§1.1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθεὶ λέγων, §1.2ʼἈνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.
そして主の言葉がアミタイの子ヨナに臨んで言った、「起きて、あの大きな都ニネヴェに行き、その都に向かって叫べ。 彼らの悪の叫びが私の前に上ってきたからである。
§1.3καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου, καὶ κατέβη εἰς Ἰόππην·
」しかしヨナは、主の御前からタルシシュへ逃れようとして立ち上がった。
καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσείς, καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετʼ αὐτῶν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου.
そしてヨッパに下り、タルシシュへ行く船を見つけると、運賃を払って、主の御前から彼らと共にタルシシュへ航海するために船に乗り込んだ。
§1.4Καὶ Κύριος ἐξήγειρεν πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι.
すると主は海の上に風を呼び起こされた。 そのため海に大暴風が起こり、船は破砕されそうになった。
§1.5καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸν θεὸν αὐτοῦ, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν, τοῦ κουφισθῆναι ἀπʼ αὐτῶν·
船乗りたちは恐れ、それぞれ自分の神に向かって叫び、船を軽くするために船の中の器具を海へ投げ捨てた。
Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου, καὶ ἐκάθευδεν καὶ ἔρεγχεν.
しかしヨナは船の底へと下り、横になって深く眠り込んでいびきをかいていた。
§1.6καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις;
船長が彼のところにやって来て言った。 「なぜいびきをかいて寝ているのか。
ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.
起きて、お前の神に祈れ。 神が我々を救い出して、滅びないようにしてくださるかもしれない。
§1.7καὶ εἶπευ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν.
」また、人々は互いに言った。 「さあ、くじを引いて、この災いが誰のせいで我々に降りかかっているのか突き止めよう。
καὶ ἔβαλον κλήρους. καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.
」彼らがくじを引くと、くじはヨナに当たった。
§1.8καὶ εἶπον πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν τίς σου ἡ ἐργασία ἐστίν, καὶ πόθεν ἔρχῃ.
そこで人々は彼に言った。 「我々に告げてくれ。 お前の職業は何で、どこから来たのか。
καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ;
どこの国のもので、どの民族の出身なのか。
§1.9καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος Κυρίου ἐγὼ εἰμι, καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγῶ σέβομαι, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν.
」彼は彼らに言った。 「私は主の僕であり、海と陸とを造られた天の主なる神を崇めている。
§1.10καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας;
」人々は非常に恐れて彼に言った。 「なぜこのようなことをしたのか。
διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.
」それは、彼が主の御前から逃げている最中であることを、彼らが知ったからであった。 彼が彼らに告げたからである。
§1.11καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ἡμῶν;
彼らはヨナに言った。 「海が我々に対して静まるために、我々はお前に何をすべきか。
ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα.
」海はいよいよ荒れ狂い、嵐を募らせていたからである。
§1.12καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ὑμῶν·
ヨナは彼らに言った。 「私を持ち上げて海に投げ込みなさい。 そうすれば、海はお前たちのために静まるだろう。
διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφʼ ὑμᾶς ἐστίν.
この大嵐がお前たちを襲っているのは、私のせいであることを私は知っているからだ。
§1.13καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν, καὶ οὐκ ἡδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπʼ αὐτούς.
」人々は陸に引き返そうと力尽くで漕いだが、できなかった。 海は彼らに向かっていよいよ荒れ狂ったからである。
§1.14καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν Μηδαμῶς, Κύριε·
そこで、彼らは主に向かって叫んで言った。
μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφʼ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας.
「ああ、主よ、どうかこの男の命のゆえに我々を滅ぼさないでください。 無実の血の責任を我々に負わせないでください。 主よ、あなたは御心に適うように行われたのですから。
§1.15καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.
」人々はヨナを抱えて海に投げ込んだ。 すると、海はその荒れ狂う激しさから静まった。
§1.16καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον, καὶ ἔθυσαν θυσίας τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.
人々は主を大いに恐れ、主にいけにえを捧げ、誓いを立てた。