海

第 1 段,共 4 段 · 希腊语

内容简介

约拿违背耶和华的命令企图逃往他施,途中遭遇大风暴。他向水手们坦白自己是灾祸的根源,随后被投入海中以平息风浪。

§1.1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθεὶ λέγων, §1.2ʼἈνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.
耶和华的话临到亚米太的儿子约拿说: “起来,往尼尼微那大城去,向其中宣告,因为他们的恶声已达到我面前。
§1.3καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου, καὶ κατέβη εἰς Ἰόππην·
” 约拿却起来,要躲避耶和华的面逃往他施。
καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσείς, καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετʼ αὐτῶν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου.
他下到约帕,遇见一只船要往他施去;他付了船费,就上船,要与他们同往他施去,躲避耶和华的面前。
§1.4Καὶ Κύριος ἐξήγειρεν πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι.
然而耶和华使海上狂风大作,海中就起了大风暴,甚至船几乎要破裂。
§1.5καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸν θεὸν αὐτοῦ, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν, τοῦ κουφισθῆναι ἀπʼ αὐτῶν·
水手们便惧怕,各人哀求自己的神。 他们把船上的货物抛在海里,为要减轻船的重量。
Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου, καὶ ἐκάθευδεν καὶ ἔρεγχεν.
约拿却已下到船舱,躺下沉睡,并且打鼾。
§1.6καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις;
船长来到他那里,对他说:“你为什么还在打鼾?
ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.
起来,呼求你的神! 或者神会顾念我们,使我们不致灭亡。
§1.7καὶ εἶπευ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν.
” 他们彼此说:“来吧,我们来抽签,看看这灾祸临到我们是因谁的缘故。
καὶ ἔβαλον κλήρους. καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.
”于是他们抽签,签落在了约拿身上。
§1.8καὶ εἶπον πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν τίς σου ἡ ἐργασία ἐστίν, καὶ πόθεν ἔρχῃ.
他们便对他说:“请告诉我们,你的职业是什么? 你从哪里来?
καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ;
你是什么国家的人? 属于哪个民族?
§1.9καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος Κυρίου ἐγὼ εἰμι, καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγῶ σέβομαι, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν.
” 他对他们说:“我是耶和华的仆人,我敬畏创造沧海旱地的天上的主神。
§1.10καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας;
” 那些人就大大惧怕,对他说:“你为什么做了这事呢?
διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.
”因为那些人知道他是躲避耶和华的面前,因他已经告诉了他们。
§1.11καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ἡμῶν;
他们又问他说:“我们当向你怎样行,使海浪平息呢?
ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα.
”因为海浪越发翻腾起来。
§1.12καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφʼ ὑμᾶς ἐστίν.
他对他们说:“你们把我抬起来,投在海里,海就会为你们平息;因为我知道,这大风暴临到你们是由于我的缘故。
§1.13καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν, καὶ οὐκ ἡδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπʼ αὐτούς.
” 然而那些人竭力划桨,想要把船靠岸,却是不行,因为海浪越发向他们翻腾。
§1.14καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν Μηδαμῶς, Κύριε· μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφʼ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας.
他们遂哀求耶和华说:“耶和华啊,我们恳求你,不要因这人的性命使我们灭亡,不要使无辜人的血归到我们身上;因为你,耶和华,是随自己的意旨行事。
§1.15καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.
” 他们就把约拿抬起来,投在海里,海的狂浪就平息了。
§1.16καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον, καὶ ἔθυσαν θυσίας τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.
那些人就大大敬畏耶和华,向耶和华献祭,并且许愿。

词汇与语法注释

  1. §1.3τοῦ φυγεῖν — 表示目的的带冠词属格不定式。这是七十士译本语法的一个显著特征(希伯来语式文体),用于翻译前接介词 lě 的希伯来语构造不定式。本节后半部分的 τοῦ πλεῦσαι 亦同此理。
  2. §1.10ἦν φεύγων — 由系动词 ἦν(εἰμί 的未完成过去时第三人称单数)与现在主动分词 φεύγων 结合而成的迂回式动词变化(periphrastic conjugation)。与简单的过去时相比,它更强调当时逃跑行为的持续或进行状态。
  3. §1.10ὅτι ἀπήγγειλεν — 本节中出现了两个 ὅπως。第一个 ὅτι(ὅτι ἐκ προσώπου...)引导名词从句,作动词 ἔγνωσαν 的宾语(“知道……这件事”);而第二个 ὅτι(ὅτι ἀπήγγειλεν...)则引导原因状语从句(“因为……告诉了”),解释了他们是如何知道这一事实的。

引用这一段

七十士译本, 约拿书 §1.1-1.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg041.humanitext-grc1:1.1-1.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。