Humanitext Reader

七十士译本 · 俄巴底亚书 §1.1-1.21

预言以东的毁灭与锡安山的复兴

第 1 段,共 1 段 · 希腊语

内容简介

神严厉谴责以东(以扫)的狂傲及其对兄弟雅各(以色列)遭难时的落井下石,预言以东必遭毁灭,而以色列必在锡安山得蒙拯救并重新承受产业。

§1.1Τάδε λέγει Κύριος ὁ θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπʼ αὐτὴν εἰς πόλεμον.
主神对以土买如此说:“我从主那里听到了消息,他派使者到万国中去说:‘起来吧,让我们起来向她宣战。
§1.2ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα·
’” “看哪,我使你在万国中成为微小的,你被极其藐视。
§1.3ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν· ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ Τίς με κατάξει ἐπὶ τὴν γῆν;
” “你心中的狂傲欺骗了你,你这住在岩石穴中、高筑居所、心里说‘谁能把我拉下地去’的人哪。
§1.4ἐὰν μετεωρισθῇς ὡς ἀετός, καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.
” “你虽如鹰高飞,虽在星宿之间搭窝,我必从那里拉你下来。 ”这是主说的。
§1.5εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός, ποῦ ἂν ἀπερρίφης;
“若有盗贼来到你这里,或强盗夜间临到,你将如何被毁灭!
οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς;
他们岂不只偷窃自己所需的吗?
καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδας;
若有摘葡萄的来到你这里,岂不留下些剩下的葡萄吗?
§1.6πῶς ἐξηρευνήθη Ἠσοὺ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκριυμμένα.
” “以扫如何被搜寻,他隐藏的宝物如何被掠夺!
§1.7ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι, ἡδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστιν σύνεσις αὐτοῖς.
” “他们把你赶到边界;所有与你立约的人都反对你,与你和好的打败了你,在你脚下设下陷阱;他们毫无聪明。
§1.8ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἠσού·
” 主说:“到那日,我必从以土买灭绝聪明人,从以扫山灭绝聪明。
§1.9καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμάν, ὅπαως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἠσαύ·
” “提曼的勇士啊,你们必惊惶,以致以扫山的人尽都消灭。
§1.10διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν ἀδελφοῦ σου Ἰακὼβ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα.
” “因你对兄弟雅各的杀戮和暴行,羞愧必遮盖你,你必永远被消灭。
§1.11Ἀφʼ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἰερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἧς ὡς εἷς ἐξ αὐτῶν.
” “当你站在对面的那日,在外邦人掠夺他的财物、外人进入他的城门、为耶路撒冷拈阄的日子,你竟也像他们中的一个。
§1.12καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῆς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλίας αὐτῶν, καὶ μὴ μεγαλορημονῆς ἐν ἡμέρᾳ θλίψεως·
” “在兄弟遭难的日子,在外人遭灾的日子,你不要冷眼旁观;在犹大子民灭亡的日子,你不要幸灾乐祸;在他们遭难的日子,你不要说狂妄的话。
§1.13μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδέ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτάων ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, μηδἐ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλίας αὐτῶν·
” “在他们遭难的日子,你不要进我百姓的城门;在他们毁灭的日子,你不要看着他们受苦;在他们灭亡的日子,你不要伸手抢夺他们的财物。
§1.14μηδὲ ἐπιστῆς ἐπὶ τὰς διεκβολὰς αὐτοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασωζομένους αὐτοῦ, μηδέ συγκλείσῃς τοὺς φεύγοντας αὐτοῦ ἐν ἡμέρᾳ θλίψεως.
” “不要站在路口剪除他们逃脱的人;在遭难的日子,不要交付他们剩下的人。
§1.15διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου·
” “因为主的日子临近万国;你怎样行,他也必照样向你行,你的报应必归到你自己的头上。
§1.16διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται καὶ καταβήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες.
” “因为你们怎样在我圣山上喝了酒,万国也必照样常常地喝;他们要喝,且要吞下,他们就归于无有,如同未曾存在过一样。
§1.17Ἐν δὲ τῷ ὄρει Σειὼν ἔσται σωτηρία, καὶ ἔσται ἅγιονʼ καὶ κατακληρονομήσουσιν ὁ οἵκος Ἰακὼβ τοὺς κατακληρονομήσαντας αὐτούς.
” “但在锡安山必有拯救,那里必成为圣洁;雅各家必承受那些原承受他们产业之人的产业。
§1.18καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, ὁ δὲ οἶκος Ἰωσὴφ φλόξ, ὁ δὲ οἶκος Ἠσαύ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ Ἠσαύ, διότι Κύριος ἐλάλησεν.
” “雅各家必为大火,约瑟家必为火焰,以扫家必为碎秸;火必在他们中间烧起,将他们吞灭。 以扫家必无幸存者,因为主已经说了。
§1.19καὶ κατακληρονομήσουσιν οἱ ἐν Νάγεβ τὸ ὄρος τὸ Ἠσαύ, καὶ οἱ ἐν τῇ Σεφηλὰ τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσιν τὸ ὄρος Ἐφράιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμεὶν καὶ τὴν Γαλααδεῖτιν.
” “内盖夫的人必承受以扫山,谢非拉的人必承受外邦人之地;他们必承受以法莲山和撒玛利亚平原,便雅悯必承受吉列。
§1.20καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη· τοῖς υἱοῖς Ἰσραήλ, γῆ τῶν Χαναναίων ἕως Σαρέπτων, καὶ ἡ μετοικεσία Ἰερουσαλὴμ ἕως Ἐφράθα· κληρονομήσουσιν τὰς πόλεις τοῦ Νάγεβ.
” “这被掳之人的起初:以色列子民必承受迦南人的地,直到撒勒法;耶路撒冷被掳的人必承受直到以法他,他们必承受内盖夫的城邑。
§1.21καὶ ἀναβήσονται ἀνασωζόμενοι ἐξ ὄρους Σειὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος Ἠσαύ, καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία.
” “必有蒙拯救的人上到锡安山,审判以扫山,国度就归于主了。 ”

词汇与语法注释

  1. 1.1περιοχὴν — 该词在希腊语中通常意为“包围”或“区域”,但在此处是用以翻译希伯来语的 ṣîr(使者、使节)。
  2. 1.3ὑψῶν ... λέγων — 此二词为主格单数阳性分词,但在语法上修饰前面作宾格的“住在岩穴中的人”(κατασκηνοῦντα,宾格),此处出现了格的不一致(破格句法)。
  3. 1.5ποῦ ἂν ἀπερρίφης; — 此疑问句带小词 ἄν 和直说过去时被动语态,表示与过去相反的虚拟语气:“你会被抛弃到何处呢?”(意即“你将何等毁灭!”)。
  4. 1.12μὴ ἐπίδῃς — 否定词 μή 后接第二人称单数虚拟过去时,表示强烈的禁止(“切勿冷眼旁观”)。
  5. 1.16καταβήσονται — 意为“他们将下去/下沉”,此译法可能是将希伯来语中意为“吞下”或“东倒西歪”的词误读或特定转译的结果。
  6. 1.18πυροφόρος — 字面意思是“持火者”,但在本语境中对应希伯来语的 śārîd(幸存者),用作表示“生存者”或“残存者”。
  7. 1.20ἡ ἀρχὴ αὕτη — 名词 ἀρχή(通常意为“开始”或“首领”)在此处指被掳之人的“首批队伍”或“主要群体”。

引用这一段

七十士译本, 俄巴底亚书 §1.1-1.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg040.humanitext-grc1:1.1-1.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。