§515καὶ τῶν ξένων τοὺς εἰσαφικνουμένους, ἔτι δὲ τοῖς ξένοις ἁπάσης τύχης ἀφορμὴν καὶ παραμυθίαν, ἡδέως ἂν εἰς ἐκείνην τὴν ἡμέραν ἀφικοίμην, ἐν ᾗ ταῦτα ἑστῶτα θεάσομαι.
そして、訪れてくる異邦人たちに対する誇りであり、さらにあらゆる境遇の異邦人たちにとっての心の拠り所であり慰めであるこれら[の記念碑]を、私は、それらが再び立ち並んでいるのを目にするその日に、喜んで到達したいものです。
ὅταν γε μὴν ἐνθυμηθῶ κατʼ ἐμαυτὸν ὅτι τῶν πάλαι τις αὐτοκρατόρων οὐ τῆς ὑμετέρας οἰκίας, μηδὲ γὰρ εἴη τοῦτό γε, οὐδὲ γένοιτʼ ἂν ὑφʼ ὑμῶν οὐδενὸς, ἀλλά τις τῶν πρότερον πεττεύων, ὡς λέγεται, μεταξὺ παρεφθέγξατο, μὴ βούλεσθαι Νασαμῶνας εἶναι, ἔπειτα ἀπώλοντο οἱ Νασαμῶνες, οἶμαι περί γε ὑμῶν εἰκότως ἂν ἐλπίζειν ὅτι σπουδάζοντες καὶ τοῖς ὑμετέροις αὐτῶν ἤθεσι χρώμενοι, καὶ τοσοῦτον μόνον εἰπόντες καὶ προδείξαντες ὅτι βούλεσθε Σμύρναν εἶναι, ταχέως ἅπασιν ἡμῖν ὃ ποθοῦμεν δείξετε.
しかしながら、私が心の中で、かつての皇帝たちの一人(あなた方の家系ではなく、そのようなことがあってはなりませんし、あなた方のどなたによっても決して起こり得ないことですが、かつての皇帝たちの一人)が、噂によれば、盤上遊戯をしている最中にふと「ナサモネス人など存在してほしくない」と漏らし、その結果ナサモネス人が滅ぼされてしまった、ということを思い起こすとき、私はあなた方については当然、次のように期待できると思います。 すなわち、あなた方が熱意を注ぎ、あなた方ご自身の高潔な品性を発揮され、ただ「スミュルナが存在することを望む」と語り、示されるだけで、私たちが切望しているものを、すぐに私たち全員に示してくださるだろう、と。
ἔτι δὲ οὐκ ἀλλοτρίοις χρῶμαι παραδείγμασιν, ἀλλʼ ὑμῶν αὐτῶν, ὅσην τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμέλειαν. ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν.
さらに、私は他人の例を引いているのではなく、あなた方ご自身の例を引いているのです。 すなわち、あなた方がイタリアの諸都市に対して、それらが全面的に復興するように、どれほど大きな配慮を払われたかという例を。
ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες.
それゆえ、かつて長く衰退していたそれらの都市をあなた方が再興されたのなら、つい最近まで栄え、つい最近崩壊したスミュルナを、再び諸都市の列に復帰させてください。 以前にはその神殿を美しく飾られたのですが、今度はその全体の姿を救うことによって。
ἀξία δὲ οὐ μόνον τῆς ὄψεως χάριν ἡ πόλις σωθῆναι, ἀλλὰ καὶ τῆς εὐνοίας ἣν παρὰ πάντα τὸν χρόνον εἰς ὑμᾶς παρέσχετο, συναραμένη μὲν τοῦ πρὸς Ἀντίοχον πολέμου, συναραμένη δὲ τοῦ πρὸς Ἀριστόνικον, πολιορκίας τε ὑπομείνασα καὶ μάχας οὐ φαύλας ἀγωνισαμένη, ὧν ἔτι νῦν ἐν πύλαις ἦν αὐτῇ τὰ ὑπομνήματα.
そして、この都市はただその美観のために救われるに値するだけでなく、あらゆる時代を通じてあなた方に対して示してきた忠誠のためにも値するのです。 すなわち、アンティオコスとの戦争を助け、アリストニコスとの戦争を助け、包囲に耐え、少なからぬ戦いを戦い抜いたことによってであり、それらの記念碑は今なお門のところに存在していたのです。
ἔτι δὲ ἐσθῆτος δεῆσαν ὑμετέρῳ στρατοπέδῳ καὶ τοῦ στρατηγοῦ διεφθαρμένου τὸν μὲν στρατηγὸν κομίσαντες εἰς τὴν πόλιν θάπτουσιν εἴσω τῶν νῦν πυλῶν, πρὸς δὲ τοὺς στρατιώτας τοὺς χιτῶνας ἐνείμαντο ἀνὴρ ἀνδρὶ δούς.
さらに、あなた方の軍隊が衣服を必要とし、将軍が亡くなったときには、彼らは将軍を都市に運び込んで、現在の門の内側に埋葬し、兵士たちに対しては、一人ひとりが自分のチュニックを分け与えたのです。
τοιοῦτοι μὲν τὰ πρὸς τοὺς ἄρχοντας ὑμᾶς·
支配者であるあなた方に対しては、彼らはこのようでした。
πρὸς δὲ τοὺς ὁμοφύλους τίνες;
では、同胞たちに対してはどのような者たちだったでしょうか。
πάντα μὲν οὐ μικρὸν ἔργον ἂν εἴη γράφειν.
すべてを書き記すのは容易なことではありません。
ἀλλὰ σεισμῶν ποτε καὶ λιμῶν συνεχῶν συμβάντων περὶ τὸν κάτω τόπον §516τοῦτον τῆς Ἀσίας, καί τινων καὶ χάσμασι διεφθαρμένων καὶ συμφορᾶς πολυτρόπου κατεχούσης τὰς πόλεις, καὶ σίτῳ καὶ χρήμασι καὶ τῷ μηδὲν προθυμίας ἐλλείπειν ἔστιν ἃς τῶν πόλεων διεσώσαντο, Χίους, Ἐρυθραίους, Τηίους, Ἁλικαρνασσέας.
しかし、かつてこのアジアの低地地方において、地震と相次ぐ飢饉が起こり、一部の都市は地割れによって破壊され、多様な災厄が諸都市を襲ったとき、彼らは穀物と資金、そしていささかも熱意を惜しまないことによって、いくつかの都市、すなわちキオス人、エリュトライト人、テオス人、ハリカルナッソス人を救ったのです。
εἰς ἃ τοίνυν τότε τοῖς ἄλλοις ἐπήρκει μία δὴ πόλις οὐδʼ ἡτισοῦν αὐτῇ νῦν ἀξιόχρεως βοηθῆσαι.
それゆえ、当時、彼女というただ一つの都市が他の人々に対して十分に援助したその災難に対して、今やどの都市も彼女を援助するに十分な力を持っていません。
ἡ δὲ παρʼ ὑμῶν ἐλπὶς λείπεται.
ただ、あなた方からの希望だけが残されているのです。
καὶ μὴν πρότερον μὲν ἀριστεῖα τῶν ἔργων ἐφέρετο, χώραν καὶ πανοπλίας καὶ λάφυρα, οἷς αὐτὴν ὑμεῖς ἐτιμᾶτε, νῦν δὲ πρεσβεῖα συμφορῶν ἀνῄρηται παρὰ τοῦ δαίμονος, ὧν ὑμῖν ἡ λύσις.
実のところ、以前には彼女はその功績に対して恩賞として、あなた方が彼女を称えた土地や武具、戦利品を得ていましたが、今や神から災厄の特権を課されており、その解決はあなた方に委ねられています。
ὃ δʼ ἁπάντων μάλιστα ἄξιον εἰπεῖν καὶ θαυμάσαι, τῆς τύχης τὴν μεταβολήν. τοῦ γὰρ νεὼ τοῦ νῦν καταδύντος οὕτω λαμπροῦ λέγεται τυχεῖν ὥστʼ ἀγῶνος γενομένου τὴν μὲν Ἀσίαν τῶν ἄλλων ἐθνῶν προκριθῆναι, τῶν δʼ ἐν τῇ Ἀσίᾳ πόλεων τὴν Σμύρναν τοσοῦτον ὥστε τὴν μὲν ἄλλην Ἀσίαν ἑπτὰ μόνας ψήφους μεταλαβεῖν, τῇ δὲ πόλει τετρακοσίας γενέσθαι μόνῃ.
そして、何よりも語るに値し、驚嘆すべきことは、運命の変転です。なぜなら、現在沈下してしまったあの神殿について、次のような輝かしい栄誉を得たと言われているからです。 すなわち、争いが生じたとき、アジアが他の諸民族より優先して選ばれ、アジアの諸都市の中ではスミュルナが圧倒的に選ばれたため、他のアジア全体にはわずか7票しか入らなかったのに対し、この都市単独に400票が投じられたのです。
τοῦτο μὲν οὖν καὶ διὰ τῆς Ἀσίας κομίσαιτʼ ἂν ἴσως, ἂν ὑμῖν δοκῇ, ἡ δὲ τῶν ὅλων ἐπανόρθωσις μόνων ὑμῶν, οἷς οἱ θεοὶ τὰ τηλικαῦτα ἀπέδοσαν.
このことについては、もしあなた方がお望みなら、アジアを通じて回収できるかもしれませんが、全体の復興は、神々がこれほど大きな力を与えられたあなた方だけにしかできません。
ὅταν μὲν οὖν εἰς τὸ τῆς συμφορᾶς μέγεθος ἀποβλέψω, οὐδείς μοι δοκεῖ λόγος ἀρκεῖν, ἀλλὰ πάντʼ ἐλλείπειν τοῦ μετρίου, ὅταν δὲ εἰς τὴν ὑμετέραν ἀρετὴν καὶ φύσιν καὶ τὸ πρόχειρον πρὸς τὰς εὐεργεσίας, ἐπέρχεταί μοι δεδιέναι μὴ πλείω τῶν ἱκανῶν διειλέχθαι δοκῶ.
それゆえ、私が災厄の大きさに目を向けるとき、いかなる言葉も十分ではなく、すべてが適度な表現に達しないように思われます。 しかし、あなた方の徳と本性、そして善行に対する素早い姿勢に目を向けるとき、必要以上に多くのことを語りすぎたと思われるのではないかと、恐ろしくなります。
οἶμαι μὲν οὖν οὐχ οὕτω τοῦτʼ ἔχειν· εἰ δʼ ἄρα, συγγνώσεσθε οἶδʼ ὅτι.
もっとも、私は事態がそのようであるとは思いませんが、もしそうであったとしても、あなた方がお許しくださることを私は知っています。
πολλά τοι καὶ παρὰ τὴν αὑτοῦ σφίσιν ἄνθρωπος φθέγγεται συμφορᾷ ληφθεὶς, ἄλλως τε καὶ ἣν οὐδεπώποτʼ ἂν ἤλπισεν.
実に、人は災厄に襲われたとき、とりわけ全く予想もしなかった災厄に襲われたときには、しばしば自分自身の本意に反して多くのことを語ってしまうものだからです。