Humanitext Reader

阿里斯·台德斯 · 关于士麦那的信 §512-514

为震后士麦那的重建向皇帝请愿

第 1 段,共 2 段 · 希腊语

内容简介

针对士麦那因地震而遭受毁灭的惨剧,阿里斯蒂德热切地恳求两位共治皇帝伸出援手,成为城市的重建者,并解释了自己如何在神明指引下幸免于难,并将此番恳求视为自身使命的经过。

§512Αὐτοκράτορι Καίσαρι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ σεβαστῷ καὶ αὐτοκράτορι Καίσαρι Λουκίῳ Αὐρηλίῳ Κομόδῳ σεβαστῷ Αἴλιος Ἀριστείδης χαίρειν.
致皇帝凯撒·马可·奥勒留·安东尼·奥古斯都与皇帝凯撒·卢修斯·奥勒留·康茂德·奥古斯都,埃利乌斯·阿里斯蒂德致敬。
πρότερον μὲν, ὦ μέγιστοι βασιλεῖς, ἀγωνίσματα καὶ λόγους ἐκ διατριβῶν καὶ τοιαῦθʼ ὑμῖν ἀπέστελλον, νυνὶ δὲ ἑτέραν ὁ δαίμων ἔδωκεν ὑπόθεσιν.
伟大的皇帝们啊,以前我常从我的研究中给你们寄去辩论练习和演说辞,但如今神却赐予了我们另一个主题。
κεῖται Σμύρνα τὸ τῆς Ἀσίας ἄγαλμα, τῆς δὲ ὑμετέρας ἡγεμονίας ἐγκαλλώπισμα, πυρὶ καὶ σεισμοῖς ἐκτριβεῖσα.
士麦那,这座亚细亚的明珠,你们帝国的骄傲,因火灾和地震而毁灭,正卧在废墟之中。
ὀρέξατε πρὸς θεῶν χεῖρα, ὀρέξατε, ὅσην ὑμῖν πρέπει.
因神明之名,伸出你们的手吧,伸出那配得上你们身份的手。
Σμύρνα τοι μέγιστα δὴ τῆς νῦν Ἑλλάδος εὐτυχήσασα καὶ πρὸς θεῶν καὶ πρὸς ὑμῶν, τῶν τε ἀεὶ βασιλέων καὶ τοῦ συνεδρίου κοινῇ, μέγιστα δὴ καὶ πέπονθε τῶν μνημονευομένων.
士麦那,这所在当今希腊曾获得来自神明、来自你们、来自历代皇帝以及元老院共同体之最大福祉的城市,如今也遭受了有记载以来最惨痛的灾难。
ἓν δὲ ὅμως αὐτῇ κἀν τούτοις ἐφυλάχθη παρὰ τοῦ δαίμονος ὡσπερεὶ σύμβολον σωτηρίας· εἴδετε τὴν πόλιν, ἴστε τὴν ζημίαν.
然而,在这些灾难中,神明依然为她保留了一样东西,作为得救的象征:你们曾亲眼见过这座城市,深知她的损失。
ἀναμνήσθητε ὧν ἐπὶ τῆς πορείας ἐφθέγξασθε ὁρῶντες εἰς αὐτὴν, ἀναμνήσθητε ὧν εἴσω παρελθόντες, ὡς διετέθητε, ὡς διεθήκατε.
请回想你们在旅途中看着她时所说的话;请回想你们进入城内后,心中如何触动,又做出了怎样的安排。
οἱ μὲν Θεοξένια ἦγον, ὑμεῖς δὲ ὡς ἐν τοῖς ἡμερωτάτοις ὧν κέκτησθε ἀνεπαύεσθε.
那时人们正庆祝着神客祭,而你们则在你们所拥有的最温和的地方休养。
ποία προσβολὴ τῆς ὄψεως οὐχ ἡδίους ὑμᾶς ἐποίησε;
有什么景象的呈现不曾让你们更加愉悦?
τί τῶν πάντων §513ἐθεάσασθε σιγῇ καὶ οὐ μετὰ τῆς πρεπούσης ὑμῖν εὐφημίας;
在所有的事物中,有什么是你们默默看着而没有给予应有赞美之词的吗?
ὧν οὐδὲ ἀπελθόντες ἠμνημονήσατε.
即使在离去之后,你们也未曾忘怀。
ἃ νῦν πάντα ἐν κόνει.
而如今,这一切皆归于尘土。
μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται· ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν·
港口已经封闭,广场的美景不复存在,街道的装饰已经消失,体育馆连同男子和少年们一同被毁;至于神殿,有的倒塌,有的沉没。
ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν.
这座在世人眼中最美丽的、因其美丽而得名的城市,如今在全人类面前展现为最不忍卒睹的惨状,成了一座瓦砾与尸体的山丘。
ζέφυροι δὲ ἐρήμην ἐπιπνέουσι.
西风吹拂着这片荒凉之地。
τὸ δὲ λειπόμενον πᾶν εἰς ὑμᾶς βλέπει, συναποβλέπει δὲ καὶ ἡ ἄλλη πᾶσα Ἀσία, ὑμῖν μὲν τἀγαθὰ νῦν τε καὶ ἀεὶ συνευχομένη, τῇ Σμύρνῃ δʼ ἔλεον παρʼ ὑμῶν, εἰ δὴ Σμύρνα γε τοὔδαφος.
所有剩余的一切都仰望着你们,而亚细亚的其他所有地方也一同仰望,现在并永远为你们祈求福祉,同时也为士麦那向你们乞求仁慈——如果士麦那的这片土地依然算作士麦那的话。
παράδοξον μὲν οὖν οἶδα ἐρῶν λόγον, οὐ μὴν ἀνόητόν γε, ὡς οἶμαι.
我知道我将说出一番看似离奇的话,但我认为这绝非愚蠢之言。
εἰ γὰρ καὶ ἀβούλητος ὑμῖν ἡ ὑπόθεσις, τῆς γε ἀγαθῆς τύχης ὑμῖν γέγονε, δούσης ἀφορμὴν ἐφʼ ἧς κάλλιστα δὴ καὶ φανερώτατα τῇ φύσει χρήσεσθε ἐπὶ πολλοῖς καὶ μεγάλοις οἷς πρότερον ἐπεδείξασθε.
因为,即使这一主题并非你们所愿,它也成了你们的福祉,给你们提供了一个契机,让你们在以往多次展现的高洁品性的基础上,最美丽、最显著地彰显你们的天性。
μὴ γάρ μοι Λυσίμαχον ἔτι, μηδὲ Ἀλέξανδρον αὐτὸν, μηδὲ Θησέα καὶ μύθους, ἀλλʼ ὑμεῖς οἰκισταὶ τῆς πόλεως γένεσθε, ὑμεῖς νέαν ἐξ ἀρχῆς ἀποδείξατε, ὑμῶν γενέσθω πᾶσα καὶ διʼ ἁπάντων ἡ πόλις, εἴτε ὡς καλύπτραν βασιλίδων εἴτε ὡς βασιλέων διάδημα εἴθʼ ὅπως βούλεσθε λογίσασθε, οὕτω σώσατε τὴν πόλιν.
不要再向我提起吕西马科斯,也不要提起亚历山大本人,更不要提起忒修斯和那些神话;相反,请你们自己成为这座城市的重建者,你们从头展现一座新的城市,让这座城市的全部和一切都属于你们——无论你们将其视为皇后的面纱、国王的王冠,还是你们想如何看待,请以此拯救这座城市。
τίνας οἰκιστὰς, ποίους βασιλέας οὐκ ἀποκρύψετε;
你们将让怎样的重建者、怎样的国王黯然失色?
ποίους οὐχ ὑπερβαλεῖσθε ὅρους μεγαλοψυχίας, ἃ χρόνῳ καὶ καθʼ ἕκαστον ἐκτήθη τῇ πόλει, ταῦθʼ ἑνὸς οἰκισμοῦ ποιήσαντες γενέσθαι;
通过将这座城市历经时间、逐一获得的财富转化为单一重建的成果,你们将超越怎样的慷慨界限?
καὶ ταῦτα οὐχ ὡς συμβουλεύων εἶπον, οὐδʼ ὡς ἀγνοοῦντας διδάσκων, οὐχ οὕτως ἔκφρων γέγονα ὑπὸ τῆς συμφορᾶς, ἀλλά τοι καὶ εὔχεσθαι οὕτω νομίζουσιν ἄνθρωποι, Δὸς νίκην Αἴαντι, καὶ νῦν αὖτέ με φῖλαι
我之所以说这些,并非为了出谋划策,也非为了教导无知之人,我还没有因这场灾难而丧失理智到如此地步。
§514Ἀθήνη.
但是,人们在祈祷时确实也是这样说的:“赐予埃阿斯胜利吧”,以及“如今请再次爱我,雅典娜”。
ἐν ᾧ τοίνυν τρόπῳ τοῖς θεοῖς διαλεγόμεθα, ἐν τούτῳ καὶ ὑμῖν ἐπιστέλλειν ἀνεπίφθονον.
因此,我们用与神明对话的方式向你们修书,并不会招致反感。
καὶ μὴν τοῖς μὲν θεοῖς εὐχόμεθα ὑπὲρ τούτων, ὑμῶν δὲ τῶν θειοτάτων ἀρχόντων δεόμεθα.
而且,我们为这些事情向神明祈求,而向你们这些最神圣的统治者恳求。
καλὸν δέ που καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων δεῖσθαι τὰ τοιαῦτα.
在神明和世人面前,恳求这样的事情无疑是高尚的。
ὅπως δὲ αὐτὸς ἐξέφυγον ποθεῖτε ἴσως ἀκοῦσαι.
至于我自己是如何逃脱的,也许你们想听一听。
ἡμέραις τισὶ πρότερον τῶν συμβάντων ἐκίνησέ με ὁ θεὸς καὶ κατέστησεν εἰς χωρίον τι, καὶ προσέταξε κατὰ χώραν μένειν, οὗ δὴ καὶ διατρίβων τὰ συμβάντα ἐπυθόμην.
在灾难发生的前几天,神指引我,让我安置在某个地方,并命令我待在原地,正是在那里逗留时,我得知了所发生的事情。
πυθόμενος δὲ οὐκ εἶχον ὅπως ἡσυχάζοιμι ἐλείπετο δὲ ἄλλο μὲν οὐδὲν, οἶμαι, θεοὺς δὲ καὶ ὑμᾶς καλεῖν.
得知之后,我无法保持平静。 我想,除了呼唤神明和你们之外,我已别无他法。
διὰ ταῦτα οὔτε πρεσβείαν κοινὴν ἀνέμεινα οὔτʼ εἰς ἕτερον βλέπειν ἠξίουν ὅ τι πράξειεν, ἀλλʼ ἡγούμενος εἴ τινι τῶν πάντων κἀμοὶ διαλέγεσθαι τὸ πρᾶγμα, ἐμαυτὸν ἔταξα διάκονον, ἀξιόχρεων εἶναι νομίσας εἰ μή τι ἄλλο, ἀλλʼ ἀνακλαύσασθαι τὰς τῆς πόλεως συμφοράς.
因此,我没有等待共同的使节团,也没有认为值得去观望别人的行动,而是认为这件事与所有人一样也关乎我,于是将自己定位为仆人,认为自己即便不能做别的事,至少也配为这座城市的灾难同声哀哭。
ἕτεροι μὲν οὖν παρὰ βασιλεῦσιν ἰσχύσαντες δωρεὰς εὕροντο ἑαυτῶν πατρίσιν εὖ πραττούσαις, ἐγὼ δʼ εἴ τι καὶ τοὐμόν ἐστι παρʼ ὑμῖν, αἰτῶ καὶ δέομαι ταύτην γενέσθαι τῇ πόλει τὴν χάριν, μὴ καθάπερ σκεῦος συντριβὲν ἐκριφῆναι καταγνωσθὲν ἀχρηστίαν, ἀλλʼ ἀναβιῶναι διʼ ὑμῶν.
其他人因在皇帝面前拥有权势,为他们繁荣的祖国赢得了赏赐,但对我而言,如果我在你们心中也有微薄的分量,我请求并恳求将这份恩泽赐予这座城市,不要让她像一件因无用而被判定抛弃的破碎器皿一样被扔掉,而是能通过你们重获新生。
εἰσῄει δέ μοι καὶ τὸ τοῦ Σόλωνος, ὅν φασι τῆς πολιτείας καταλυθείσης λαβόντα ἀσπίδα καὶ δόρυ καθῆσθαι πρὸ τῆς οἰκίας, βοηθεῖν μὲν οὐκ ἔχοντα, οἶμαι, ἐνδεικνύμενον δὲ ὡς ἔχει γνώμης.
我的脑海中也浮现出了梭伦的故事。 据说,当城邦政体被推翻时,他拿起盾牌和长矛,坐在自己的屋前,我想,他虽无力相助,却展示了自己的心意。
τὸ δʼ ἐμὸν καὶ πλέον.
而我的情况甚至更进一步。
εἰ γὰρ καὶ μηδὲν ἔργῳ συντελεῖν εἶχον, τό γε τὴν ὑμετέραν φιλανθρωπίαν παρακαλεῖν εἰς ἔργον ᾔδειν μοι καθιστάμενον, ὥστʼ οὐχὶ μάταια σπουδάσασθαι.
因为,即使我在实际行动中无法贡献什么,但我知道,唤起你们的仁慈付诸行动是我被赋予的职责,因此我的努力绝非徒劳。
καὶ μὴν ὅσα μὲν ἔξω πυλῶν οὐ πάνυ θράττει με, ἐπεὶ οὐδὲ τοῖς προστάταις συνέχαιρον, ἡνίκα περιειργάζοντο· δείσθω δʼ ὑπὲρ αὐτῶν ὁ βουλόμενος, οὐδὲν τό γε ἐμὸν κωλύει·
诚然,城门之外的一切并不会太让我困扰,因为当保护者们在那些事情上费尽心思时,我也并未与他们一同高兴;让想为那些事情恳求的人去恳求吧,我绝不阻拦。
ὅσα δʼ εἴσω περιβόλου καὶ παλαιὰ καὶ καινὰ τῆς τε εἰς ὑμᾶς τιμῆς καὶ ἅμα τῆς παρʼ ὑμῶν ὑπομνήματα καὶ τῇ πόλει φιλοτιμίαν ἔχοντα πρός τε τοὺς ὁμοτίμους
但是,在城墙之内,无论是旧的还是新的,既是向你们致敬的纪念,又是来自你们的纪念,并为这座城市在同等地位者中赢得荣耀的事物……

词汇与语法注释

  1. 512ὧν — 关系代名词 `ὧν` 代替了 `τούτων ἃ`,这是因为先行词 `τούτων` 被省略,而关系代名词受其吸引(attraction)变为了属格。动词 `ἀναμιμνήσκομαι`(回忆)支配属格宾语。
  2. 513μὴ γάρ μοι — 省略了说话动词(如 `λέγετε`)的惯用表达。与格的 `μοι` 是伦理与格(ethical dative),意为“不要再对我提起……”。
  3. 513ποιήσαντες γενέσθαι — 使役结构,由 `ποιέω` + 宾格 (`ταῦτα`) + 不定式 (`γενέσθαι`) 构成,意为“使这些事物成为……”。`ταῦτα` 的先行词是关系从句引导词 `ἃ`。
  4. 514ἐμαυτὸν ἔταξα διάκονον — 双宾格(二重对格)结构。动词 `τάττω`(任命、安置)接了宾语 `ἐμαυτόν` 和宾语补足语 `διάκονον`(仆人、侍者)两个对格。
  5. 514ᾔδειν μοι καθιστάμενον — 认知动词 `ᾔδειν`(`οἶδα` 的过去完成时,具过去时意义)接了分词补足语 `καθιστάμενον`,该分词以冠词不定式从句为主语。`μοι` 是利益与格。

引用这一段

阿里斯·台德斯, 关于士麦那的信 §512-514. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg041.humanitext-grc2:512-514

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。