Humanitext Reader

阿里斯·台德斯 · 关于士麦那的信 §515-516

士麦那的历史功绩与重建恳请

第 2 段,共 2 段 · 希腊语

内容简介

阿里斯蒂德回顾了士麦那曾对罗马帝国及亚细亚同胞做出的巨大历史贡献,恳求皇帝们凭借其仁慈与迅速的决断使整座城市得以重建。

§515καὶ τῶν ξένων τοὺς εἰσαφικνουμένους, ἔτι δὲ τοῖς ξένοις ἁπάσης τύχης ἀφορμὴν καὶ παραμυθίαν, ἡδέως ἂν εἰς ἐκείνην τὴν ἡμέραν ἀφικοίμην, ἐν ᾗ ταῦτα ἑστῶτα θεάσομαι.
以及对于那些来访的异邦人的骄傲,更是对于处于各种境遇中的异邦人而言的依靠和慰藉,我愿欣然活到那一天,亲眼看见这些建筑重新矗立。
ὅταν γε μὴν ἐνθυμηθῶ κατʼ ἐμαυτὸν ὅτι τῶν πάλαι τις αὐτοκρατόρων οὐ τῆς ὑμετέρας οἰκίας, μηδὲ γὰρ εἴη τοῦτό γε, οὐδὲ γένοιτʼ ἂν ὑφʼ ὑμῶν οὐδενὸς, ἀλλά τις τῶν πρότερον πεττεύων, ὡς λέγεται, μεταξὺ παρεφθέγξατο, μὴ βούλεσθαι Νασαμῶνας εἶναι, ἔπειτα ἀπώλοντο οἱ Νασαμῶνες, οἶμαι περί γε ὑμῶν εἰκότως ἂν ἐλπίζειν ὅτι σπουδάζοντες καὶ τοῖς ὑμετέροις αὐτῶν ἤθεσι χρώμενοι, καὶ τοσοῦτον μόνον εἰπόντες καὶ προδείξαντες ὅτι βούλεσθε Σμύρναν εἶναι, ταχέως ἅπασιν ἡμῖν ὃ ποθοῦμεν δείξετε.
然而,当我独自思量,听说以前的某位皇帝——并非出自你们的家族,愿绝无此事,你们中也绝无一人会做出这种事,而是以前的某人在玩棋戏时,如人们所说,在玩得正兴起时随口说道,他不希望纳萨莫内斯人存在,随后纳萨莫内斯人便灭亡了——我想,对于你们,我可以合理地寄予希望,只要你们心怀热诚,发挥你们自身的高尚品格,只需说出并表明“希望士麦那存在”,便会迅速向我们所有人展示我们所渴望的景象。
ἔτι δὲ οὐκ ἀλλοτρίοις χρῶμαι παραδείγμασιν, ἀλλʼ ὑμῶν αὐτῶν, ὅσην τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμέλειαν.
此外,我所引用的并非他人的先例,而是你们自己的先例,即你们曾对意大利的城市倾注了多少关怀,以使它们在各方面得以恢复。
ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες.
既然你们重建了那些早已衰败的城市,那么对于最近还在繁荣、如今却刚刚倾覆的士麦那,请再次将她列入城市之列,你们以前曾美化了她的神殿,如今则请拯救她的整体风貌。
ἀξία δὲ οὐ μόνον τῆς ὄψεως χάριν ἡ πόλις σωθῆναι, ἀλλὰ καὶ τῆς εὐνοίας ἣν παρὰ πάντα τὸν χρόνον εἰς ὑμᾶς παρέσχετο, συναραμένη μὲν τοῦ πρὸς Ἀντίοχον πολέμου, συναραμένη δὲ τοῦ πρὸς Ἀριστόνικον, πολιορκίας τε ὑπομείνασα καὶ μάχας οὐ φαύλας ἀγωνισαμένη, ὧν ἔτι νῦν ἐν πύλαις ἦν αὐτῇ τὰ ὑπομνήματα.
这座城市值得拯救,不仅是因为其美观,也是因为她在所有时期对你们所表现出的忠诚。 她曾参与对抗安条克的战争,也参与了对抗阿里斯托尼克的战争,承受了包围,并进行了多次艰难的战斗,这些战斗的纪念碑直到现在还留在城门处。
ἔτι δὲ ἐσθῆτος δεῆσαν ὑμετέρῳ στρατοπέδῳ καὶ τοῦ στρατηγοῦ διεφθαρμένου τὸν μὲν στρατηγὸν κομίσαντες εἰς τὴν πόλιν θάπτουσιν εἴσω τῶν νῦν πυλῶν, πρὸς δὲ τοὺς στρατιώτας τοὺς χιτῶνας ἐνείμαντο ἀνὴρ ἀνδρὶ δούς.
此外,当你们的军队需要衣物且将军牺牲时,他们将将军抬进城内,安葬在如今的城门内,并将外套分发给士兵,一人分给一人。
τοιοῦτοι μὲν τὰ πρὸς τοὺς ἄρχοντας ὑμᾶς· πρὸς δὲ τοὺς ὁμοφύλους τίνες;
对于作为统治者的你们,他们便是如此;而对于同胞,他们又是怎样的呢?
πάντα μὲν οὐ μικρὸν ἔργον ἂν εἴη γράφειν.
要写下所有这一切绝非易事。
ἀλλὰ σεισμῶν ποτε καὶ λιμῶν συνεχῶν συμβάντων περὶ τὸν κάτω τόπον §516τοῦτον τῆς Ἀσίας, καί τινων καὶ χάσμασι διεφθαρμένων καὶ συμφορᾶς πολυτρόπου κατεχούσης τὰς πόλεις, καὶ σίτῳ καὶ χρήμασι καὶ τῷ μηδὲν προθυμίας ἐλλείπειν ἔστιν ἃς τῶν πόλεων διεσώσαντο, Χίους, Ἐρυθραίους, Τηίους, Ἁλικαρνασσέας.
然而,当在这片亚细亚的低洼地带曾发生地震和连续的饥荒,且一些城市被地裂摧毁,各种灾难笼罩着这些城市时,他们用粮食、资金以及毫不逊色的热忱救助了其中一些城市,即希奥斯人、埃留特莱人、特奥斯人和哈利卡尔纳索斯人。
εἰς ἃ τοίνυν τότε τοῖς ἄλλοις ἐπήρκει μία δὴ πόλις οὐδʼ ἡτισοῦν αὐτῇ νῦν ἀξιόχρεως βοηθῆσαι.
因此,当时仅凭她一个城市就能救助他人的那些灾难,如今却没有任何一个城市有足够的能力来帮助她。
ἡ δὲ παρʼ ὑμῶν ἐλπὶς λείπεται.
只有来自你们的希望保留了下来。
καὶ μὴν πρότερον μὲν ἀριστεῖα τῶν ἔργων ἐφέρετο, χώραν καὶ πανοπλίας καὶ λάφυρα, οἷς αὐτὴν ὑμεῖς ἐτιμᾶτε, νῦν δὲ πρεσβεῖα συμφορῶν ἀνῄρηται παρὰ τοῦ δαίμονος, ὧν ὑμῖν ἡ λύσις.
确实,以前她因其功绩而获得赏赐,即你们用来尊崇她的土地、盔甲和战利品,而如今神明却降下了灾难的特权,其消除之法全在你们。
ὃ δʼ ἁπάντων μάλιστα ἄξιον εἰπεῖν καὶ θαυμάσαι, τῆς τύχης τὴν μεταβολήν.
而在所有事情中最值得提起和惊叹的,莫过于命运的转变。
τοῦ γὰρ νεὼ τοῦ νῦν καταδύντος οὕτω λαμπροῦ λέγεται τυχεῖν ὥστʼ ἀγῶνος γενομένου τὴν μὲν Ἀσίαν τῶν ἄλλων ἐθνῶν προκριθῆναι, τῶν δʼ ἐν τῇ Ἀσίᾳ πόλεων τὴν Σμύρναν τοσοῦτον ὥστε τὴν μὲν ἄλλην Ἀσίαν ἑπτὰ μόνας ψήφους μεταλαβεῖν, τῇ δὲ πόλει τετρακοσίας γενέσθαι μόνῃ.
因为据说,关于如今沉没的那座神殿,她曾获得如此辉煌的荣耀,以至于在竞争发生时,亚细亚在其他行省中脱颖而出,而在亚细亚的城市中,士麦那更是出类拔萃,以至于亚细亚其他地方总共只获得了七票,而唯独这座城市获得了四百票。
τοῦτο μὲν οὖν καὶ διὰ τῆς Ἀσίας κομίσαιτʼ ἂν ἴσως, ἂν ὑμῖν δοκῇ, ἡ δὲ τῶν ὅλων ἐπανόρθωσις μόνων ὑμῶν, οἷς οἱ θεοὶ τὰ τηλικαῦτα ἀπέδοσαν.
因此,如果你们愿意,这件事也许可以通过亚细亚来分担,但整体的复兴则唯独取决于你们,神明将如此重任交托给了你们。
ὅταν μὲν οὖν εἰς τὸ τῆς συμφορᾶς μέγεθος ἀποβλέψω, οὐδείς μοι δοκεῖ λόγος ἀρκεῖν, ἀλλὰ πάντʼ ἐλλείπειν τοῦ μετρίου, ὅταν δὲ εἰς τὴν ὑμετέραν ἀρετὴν καὶ φύσιν καὶ τὸ πρόχειρον πρὸς τὰς εὐεργεσίας, ἐπέρχεταί μοι δεδιέναι μὴ πλείω τῶν ἱκανῶν διειλέχθαι δοκῶ.
因此,每当我看到灾难的巨大,便觉得任何言辞都不足以表达,一切都达不到应有的程度;但当我看到你们的德行、天性以及对善行的乐意,我又不禁感到害怕,唯恐自己说得超出了适宜的限度。
οἶμαι μὲν οὖν οὐχ οὕτω τοῦτʼ ἔχειν· εἰ δʼ ἄρα, συγγνώσεσθε οἶδʼ ὅτι.
然而,我认为事情并非如此;但如果真是这样,我知道你们会宽恕我的。
πολλά τοι καὶ παρὰ τὴν αὑτοῦ σφίσιν ἄνθρωπος φθέγγεται συμφορᾷ ληφθεὶς, ἄλλως τε καὶ ἣν οὐδεπώποτʼ ἂν ἤλπισεν.
因为一个被灾难击倒的人,往往会说出许多违背自己本意的话,尤其是面对他从未料想到的灾难。

词汇与语法注释

  1. §515καὶ τῶν ξένων τοὺς εἰσαφικνουμένους... ἡδέως ἂν εἰς ἐκείνην τὴν ἡμέραν ἀφικοίμην — 前一分段末尾的宾格结构在此处得以延续,这些名词短语共同作为说话者渴望在“到达那一天”(ἡδέως ἂν εἰς ἐκείνην τὴν ἡμέραν ἀφικοίμην)时能亲眼看见(θεάσομαι)的宾语对象。
  2. §515μὴ βούλεσθαι Νασαμῶνας εἶναι — 带不定式的宾格结构,用于间接引语,表示前代皇帝的随口之言:“不希望纳萨莫内斯人存在”。由于其表达的是意志或愿望(βούλεσθαι),因而使用否定词 μή。
  3. §516παρὰ τὴν αὑτοῦ — 介词 παρά(违背)后接反身代词属格 αὑτοῦ(他自己),此处省略了如 γνώμην(意愿)或 φύσιν(分寸)等名词。意为“违背自己的本意”或“超出自己的分寸”,形象地描绘了人在遭受突发灾难时,因失控而多言的心理状态。

引用这一段

阿里斯·台德斯, 关于士麦那的信 §515-516. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg041.humanitext-grc2:515-516

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。