§2.30.6ἐπὶ τούτου βασιλεύοντος Ἀθηνᾶν καὶ Ποσειδῶνα ἀμφισβητῆσαι λέγουσι περὶ τῆς χώρας, ἀμφισβητήσαντας δὲ ἔχειν ἐν κοινῷ· προστάξαι γὰρ οὕτω Δία σφίσι.
人们说,在此人统治期间,雅典娜和波塞冬曾为这片土地发生争执,争执之后共同拥有了它;因为宙斯向他们下达了这样的命令。
καὶ διὰ τοῦτο Ἀθηνᾶν τε σέβουσι Πολιάδα καὶ Σθενιάδα ὀνομάζοντες τὴν αὐτὴν καὶ Ποσειδῶνα Βασιλέα ἐπίκλησιν· καὶ δὴ καὶ νόμισμα αὐτοῖς τὸ ἀρχαῖον ἐπίσημα ἔχει τρίαιναν καὶ Ἀθηνᾶς πρόσωπον.
因此,他们既崇敬雅典娜,将同一位女神称为“波利亚斯”和“斯忒尼亚斯”,又以“巴塞勒斯”的称号崇敬波塞冬;而且,他们古老的钱币上还刻有三叉戟和雅典娜面庞的印记。
§2.30.7μετὰ δὲ Ἄλθηπον Σάρων ἐβασίλευσεν.
在阿尔特波斯之后,萨隆继承了王位。
ἔλεγον δὲ ὅτι οὗτος τῇ Σαρωνίδι τὸ ἱερὸν Ἀρτέμιδι ᾠκοδόμησεν ἐπὶ θαλάσσῃ τελματώδει καὶ ἐπιπολῆς μᾶλλον, ὥστε καὶ Φοιβαία λίμνη διὰ τοῦτο ἐκαλεῖτο.
人们说,此人曾为萨罗尼斯的阿耳忒弥斯在沼泽遍布且水深较浅的海边建造了神殿,因此该地也被称为波伊拜亚湖。
Σάρωνα δὲ—θηρεύειν γὰρ δὴ μάλιστα ᾕρητο—κατέλαβεν ἔλαφον διώκοντα ἐς θάλασσαν συνεσπεσεῖν φευγούσῃ·
但是萨隆——因为他极其热爱狩猎——在追赶一只牝鹿时,随同逃跑的牝鹿一同坠入了海中。
καὶ ἥ τε ἔλαφος ἐνήχετο ἀπωτέρω τῆς γῆς καὶ ὁ Σάρων εἴχετο τῆς ἄγρας, ἐς ὃ ὑπὸ προθυμίας ἀφίκετο ἐς τὸ πέλαγος· ἤδη δὲ κάμνοντα αὐτὸν καὶ ὑπὸ τῶν κυμάτων κατακλυζόμενον ἐπέλαβε τὸ χρεών.
牝鹿向远离陆地的深处游去,萨隆执着于猎物,最终因过于热切而进入了外海;在他已经精疲力竭并被波涛吞没时,命运夺去了他的生命。
ἐκπεσόντα δὲ τὸν νεκρὸν κατὰ τὴν· Φοιβαίαν λίμνην ἐς τὸ ἄλσος τῆς Ἀρτέμιδος ἐντὸς τοῦ ἱεροῦ περιβόλου θάπτουσι, καὶ λίμνην ἀπὸ τούτου Σαρωνίδα τὴν ταύτῃ θάλασσαν καλοῦσιν ἀντὶ Φοιβαίας.
人们将他冲上波伊拜亚湖岸的尸体,埋葬在圣域围墙内的阿耳忒弥斯神圣树林中,并以此将这一带的海域改称为萨罗尼斯湖,以代替波伊拜亚。
§2.30.8τοὺς δὲ ὕστερον βασιλεύσαντας οὐκ ἴσασιν ἄχρι Ὑπέρητος καὶ Ἄνθα· τούτους δὲ εἶναι Ποσειδῶνος καὶ Ἀλκυόνης Ἄτλαντος θυγατρός, καὶ πόλεις αὐτοὺς ἐν τῇ χώρᾳ φασὶν Ὑπέρειάν τε καὶ Ἄνθειαν οἰκίσαι·
至于后来统治的人,直到许佩雷斯和安塔斯,人们便不得而知了;据说他们是波塞冬与阿特拉斯之女阿尔库俄涅的儿子,并在这片土地上建立了许佩雷亚和安忒亚两座城市。
Ἀέτιον δὲ τὸν Ἄνθα τοῦ πατρὸς καὶ τοῦ θείου παραλαβόντα τὴν ἀρχὴν τὴν ἑτέραν τῶν πόλεων Ποσειδωνιάδα ὀνομάσαι.
而安塔斯之子埃提奥斯从父亲和叔父处继承了统治,将其中一座城市命名为波塞冬尼亚。
Τροίζηνος δὲ καὶ Πιτθέως παρὰ Ἀέτιον ἐλθόντων βασιλεῖς μὲν τρεῖς ἀντὶ ἑνὸς ἐγένοντο, ἴσχυον δὲ οἱ παῖδες μᾶλλον οἱ Πέλοπος.
然而,当特罗伊曾和匹特乌斯来到埃提奥斯那里时,王由一人变成了三人,但珀罗普斯的儿子们掌握了更大的权力。
§2.30.9σημεῖον δέ· ἀποθανόντος γὰρ Τροίζηνος Πιτθεὺς ἐς τὴν νῦν πόλιν συναγαγὼν τοὺς ἀνθρώπους ὠνόμασεν ἀπὸ τοῦ ἀδελφοῦ Τροίζηνα, συλλαβὼν Ὑπέρειάν τε καὶ Ἄνθειαν.
这就是证据:因为在特罗伊曾去世后,匹特乌斯将人们聚集到现在的城市中,合并了许佩雷亚和安忒亚,并以他的兄弟命名该城为特罗伊曾。
πολλοῖς δὲ ἔτεσιν ὕστερον ἐς ἀποικίαν ἐκ Τροιζῆνος σταλέντες Ἁλικαρνασσὸν ἐν τῇ Καρίᾳ καὶ Μύνδον ἀπῴκισαν οἱ γεγονότες ἀπʼ Ἀετίου τοῦ Ἄνθα.
许多年以后,安塔斯之子埃提奥斯的后代从特罗伊曾被派遣出去殖民,在卡里亚建立了哈利卡尔那索斯和明多斯。
Τροίζηνος δὲ οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττος μετοικοῦσιν ἐς τὴν Ἀττικήν, καὶ οἱ δῆμοι τὰ ὀνόματα ἔχουσιν ἀπὸ τούτων.
特罗伊曾的儿子阿纳弗律斯托斯和斯斐托斯迁居至阿提卡,当地的德莫(区)便以他们命名。
τὰ δὲ ἐς Θησέα θυγατριδοῦν Πιτθέως εἰδόσι τὰ ἐς αὐτὸν οὐ γράφω, δεῖ δέ με τοσόνδε ἔτι δηλῶσαι.
至于匹特乌斯的外孙忒修斯的事迹,由于人们已经知晓,我便不再赘述,但我仍需说明以下这一点。
§2.30.10Ἡρακλειδῶν γὰρ κατελθόντων ἐδέξαντο καὶ οἱ Τροιζήνιοι συνοίκους Δωριέων τῶν ἐξ Ἄργους καὶ πρότερον ἔτι Ἀργείων ὄντες κατήκοοι· καὶ σφᾶς καὶ Ὅμηρος ἐν καταλόγῳ φησὶν ὑπὸ Διομήδους ἄρχεσθαι.
因为在赫拉克勒斯后裔归来时,特罗伊曾人也接纳了来自阿耳戈斯的多利安人作为同居者,而在此之前他们本就是阿耳戈斯人的属臣;荷马在《船名表》中也说他们受迪奥墨德斯统治。
Διομήδης γὰρ καὶ Εὐρύαλος ὁ Μηκιστέως Κυάνιππον τὸν Αἰγιαλέως παῖδα ὄντα ἐπιτροπεύοντες Ἀργείων ἡγήσαντο ἐς Τροίαν.
因为迪奥墨德斯和梅喀斯透斯之子欧律阿洛斯作为埃癸阿琉斯之子克阿尼波斯的监护人,率领阿耳戈斯人前往特洛伊。
Σθένελος δέ, ὡς ἐδήλωσα ἐν τοῖς πρότερον, οἰκίας τε ἦν ἐπιφανεστέρας, τῶν Ἀναξαγοριδῶν καλουμένων, καὶ ἡ βασιλεία τούτῳ μάλιστα ἦν ἡ Ἀργείων προσήκουσα.
而斯忒涅洛斯,如我之前所说,出身于更为显赫的、被称为阿那克萨哥拉斯后裔的家族,阿耳戈斯人的王位本最应属于他。
τοσαῦτα Τροιζηνίοις ἐχόμενα ἱστορίας ἦν, παρὲξ ἢ ὅσαι πόλεις παρʼ αὐτῶν φασιν ἀποικισθῆναι· κατασκευὴν δὲ ἱερῶν καὶ ὅσα ἄλλα ἐς ἐπίδειξιν, τὸ ἐντεῦθεν ἐπέξειμι.
除却那些人们传闻由他们建立的殖民城市外,特罗伊曾人的历史记载大致如此;至于神殿的修筑以及其他值得展示的内容,我将从这里开始一一详述。