- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg027.humanitext-grc2:360-361
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アリスティデスは夢の中でアテナイのリュケイオンを訪れ、プラトンの神殿や像を目にして他の人々と言論について議論し、さらに落雷の瑞兆をはじめとする数々の予兆を経験する。
ὡς τὰς ἁπάντων τούτων δυνάμεις ἔχοντα ἐμέ.1 κἀγὼ βλέψας πρὸς τὸν παῖδα, πάντα, ἔφην, ἀξιῶ Λουκίῳ πιστεύειν σὲ πλὴν τούτου. καὶ ὁ Λούκιος τὴν μὲν εὐπορίαν τῆς ἀποκρίσεως ἐδόκει μοι ἐπαινέσαι, οὐ μέντοι τήν γε ἀναχώρησιν ἐνεγκεῖν ἡδέως. πάλιν δὲ τοῦ παιδὸς ἀμειβομένου καὶ λέγοντος ἐν μελέτῃ τε καὶ δεξιὰ πρὸς ἐμὲ, ὑπολαβὼν ἅμα παίζων, ἀλλὰ μέντοι, ἔφην, εἰ οὕτως οἷός τʼ εἶ λέγειν, θαυμάσαιμʼ ἂν, εἰ ἐμοῦ γε δέοιο διδασκάλου. μετὰ ταῦτα ἐδόκουν προελθὼν ἔξω τῆς οἰκίας ἅμα νεανίσκῳ τινὶ τῶν ἐπιτηδείων τὴν μὲν λεπτότητα τοῦ ἀέρος γνωρίζειν τε καὶ ἀποδέχεσθαι, μεταβολῶν δὲ πολλῶν διʼ ὀλίγου γιγνομένων καὶ ἅμα καὶ νότου συμπεσόντος, καὶ τοτὲ μὲν ὡς χειμῶνος, τοτὲ δὲ ὡς θέρμης οὔσης, φάναι ἐπισημαινόμενος ὅτι λεπτὸς μὲν ὁ ἀὴρ οὗτος, ὁ δὲ οἴκοι βεβαιότερος. μετὰ ταῦτα ἐχωροῦμεν ᾗ τὸ Λύκειον, καὶ νεώς τις ἐξεδέχετο πάνυ μέγας καὶ καλὸς, οὐχ ἧττον ἢ ἑκατόμπεδος· καὶ ἔδει ἀναβαίνειν ἀναβασμούς τινας πρὸς τὸν νεών. εἱστήκεσαν δὲ ὥσπερ οἱ τοὺς θαλλοὺς ὀρέγοντες ἔνθεν καὶ ἔνθεν μοι δοκεῖν. ἀνιόντι οὖν μοι παιδάριον προὔτεινεν ᾠὰ τρία·2 κἀγὼ, παρῆλθον γὰρ οὐ λαβὼν, ἐνθύμιον ἐποιησάμην ὅτι χρὴ μέντοι λαβεῖν τοῦ συμβόλου ἕνεκα. ἐπιστραφεὶς οὖν καὶ λαβὼν ᾔειν ἄνω. καὶ ἐπειδὴ πρὸς τῷ ναῷ γίγνομαι, τὰ μὲν ᾠὰ δίδωμί τινι τῶν περὶ τὸ ἱερὸν ἑστῶτι πρός τινι κίονι, ὁ δʼ ἔμελλε παρʼ αὑτοῦ προσθήσειν ἕν. αὐτὸς δὲ ἐν τῷ προνάῳ γενόμενος ὁρῶ τὸν νεὼν Πλάτωνος ὄντα τοῦ φιλοσόφου, καὶ τὸ ἄγαλμα ἐκείνου μέγα καὶ καλὸν ἑστηκὸς, ἐκ δεξιᾶς δʼ αὐτοῦ οὐκ οἶδʼ ὅστις εἱστήκει. καθῆστο δὲ ἐπὶ τοῦ οὐδοῦ γυνὴ μάλʼ εὐσχήμων, ἣ διελέγετο περί τε τοῦ Πλάτωνος καὶ τοῦ ἕδους. συνεπελάμβανον δέ τινες καὶ ἄλλοι τοῦ λόγου καὶ ἅμα ὡς περὶ παλαιοῦ διελέγοντο. κἀγὼ, τοῦτο μὲν, ἔφην, οὐκ ἔνεστιν εἰπεῖν ὅτι καὶ παλαιόν· ὅ τε γὰρ τύπος τῆς ἐργασίας ἐλέγχει νεώτερος ὢν Πλάτωνός τε οὐ πολὺς ἦν λόγος ἐπʼ αὐτοῦ Πλάτωνος, ἀλλʼ ὕστερον, ἔφην, προὔβη δόξα. εἰπόντος δέ τινος ὡς καὶ τρεῖς ἔδει νεὼς εἶναι Πλάτωνός γε, τί δʼ οὐ καὶ Δημοσθένους, ἔφην ὑπερβαλὼν, ὀγδοήκοντα, καὶ Ὁμήρου γε, οἶμαι; καὶ ἔτι ταῦτα λέγων, ἀλλʼ ἴσως, ἔφην, τοὺς μὲν νεὼς τοῖς θεοῖς προσήκει καθιεροῦν, τοὺς δὲ ἄνδρας τοὺς ἐλλογίμους τῇ τῶν βιβλίων ἀναθέσει τιμᾶν, ἐπεὶ καὶ αὐτῶν, ἔφην, ἡμῶν τιμιώτατα ἃ φθεγγόμεθα, ὡς δὴ τοὺς μὲν ἀνδριάντας καὶ τὰ ἀγάλματα τῶν σωμάτων ὄντα ὑπομνήματα, τὰ δὲ βιβλία τῶν λόγων.3 τοιαῦτα εἰπὼν καὶ ἀκούσας ἐπανῄειν. καὶ κατιδὼν ἐπιόντα τὸν σύντροφον τοὺς χρόνους ἀνενεούμην, ὁπόσοις τισὶ πρότερον γενοίμεθα Ἀθήνησιν ἅμα. ἐπιστρέψαντος δέ μου ὡς πρὸς τὴν ἀκρόπολιν, ἵνʼ οἴκαδε εἰσέλθοιμι, διῇξε σέλας ἐκ δεξιᾶς καὶ κατέσκηψεν οὕτω δή τι παρʼ αὐτὰς ἄκρας μου τὰς κόμας ὥστε ἐθαύμαζον εἰ μὴ ἡμμέναι εἶεν. ἠγωνισάμεθα δή· ἔλαβον δὲ ὡς αἴσιον μᾶλλον τὸ σημεῖον, καὶ γὰρ ὁ νεανίσκος ὁ συνών μοι δόξαν ἔφη φέρειν αὐτὸ ἄλλως τε καὶ ἐπειδὴ ἐκ δεξιᾶς ἐγεγόνει. ἐδόκει δέ μοι τὰ πλείω τῶν οἰκοδομημάτων κλίμακάς τινας προσθέτους ἔχειν, καὶ διὰ τούτων ἀνιέναι δεῖν καὶ κατιέναι· ὥσθʼ ὑπεδυσχέραινον τοῦτό γε, ὅμως δʼ οὖν γίγνομαί πως ἔνδον. κἀν τούτῳ οἱ τὴν πομπὴν τῷ Ἔρωτι πέμποντες ἐπανεληλύθεσαν, καὶ πυθόμενος τὸ σημεῖον ὁ ἐξηγητὴς καὶ οὗτος ἔφασκεν αἴσιον εἶναι καὶ ὀρθῶς ἄρα μοι συμβῆναι τὰς θυσίας. προσγεγενῆσθαι δέ μοι ἐδόκει ὄναρ ὡς ἱερὰ ποιῆσαι Διὶ καὶ Ἀρτέμιδι καὶ εἰ δή τινι ἑτέρῳ θεῶν. καὶ ἐπὶ τούτοις πᾶσιν ἐδόκουν καλεῖν Εὔδοξον ὡς ἀπογραψόμενον διά τε τὸ μακρότερα εἶναι καὶ τὸ βούλεσθαι διʼ ἀκριβείας αὐτὰ σῶσαι. ταυτί μοι καὶ περὶ τῆς ὕστερον δόξης καὶ τοῦ δεῖν κατὰ χώραν μένειν πρὸς πολλοῖς ἄλλοις ἐδηλώθη.
それは、私がこれらすべての人々の能力を持っているかのようにであった。そして私はその少年を見て、「お前がルキオスの言うことをすべて信じるのはもっともだが、これだけは例外だ」と言った。するとルキオスは、私の返答の機転を褒めているように私には思われたが、しかし私が一歩身を引いたことを快く受け入れたわけではなかった。再び少年が答えて、私に対して熱心にかつ巧みに語りかけたので、私は冗談交じりに遮って言った、「しかし、もし君がそれほど見事に話せるのなら、私を教師として必要とするなどということは驚きだね。」 この後、私は親しい若者の一人と一緒に家の外へ出て、空気の澄んでいることに気づき、それを喜んでいるように思われた。短い間に多くの変化が起こり、同時に南風も吹き、ある時は冬のようであり、ある時は夏のようであったので、私はこう指摘して言ったと思われる。「この空気は澄んでいるが、故郷の空気の方が安定している。」 この後、私たちはリュケイオンの方へ進んだ。すると、非常に大きく美しい神殿が目の前に現れた。それは百フィートを下回らない大きさであった。そしてその神殿に向かっていくつかの階段を上らなければならなかった。すると、私の見るところ、両側に若枝を差し出す人々のような者たちが立っていた。私が上っていくと、一人の幼い子供が私に3個の卵を差し出した。私は受け取らずに通り過ぎてしまったのだが、予兆のためにやはり受け取るべきだったと思い直した。そこで引き返して、それを受け取り、上へと進んだ。そして神殿のところに到着したとき、私はその卵を、神殿の周りの柱のそばに立っていた人物に渡した。すると、彼は自らもう1個付け加えるつもりであった。私自身が前室に入ると、その神殿が哲学者プラトンのものであることが分かり、彼の大きく美しい像が立っており、その右側には誰だか分からない人物が立っていた。敷居の上には非常に上品な女性が座っており、彼女はプラトンとその像について語っていた。他の何人かもその会話に加わり、同時に、それを古いものであるかのように語り合っていた。そこで私は言った。「これを古いと言うことはできません。なぜなら、制作の様式がより新しいものであることを証明していますし、プラトンの名声はプラトン自身の時代にはそれほど大きくはなく、後に、」と私は言った、「高まったのです。名声が。」 すると、ある人が「プラトンの神殿なら3つあるべきだ」と言ったので、私は大げさに言った。「では、デモステネスのものなら80、ホメロスのものなら、おそらく[それ以上あるべきだ]と思いませんか?」私はさらに続けて言った。「しかしおそらく、神殿は神々に捧げるのがふさわしく、著名な人々は彼らの著作を献納することによって称えるのがふさわしいでしょう。なぜなら、私たち自身にとっても、語る言葉こそが最も貴重なものであり、立像や肖像彫刻が肉体の記念碑であるのに対し、書物は言葉の記念碑だからです。」 このようなことを語り、また聞いて、私は戻る途中であった。そして、近づいてくる同行者の姿を見て、私たちは以前アテナイに一緒にいた時の歳月を思い出していた。私が家に帰るためにアクロポリスの方へ向きを変えたとき、右側から閃光が走り、私の髪の本当に先すれすれに落ちてきたので、髪が燃えていないかと怪しむほどであった。私たちは確かに驚き慌てた。しかし私はその前兆をむしろ吉兆として受け取った。というのも、私と一緒にいた若者も、それが名声をもたらすものだと言ったからであり、とりわけそれが右側で起きたからである。また、建物の大部分には架け梯子が取り付けられており、それらを使って上り下りしなければならないように思われた。そのため、私はこのことにいささか不快感を覚えたが、ともかく何とか中に入った。その間に、エロスへの行列を執り行っていた人々が戻ってきており、その兆候について聞いた解釈者もまた、それは吉兆であり、私にとって犠牲式が正しく執り行われたのだと言った。さらに夢の中で、ゼウスとアルテミス、そして他の神々のために、私が犠牲を捧げたということが付け加えられたように思われた。そしてこれらすべてを踏まえて、私はそれらが非常に長大であったこと、また正確に保存しておきたかったことから、書き留めさせるためにエウドクソスを呼ぶように思われた。これらが、私の将来の名声や、その場に留まるべきことについて、他の多くのことと共に私に示されたのであった。
- 360ὡς τὰς ἁπάντων τούτων δυνάμεις ἔχοντα ἐμέ
前文の παῖδα... λέγειν... につながる ὡς +分詞の対格構文であり、少年の発言の前提(「あたかも私がこれらすべての優れた人々の能力を兼ね備えているかのように」)を主観的理由として表している。ἐμέ は分詞 ἔχοντα の意味上の主語である。
- 360ἀνιόντι οὖν μοι παιδάριον προὔτεινεν ᾠὰ τρία
現在分詞与格 ἀνιόντι は、代名詞与格 μοι(動詞 προὔτεινεν の与格補語、関与の与格)を修飾する一致分詞。主節の主語 παιδάριον の行為がなされた時の、私の動向を示す一時的な付帯状況(「私が上っていくと、…」)を表す。
- 361ὡς δὴ τοὺς μὲν ἀνδριάντας καὶ τὰ ἀγάλματα τῶν σωμάτων ὄντα ὑπομνήματα, τὰ δὲ βιβλία τῶν λόγων
接続詞 ὡς(「〜として、〜であるので」)の後に、ὄντα(分詞対格中性複数、ὑπομνήματα に一致)を伴う対格文が並置されている。後半の τὰ δὲ βιβλία τῶν λόγων には分詞 ὄντα が共通の述語として省略されており、全体として「肖像彫刻が肉体の記念碑であるのに対し、書物は言葉の記念碑であるという理由から」という対比的な根拠を示している。
