- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg031.humanitext-grc2:398-399
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アテネ市民に戦争を中止して平和を受け入れることを強く勧め、過去の事例と現実的な利益を挙げて、平和を選択することが名誉と安全を同時に得る最善の策であることを説明する。
μηδὲν νῦν παθεῖν1 παραπλήσιον, ἀλλʼ ἀτοπώτατον νομίσαι τῶν ἁπάντων εἶναι εἰ Νίσαιαν μὲν καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔχοντές ποτε, τούτων ἐθελονταὶ παρεχωρήσαμεν, πλείονος ἀξίαν τὴν εἰρήνην τῶν ἀπὸ τοῦ πολέμου πλεονεξιῶν ἡγούμενοι, νυνὶ δʼ ἐξὸν μετὰ τοῦ μηδὲν προέσθαι τῶν ὑπαρχόντων δόξαν φρονήσεως ἅμα καὶ δυνάμεως προσλαβεῖν οὐκ ἐθελήσομεν. ἀλλʼ ἐκλείπειν μέν ποτε τὴν πόλιν καὶ προΐεσθαι καὶ ἱερὰ καὶ τάφους καὶ ἅμα τοῖς σώμασι καὶ τοῖς οὖσι κινδυνεύειν ᾠόμεθα δεῖν, τῆς κοινῆς σωτηρίας τῶν Ἑλλήνων ἕνεκα, ἐξὸν δʼ ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας σῶσαι2 τὰ πράγματʼ αὐτοῖς, οὐ τολμήσομεν, ἀλλὰ τῶν μὲν ἀθλητῶν εὖ βουλεύεσθαι νομίζομεν οἵτινες ἂν νικῶντες καταλύωσι καὶ μὴ πρὸς ἀνάγκην, αὐτοὶ δʼ οὐχ οὕτω πράξομεν, οὐδʼ εἰσόμεθα ὅτι πρὸς μὲν τοὺς βαρβάρους καὶ μέχρι τῶν ἐσχάτων ἴσως προσήκει προϊέναι, τοὺς δὲ τῶν Ἑλλήνων πρὸς ἀλλήλους ἀγῶνας τοῖς στεφανίταις ἀγῶσι νομίζειν προσεοικέναι καὶ τὴν νίκην ἀποχρῶν ἡγεῖσθαι τέλος, πέρα δὲ μηδὲν ζητεῖν. εἰ δʼ αὖ κἀκεῖνον ἀληθῆ χρὴ νομίζειν τὸν λόγον ὡς ὁ πρὸς ἀλλήλους πόλεμος τοῖς Ἕλλησι στάσει προσέοικεν, ἄριστον δή που σκοπεῖν ὅπως τις ὡς τάχιστʼ αὐτὸν καταλύσεται καὶ μὴ ζητεῖν εἰς ἀπέραντον ἐκτείνειν οὗ μηδʼ ἄρξασθαι προσῆκε. καὶ μὴν εἰ πρότερον δυσκόλως τινὲς τῶν Ἑλλήνων ἔσχον πρὸς ὑμᾶς ἐξ ἀδίκων ὑπονοιῶν, νῦν γε ἅπαντες σωτῆρας ἑαυτῶν κρινοῦσιν, ἐὰν αὐτοὺς πραγμάτων καὶ κακῶν ἀπαλλάξητε. οὐ γὰρ τοῖς κατʼ ἀνάγκην δεηθεῖσι τὴν χάριν προσθήσουσιν, ἀλλὰ τοῖς καὶ ταῦτα κἀκεῖνα βουλεύσασθαι κυρίοις οὖσι τὰ κοινῇ συμφέροντα προκρίνασιν. ἡγοῦμαι δʼ εἰ μέν τι πιστόν ἐστι Λακεδαιμονίοις, πανταχῆ καλῶς ἡμῖν ἔσεσθαι διεγνωσμένα, εἰ δʼ αὖ νεωτερίζειν ἐγχειροῖεν, οὐκ εἶναι κρείττω κατʼ αὐτῶν λαβήν. εἰ γὰρ ὅταν μὲν δέῃ σώζειν, ὑπέρχονται, θαρρήσαντες δὲ ἐπίασιν, οὐκ ἔστιν ὅπως οὐχ ἡμῖν στρατηγήσουσιν.3 ἐκείνους μὲν γὰρ ὁμοῦ φαύλους τε ἡγήσονται καὶ μισήσουσιν ἅπαντες, ἡμῖν δὲ μετʼ εὐφημίας ὅ τι ἂν οἷοί τʼ ὦσιν ὑπηρετεῖν προθυμήσονται. θαυμάζω δʼ εἴ τις δέδοικε μὲν μὴ λύσωσι τὰς σπονδὰς, πολεμεῖν δʼ ἐξεπίτηδες αἱρεῖται καὶ μὴ λογίζεται τοὐναντίον ἢ βούλεται ποιῶν. ὅπως γὰρ ἀσφαλῶς γενήσονται πράττειν,4 οὐκ ἐξ ἀρχῆς γενέσθαι κωλύειν προσῆκεν. οἶμαι δʼ εἰ πανούργους καὶ σφόδρα ἀσφαλεῖς τις ἡγεῖται Λακεδαιμονίους, ὑπό γʼ αὐτῶν τῶν συμφορῶν πεπαιδευμένους ἔσεσθαι μαλακωτέρους· ὁρῶντες γὰρ ὡς οὐδὲ τὰ πρόσθεν αὐτοῖς εἰς καλὸν ἧκεν, εἰ μὴ ἑκόντες, ἀλλʼ ἄκοντες σωφρονήσουσι. δεξαίμην δʼ ἂν ἔγωγε5 καὶ δεύτερον αὐτῶν παρακινησάντων πολεμεῖν μᾶλλον ἢ νυνί. τότε μὲν γὰρ τὴν παρὰ τῶν θεῶν αὖ βοήθειαν προσυπάρξειν ἡγοῦμαι τῇ πόλει, νῦν δʼ οὐδὲν εἶναι τοσοῦτον ἀνθʼ ὅτου προσῆκε περαιτέρω τοῦ συνοίσοντος φιλονεικεῖν. ἐγὼ μὲν οὖν εἶπον ἃ βέλτιστα ἡγούμην. εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ μετὰ τῶν ὑμῖν αὖ δοξάντων γενέσθαι τὴν τύχην.
今や同様の過ちを犯さぬようにすること、そして、もし私たちがかつてニサイア、ペガイ、アカイアを保持していながら、これらを自発的に譲渡し、平和を戦争による利得よりも価値あるものと考えていたのに、今や既存のものを何一つ失うことなしに、思慮と力の評判を同時に獲得できる状況にあるにもかかわらず、そうしようとしない(平和を望まない)ならば、それがすべての中で最も奇妙なことであると見なすべきである。しかし、私たちはかつて、ギリシア人の共同の生存のために、城邦を立ち退き、神殿や墓をあきらめ、肉体と財産の双方を危険にさらすことが必要であると考えていたのに、今や危険を冒すのをやめることそのものによって、自分たちの利益を救うことができる状況にあるのに、あえてそうしようとしないのだろうか。むしろ、アスリートたちのうち、勝利しているときに、余儀なくされることなく競技を終える者を、私たちは賢明であると見なすのに、私たちは自分たち自身ではそのように行動しないのだろうか。また、異民族に対しては、あるいは極限まで突き進むことがふさわしいかもしれないが、ギリシア人同士の争いは、冠を賞品とする競技に似ていると見なすべきであり、勝利をもって十分な目的と考え、それ以上何も求めてはならないということを、私たちは知ろうとしないのだろうか。さらにまた、ギリシア人同士の戦争は内乱に似ているという、あの言葉をも真実と見なすべきであるなら、いかにしてこれを最も速やかに終わらせるかを熟慮するのが最善であることは言うまでもなく、そもそも始めるべきでなかったものを無限に引き延ばそうと求めてはならない。さらに、もし以前は一部のギリシア人が不当な疑念からあなた方に対して反感を抱いていたとしても、今やあなた方が彼らを困難と災いから救い出すなら、彼ら全員があなた方を自分たちの救済者と判断するだろう。なぜなら、彼らは余儀なくされて懇願した者たちに恩義を感じるのではなく、これらとあれの双方を決定する主権を持ちながら、共同の利益になる方を選び取った者たちに恩義を感じるからである。そして、もしラケダイモン人たちにいくらかでも信頼性があるなら、私たちの決定事項はあらゆる点でうまくいくと私は考える。他方、もし彼らが再び不穏な動きを企てるなら、彼らに対するこれ以上の好機はないと考える。なぜなら、もし救済を必要とするときにはへつらい、自信を得ると襲いかかるなら、彼らが結果的に私たちのために有利な状況を作り出すことになるのは避けられないからである。なぜなら、誰もが彼らを邪悪であると見なすとともに憎むだろうし、私たちに対しては、賞賛の言葉とともに、自分たちのできる限りのことを熱心に奉仕しようとするだろうからである。しかし、誰かがラケダイモン人が休戦協定を破るのではないかと恐れる一方で、あえて意図的に戦争をすることを選択し、自分が望んでいることと反対のことをしているのを考慮に入れないなら、私は不思議に思う。なぜなら、〔休戦協定が〕確かに保たれるように手を尽くすのであって、最初から生じるのを妨げるべきではなかったからである。また、もし誰かがラケダイモン人たちをずる賢く、極めて慎重であると考えているとしても、彼らはまさに自らの受けた災いによって教育され、より穏和になるだろうと私は思う。なぜなら、以前の出来事も彼らにとって良い結果をもたらさなかったことを見て、彼らは自発的にでなくとも、いやいやながらでも思慮深く(節度を持つように)なるだろうからである。私としては、彼らが再び不穏な動きを見せた時に戦争をする方が、今戦争をするよりもむしろ受け入れられる。なぜなら、その時には神々からの助けが再び我が城邦に味方すると私は考えるが、今や、有益な範囲を超えてこれ以上張り合うに足るほどの理由は、何一つ存在しないからである。さて、私は最善と信じることを語った。私は二つのうちの一方が起こることを祈る。すなわち、あなた方も同意するか、さもなくば、運命が、あなた方が決定したことに味方してくれることである。
- 398μηδὲν νῦν παθεῖν
直前チャンクの末尾にある 'χρὴ' から導かれる不定詞句であり、アテナイが再び同様の失敗や災難に見舞われないようにすべきであることを示している。
- 398ἐξὸν δʼ ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας σῶσαι
非人称動詞 'ἔξεστι' の対格絶対分詞である 'ἐξόν' を含み、'ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας'(まさに危険を冒すのをやめることによって)が、その後に続く救済(σῶσαι)の手段または条件として提示されている。
- 398οὐκ ἔστιν ὅπως οὐχ ἡμῖν στρατηγήσουσιν
二重否定構文 'οὐκ ἔστιν ὅπως οὐχ'(〜しないはずがない)に与格 'ἡμῖν' を伴う動詞 'στρατηγήσουσιν' が続き、敵の不誠実な行動が、客観的にはアテナイにとって有利な戦術的状況を結果的にもたらす(=私たちのために戦略を立てる形になる)という確信を表現している。
- 399ὅπως γὰρ ἀσφαλῶς γενήσονται πράττειν
'πράττειν' は 'προσῆκεν' に係る不定詞で、'ὅπως ἀσφαλῶς γενήσονται'(〔休戦協定が〕いかにして確実に保たれるか)はその目的節。後半の 'οὐκ ἐξ ἀρχῆς γενέσθαι κωλύειν'(最初から成立するのを妨げることではなく)と対比されている。
- 399δεξαίμην δʼ ἂν ἔγωγε
小辞 'ἄν' を伴う希求法(潜在の希求法)であり、「私としてはむしろ好んで受け入れる(容認する)だろう」という、和らげられた主観的主張を表している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 2 件
