Humanitext Reader

阿里斯·台德斯 · 致罗得岛人论和谐 §571-572

与莱斯沃斯人的对比及对昔日秩序的追忆

第 8 段,共 8 段 · 希腊语

内容简介

阿里斯蒂德将罗得岛人与因内讧而衰落的莱斯沃斯人进行对比,唤起罗得岛人过去在大会中井然有序、同心同德的光辉历史,并敦促他们恢复理智,停止内讧。

§571φατὲ μὲν τὴν νῆσον ἅπασαν ὑμῖν εἶναι μουσικὴν καὶ τούτου τὴν Ὀρφέως κεφαλὴν αἰτιᾶσθε, αὐτοὶ δʼ οὐκ αἰσχύνεσθε οὕτως ἀμούσως διακείμενοι;
你们口口声声说你们的整个岛屿都是热爱音乐的,并将此归因于奥菲斯的头颅,但你们自己难道不为处于如此不和谐的状态而感到羞耻吗?
καὶ κιθαρῳδοῖς μέν ποτε τοὺς Ἕλληνας ἐνικᾶτε, τῷ δʼ ὑπὲρ ὑμῶν αὐτῶν μὴ δύνασθαι βουλεύσασθαι κινδυνεύετε ἡττᾶσθαι καὶ πάντων ἀνθρώπων;
过去你们曾在弹奏基萨拉琴上战胜了希腊人,如今难道竟因为无法为自己做决定,而面临甚至被全人类击败的危险吗?
καὶ πρότερον μὲν παρʼ ὑμῶν ἑτέρωσε βαδίζοντες ἔπαυον τὰς στάσεις, νῦν δὲ οὐδὲ παρʼ ὑμῖν αὐτοῖς ὑμᾶς αὐτοὺς γνῶναι δύνασθε;
过去从你们那里前往他处的人们能平息他人的内讧,而如今你们难道甚至无法在自己人中认清自己吗?
ταῦτʼ ἔμοιγε δοκεῖ τις ἂν ὀρθῶς καὶ ὑπὲρ αὐτῶν εἰπεῖν νουθετῶν.
在我看来,如果有人对他们进行劝诫,可以这样正确地对他们说。
οὐ μὴν ἀλλʼ ἐκείνοις μὲν, ὡς ἔοικεν, ἐκ παλαιοῦ τὸ ἄλογον τοῦτο τῆς δυστυχίας συνείμαρται καὶ πολλάκις ἠλέγχθησαν οὐχ ὡς δεῖ διακείμενοι, ὑμῖν δὲ οὐδαμόθεν προσήκει τὸ νόσημα, οὓς ἡμεῖς, καὶ ὅτε ἦμεν παρʼ ὑμῖν, τότε ἑωρῶμεν κἀν ταῖς ἐκκλησίαις οὐ μόνον μιᾷ φωνῇ χρωμένους, ἀλλʼ εἰ οἷόν τʼ εἰπεῖν, καὶ ἑνὶ ῥήματι ὡς τὸ πολὺ—ὀρθῶς γὰρ καὶ στεφάνου καὶ τοιαῦθʼ ὑμῖν ἤρκει καὶ τοὔνομα τοῦ δημηγοροῦντος ἀνειπεῖν ἐνίοτε, γάνυσθαι δὲ ἦν ὁρῶντα— καὶ ἀντὶ τῆς χειροτονίας τῷ νεύματι τῆς κεφαλῆς χρωμένους.
然而,对于他们来说,似乎自古以来这种不幸的无理理性就是注定的,而且他们也屡次被证实处于不当的状态;但对你们而言,这种疾病是绝不相称的——我们甚至在你们那里时,就曾看见你们在公民大会上不仅发出同一种声音,而且如果可以这样说的话,通常甚至只用一个词——因为对你们来说,喊出“正确”或“戴冠”之类的话,有时甚至只是喊出演讲者的名字就足够了,看到这场景真是一种喜悦——并且用点头来代替举手表决。
ὥστε μόνους ἄν τις ὑμᾶς ἔφη διʼ αἰῶνος ἄγειν ἐκεχειρίαν· ὧν οὐκ ἄξια πυνθάνομαι τὰ νῦν, οὐδὲ μικρόν τι καὶ ἄγνωστον τοῦ ῥυθμοῦ παραλλάττοντα.
因此,任何人都会说,唯有你们终身保持着休战;而我如今所听到的关于你们的情况,配不上这些,也绝非仅偏离了节奏一点点或不为人知。
λυπηρὸν δέ μοι κἀκεῖνο, εἰ τοῖς μὲν ἐκ γενετῆς ὀνόμασιν οὕτω σφόδρα ἑλληνίζοντες ἐφαίνεσθε, ὥστʼ οὐδὲν ἦν εὑρεῖν ὡς ἔπος εἰπεῖν παρʼ ὑμῖν ὄνομα ὅ τι μὴ Δώριον, ἀπὸ τῶν ὑμετέρων ξένων ἀρξάμενα, ἐν δὲ τῇ πολιτείᾳ τὴν πάτριον ἁρμονίαν καὶ τὴν ἀληθῶς Δωριστὶ μεθέντες κακῶν ξενικῶν καὶ πᾶσι μᾶλλον ἢ ὑμῖν προσηκόντων κληρονομήσετε.
这也让我感到痛苦:如果在你们天生的名字上,你们显得如此彻底地希腊化,以至于在你们那里几乎找不到一个不是多利斯式的名字(从你们的外国宾客开始),但在城邦政制中,你们却抛弃了祖先的和谐以及那真正多利斯式的方式,去继承异邦的、比任何人都更不适合你们的恶弊。
μηδαμῶς, ὦ ἄνδρες καλοί τε καὶ ἀγαθοὶ, ἀλλʼ ἐνθυμηθέντες τὸ πάλαι τοῦτο ᾀδόμενον, ὅτι τῶν μὲν ἡμαρτημένων ἔνθεν καὶ ἔνθεν οὐκ ἔστʼ ἀνελεῖν οὐδὲν, ἀλλʼ ἔχει πέρας οἷον ὁ καιρὸς ἤνεγκεν, ἀκεσταὶ δὲ τῶν ἀγαθῶν φρένες, ὡς ὁ τῶν Ῥοδίων φησὶν ἐπαινέτης, καὶ τὸ μὲν ἐξ ἀρχῆς ἀναμαρτήτους φῦναι θεῶν καὶ τῶν ἐπὶ γῆς οὐδεὶς ἀναμάρτητος, τὸ δὲ τοῖς εὖ λέγουσιν ἐθελῆσαι πεισθῆναι πρέπον ὑμῖν καὶ τῷ θεῷ μάλιστʼ ἂν οὕτω χαρίζεσθαι νομίσαντες, ᾧ τὸ ῥῆμα τοῦθʼ ὁ ποιητὴς καθιέρωκεν ὄντι θαλαττίῳ, ὅς κε θεοῖς ἐπιπείθηται, καὶ πρὸς §572τούτοις λυσιτελέστερον μὲν εἶναι δουλεύειν ἢ κακῶν ἐφόδιον τὴν ἐλευθερίαν ἔχειν, ὅμως δʼ εἶναι δέος μὴ καὶ τούτου στερηθῆτε· μέγιστον δὲ πάντων ἱερὰ καὶ τάφους αἰσχυνθέντες καὶ τὸ τῆς Ῥόδου μέχρι τούτου ζηλωτὸν ὄνομα, παύσασθε τοῦ σεισμοῦ τούτου, ὃς ὑμῖν πανταχοῦ συμπεριέρχεται, καὶ μὴ δευτέρων σχετλιωτέρων δεῖσθε, ἀλλὰ γένεσθε ἐν ὑμῶν αὐτῶν, ἵνʼ ἡμεῖς τε ἐφʼ ὑμῖν ὡς ἑταίροις ἀγαθοῖς φιλοτιμώμεθα καὶ ὑμεῖς ἐφʼ ἡμῖν ὡς οἵοις πείθειν ὅτου καιρὸς ἀεί.
千万不要这样,高尚而善良的人们,而要深思古时所歌唱的:“在双方所犯下的过错中,没有任何一件是可以消除的,它们具有时势所带来的结局,但善人的心灵是可以治愈的”,正如罗得岛人的赞美者所说;并要相信,自始至终不犯错误地诞生是属于神明的特权,地上的人没有一个是无谬的,而愿意听从善言者的劝说对你们来说是合宜的,并且你们这样最能取悦那位神明(诗人曾将这句“凡顺从神明者,神亦垂听之”奉献给这位身为海洋之神的神明);此外,在这些之外,还要相信服从比将自由作为恶行的温床更有利,但尽管如此,仍需担忧你们可能连这自由也会被剥夺;最重要的是,敬畏你们的圣所和坟墓,以及罗得岛至今令人羡慕的名声,停止这场到处伴随着你们的地震,不要让自己需要第二场更残酷的灾难,而要回归你们自身,以便我们能为有你们这样优秀的伙伴而感到自豪,你们也能为有我们这样在任何需要的时候都能说服你们的人而感到自豪。

词汇与语法注释

  1. §571ταῦτʼ ἔμοιγε δοκεῖ τις ἂν ὀρθῶς καὶ ὑπὲρ αὐτῶν εἰπεῖν νουθετῶν — 不定式与 ἄν(ἂν εἰπεῖν)连用,依附于主句动词 δοκεῖ 表示潜在可能性(相当于 εἴποι ἄν)。ὑπὲρ αὐτῶν 中的代词 αὐτῶν 指代前文的莱斯沃斯人,在此语境中表示针对他们进行劝诫或质问。
  2. §571γάνυσθαι δὲ ἦν ὁρῶντα — γάνυσθαι 是动词 γάνυμαι(喜悦、欢欣)的现在时不定式。与无人称动词 ἦν(可能、可以说是)连用,分词 ὁρῶντα(宾格)作为不定式逻辑上的主语,指代一般的旁观者,意为“对于观看的人来说,欢喜是可能的(即看去令人十分愉悦)”。
  3. §571τὸ μὲν ἐξ ἀρχῆς ἀναμαρτήτους φῦναι θεῶν — 带冠词的不定式从句 τὸ ... φῦναι 是主语。作表语的属格 θεῶν 是表示属性或特权的领属属格,省略了系动词 ἐστι。它与后文的 τῶν ἐπὶ γῆς(地上的人)形成对比,意为“自始无谬地诞生是神明的特权”。
  4. §572λύσιτελέστερον μὲν εἶναι δουλεύειν ἢ κακῶν ἐφόδιον τὴν ἐλευθερίαν ἔχειν — 此不定式从句由前文的分词 νομίσαντες 引导。名词 ἐφόδιον(旅费、凭籍、温床)作为宾格宾语 τὴν ἐλευθερίαν 的述语性宾格,整句意为“服从而非将自由作为恶行的温床,是更为有利的”。

引用这一段

阿里斯·台德斯, 致罗得岛人论和谐 §571-572. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg044.humanitext-grc2:571-572

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。