← アイリオス・アリステイデス

聖なる話 2

§291-292

記録の着手とアスクレピオスの最初の神託

著者が神からの夢の啓示を記録し始めた背景や困難について述べ、イタリアから帰国した後の自身の深刻な病状と、温泉の利用を促すアスクレピオス神の最初の神託について回想する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§291

φέρε δὴ καὶ τῶν ἀνωτέρω μνημονεύσωμεν, ἐάν τι δυνώμεθα· ὧν τὸ μὲν ἐξ ἀρχῆς οὐδὲν ἡμῖν ἐπῄει γράφειν, ἀπιστίᾳ τοῦ μὴ περιέσεσθαι·1 ἔπειτα καὶ τὸ σῶμα οὕτως ἔχον οὐκ εἴα σχολάζειν τούτοις. χρόνου δὲ αὖ προελθόντος ἕν τι τῶν ἀδυνάτων εἶναι ἐδόκει καὶ μνημονεῦσαι ἕκαστα καὶ διʼ ἀκριβείας εἰπεῖν· κρεῖττον οὖν εἶναι σιωπᾶν ὅλως ἢ λυμήνασθαι τοσούτοις ἔργοις. καὶ πολλαί μοι παραιτήσεις ἐγίγνοντο ὑπὲρ τούτων καὶ πρὸς τὸν θεὸν καὶ πρὸς τοὺς ἐπιτηδείους τοὺς ἀεὶ δεομένους εἰπεῖν καὶ ποιῆσαι περὶ αὐτῶν. νυνὶ δὲ τοσούτοις ἔτεσι καὶ χρόνοις ὕστερον ὄψεις ὀνειράτων ἀναγκάζουσιν ἡμᾶς ἄγειν αὐτά πως εἰς μέσον. καίτοι τοσοῦτόν γε ἔχω λέγειν, ὅτι εὐθὺς ἐξ ἀρχῆς προεῖπεν ὁ θεὸς ἀπογράφειν τὰ ὀνείρατα· καὶ τοῦτʼ ἦν τῶν ἐπιταγμάτων πρῶτον. ἐγὼ δὲ τῶν μὲν ὀνειράτων τὴν ἀπογραφὴν ἐποιούμην, ὁπότε μὴ δυναίμην αὐτοχειρίᾳ, ὑπαγορεύων· οὐ μέντοι προσετίθην οὔτʼ ἐν οἷς ὄντι προσεγίγνετο ἕκαστα οὔθʼ ὁποῖʼ ἄττʼ ἀπέβαινεν ἐξ αὐτῶν, ἀλλʼ ἤρκει μοι ὥσπερ ἀφοσιοῦσθαι πρὸς τὸν θεὸν, ἅμα μὲν διὰ τὴν ἀδυναμίαν, ὥσπερ ἔφην, τοῦ σώματος, ἅμα δὲ οὐκ ἄν ποτε ἤλπισα εἰς τοσοῦτον προβήσεσθαι προνοίας τὸν θεόν· ἡ δʼ Ἀδράστεια κεκλήσθω μοι σὺν αὐτῷ.2 ἔτι δὲ καὶ τῷ μὴ πάντα ἐξ ἀρχῆς ἀρξάμενος γράφειν,3 ὥσπερ δακνόμενος καὶ τὰ λοιπὰ προϊέμην, τὰ μὲν ὡς ἂν ἑκών τις, τὰ δὲ ὡς ἄκων· ἑτέρας δὲ ὁδοὺς χαρίτων εὕρισκον πρὸς τὸν θεόν· ἐπεὶ μυριάδας γε ἐπῶν οὐκ ἔλαττον ἢ τριάκοντα ἡγοῦμαι τῆς ἀπογραφῆς εἶναι, ἀλλʼ οὔτʼ ἐπελθεῖν δή που ῥᾴδιον αὐτὰς οὔτʼ ἐφαρμόττειν ἑκάστοις ὅπως εἶχε τὰ τῶν χρόνων· πρός τε τούτοις ἔστιν ἃ καὶ διεφορήθη ἐν τῇ παντοδαπῇ φθορᾷ καὶ ἀκρασίᾳ τῶν κατʼ οἶκον περὶ τοὺς χρόνους τούτους. ὑπόλοιπον οὖν ἐστι κεφάλαια λέγειν, ἄλλα ἄλλοθεν ἀναμιμνησκόμενον, ὅπως ἂν ὁ θεὸς ἄγῃ τε καὶ κινῇ· καλοῦμεν δʼ αὐτὸν καὶ πρὸς αὐτὰ ταῦτα, ὥσπερ πρὸς ἅπαντα. πάντως δʼ ἐστὶ πρὸς ἅπαντα κλητὸς, εἰ δή τις θεῶν. ἐπειδὴ γὰρ ἐκομίσθην ἀπὸ τῆς Ἰταλίας, πολλὰ καὶ παντοῖα συνειλοχὼς τῷ σώματι ἀπὸ τῶν συνεχῶν καμάτων τε καὶ χειμώνων, οἷς ἐχρησάμην ἀπιὼν διὰ Θρᾴκης καὶ Μακεδονίας, ἔτι κάμνων ἐξελθὼν οἴκοθεν, ἦν τοῖς ἰατροῖς ἀπορία πολλὴ μὴ ὅτι ὠφελεῖν οὐκ ἔχουσιν, ἀλλʼ οὐδὲ γνωρίσαι4 ὅ τι εἴη τὸ σύμπαν. χαλεπώτατον δʼ ἁπάντων καὶ ἀπορώτατον ὅτι τοῦ πνεύματος ἀπεκεκλείμην, καὶ μετὰ πολλῆς τῆς πραγματείας καὶ ἀπιστίας μόλις ἄν ποτε ἀνέπνευσα βιαίως καὶ ἀγαπητῶς, πνιγμοί τε παρηκολούθουν συνεχεῖς ἐν τῷ τραχήλῳ καὶ τὰ νεῦρα ἐπεφρίκει καὶ σκέπης ἔδει πλείονος ἢ φέρειν δυναίμην· χωρὶς δʼ ἕτερα ἀμύθητα ἠνώχλει. ἐδόκει δὴ χρῆναι τοῖς ὕδασι χρήσασθαι τοῖς θερμοῖς, εἴ τι δυναίμην γενέσθαι ῥᾴων, ἢ τὸν ἀέρα μᾶλλόν πως ἀνασχέσθαι· καὶ γὰρ ἦν ἤδη χειμῶνος ὥρα, ἀπέχει δὲ τῆς πόλεως οὐ πολύ. ἐνταῦθα πρῶτον ὁ σωτὴρ χρηματίζειν ἤρξατο. ἀνυπόδητόν τε γὰρ προελθεῖν ἐπέταξε καὶ ἐβόων δὴ ἐν τῷ ὀνείρατι ὡς ἂν ὕπαρ τε καὶ ἐπʼ ὀνείρατι τετελεσμένῳ, μέγας ὁ Ἀσκληπιὸς, τετέλεσται τὸ πρόσταγμα. ταῦθʼ ἅμα προϊὼν ἐδόκουν βοᾶν. μετὰ ταῦτα κλῆσις καὶ ἄφιξις ἀπὸ Σμύρνης εἰς Πέργαμον μετὰ τῆς ἀγαθῆς τύχης. τὰ δʼ ἐντεῦθεν ἔστι μὲν οὐ κατʼ ἄνθρωπον διηγήσασθαι, ἐγχειρητέον δὲ, ὥσπερ ὑπεθέμην, ἐξ ἐπιδρομῆς ἔνια αὐτῶν διελθεῖν. εἰ δέ τις τὰ ἀκριβέστατα γνῶναι βουλήσεται τῶν γεγενημένων ἡμῖν παρὰ τοῦ θεοῦ, ὥρα τὰς διφθέρας αὐτῷ ζητεῖν5 καὶ τὰ ὀνείρατα αὐτά. καὶ γὰρ ἰάματα παντὸς εἴδους καὶ διαλόγους τινὰς εὑρήσει καὶ λόγους ἐν μήκει καὶ φάσματα παντοῖα καὶ προρρήσεις ἁπάσας καὶ χρησμῳδίας περὶ παντοδαπῶν πραγμάτων, τὰς μὲν καταλογάδην, τὰς δὲ ἐν μέτροις γεγονυίας, καὶ χαρίτων πάντʼ ἄξια τῷ θεῷ μειζόνων ἤ τις ἂν εἰκάσαι. νῦν δὲ ἐνθένδε ποθὲν ἀρξώμεθα, ὡς ἐπειδὴ ἐγενόμεθα ἐν τῷ ἱερῷ, τῇ πρώτῃ τῶν νυκτῶν φανεὶς ὁ θεὸς τῷ τροφεῖ μου ἐν τῷ Σαλβίου τοῦ νῦν ὑπάτου σχήματι—ὅστις δὲ ὁ Σάλβιος οὔπω τότε γε

さあ、もう少し前のことについても、何とかできる限り思い起こしてみることにしよう。それらのうち、最初は書き留めることなど全く思い浮かばなかった。生き長らえることはないだろうという不信ゆえに。その上、身体がこのような状態であったため、これらに専念することを許さなかった。さらに時が経つと、個々のことを思い出し、克明に語ることは、到底不可能なことの一つであるように思われた。それゆえ、これほど多くの偉大な事績を損なってしまうよりは、完全に沈黙している方が勝っていると思われた。そして、書き留めないことについて、神に対しても、また、これらについて語り著作にするよう常に求めていた親しい人々に対しても、多くの弁明を私はしていた。しかし今、これほど多くの歳月と時間が経った後、夢の光景が、何とかこれらを公に引き出すよう、私たちに強制している。もっとも、これだけは言っておかねばならないが、神は最初からただちに夢を書き留めるようあらかじめ命じておられた。そしてこれが命令の最初のものであった。そして私は、自分の手で書くことができないときは口述筆記させることで、夢の記録を作成していた。しかしながら、個々の夢がどのような状況にあるときに訪れたのか、またそれらからどのような結果が生じたのかは書き加えなかった。ただ、神に対する義務を形式的に果たすだけで十分であるように思われたのだ。一つには、先に述べたように身体の弱さのためであり、もう一つには、神の配慮がこれほどまでに進むとは夢にも思わなかったからである。だが、アドラステイアが、神とともに私に呼び出されますように。さらにまた、最初からすべてを書き始めなかったことによって、いわば良心の呵責に苛まれるようにして、残りのものをも諦めてしまっていた。あるものは自発的に、あるものは不本意ながら。そして、神に対する感謝を表す別の道を見出していた。というのも、その記録の量は少なくとも三十万行に及ぶと私は思っているからである。だが、それらをすべて見直すことも容易ではなく、時系列がどうであったかを個々の出来事に当てはめることも容易ではない。その上、この時期の家庭内のあらゆる混乱と無秩序の中で、散逸してしまったものもある。それゆえ、残された道は、あちこちから要点を述べることである、(いろいろなことを)思い出しながら、神が導き動かされるままに。そして、私たちは、あらゆることに対してそうであるように、まさにこれらのことに対しても彼を呼び求める。いずれにせよ、もし神々のうちの誰かがそうであるなら、彼はあらゆることにおいて呼び求められるべき方なのだ。 私がイタリアから帰還したとき、家を出たときからまだ病んでいたうえに、トラキアとマケドニアを通って去る際に出遭った絶え間ない疲労と嵐によって、身体に数多くの様々な病をため込んでいたため、医師たちにとっては、助ける手段がないことは言うに及ばず、全体の症状が何であるかを見極めることさえ非常に困難であった。すべての中で最も困難で途方に暮れたのは、呼吸が遮断されていたことであり、多大の苦労と絶望の末に、かろうじて、激しく、やっとのことで呼吸をする有様だった。そして、喉の持続的な窒息感が付きまとい、神経は震え、耐えることができる以上の防寒を必要とした。これとは別に、言葉に尽くせない他の苦痛が悩ませていた。そこで、少しでも楽になることができるか、あるいは空気を幾分かでもより耐え忍ぶことができるように、温水を利用すべきであると思われた。というのも、すでに冬の季節であり、それは市から遠くないところにあったからである。ここで初めて、救い主が神託を与え始めた。彼は素足で進み出るように命じ、私は夢の中で、あたかも目覚めているときのように、また夢が成就したかのように、「偉大なるアスクレピオスよ、命令は果たされました」と叫んでいたからである。進みながら、同時に私はこれらのことを叫んでいるように思われた。この後、幸運とともに、スミルナからペルガモンへの召喚と到着があった。それ以降のことは人間の力で語り尽くせるものではないが、私が企図したように、その一部を大急ぎで概説することに挑戦しなければならない。もし誰かが、神によって私たちにもたらされた出来事の最も正確な詳細を知りたいと望むなら、彼は記録と夢そのものを探すべき時である。というのも、あらゆる種類の治療法、いくつかの対話、長大な言説、様々な幻影、あらゆる予言、そして様々な事柄に関する神託(あるものは散文で、あるものは韻文で作られたもの)を見出すであろうし、それらはすべて、人が想像するよりも大きな感謝を神に捧げるに値するものだからである。さて、ここらあたりから始めることにしよう。私たちが神殿に到着したとき、最初の夜に神が私の養育者に、現在の執政官サルウィウスの姿で現れた(そのサルウィウスが誰であるかは、その当時はまだ…)。

構文注5 件
  1. 291τοῦ μὴ περιέσεσθαι

    名詞 ἀπιστίᾳ(不信、疑念)を説明する同格の属格、または内容を示す属格不定詞。否定辞 μή は不定詞の否定。περιέσεσθαι(περιγίγνομαι の未来不定詞)はここでは「(病から)回復する、生き長らえる」の意。

  2. 291ἡ δʼ Ἀδράστεια κεκλήσθω μοι σὺν αὐτῷ

    κεκλήσθω は καλέω の完了受動命令法三人称単数で、「呼ばれるべし(invocata sit)」の意。不遜を罰する女神アドラステイアを引き合いに出すことで、自身の語りが神への傲慢(不遜)にならないよう防ぐ魔除け(アポトロペイック)な表現。σὺν αὐτῷ は「彼(神)とともに」の意。

  3. 291τῷ μὴ πάντα ἐξ ἀρχῆς ἀρξάμενος γράφειν

    与格冠詞付き不定詞 τῷ ... γράφειν は原因(「〜したことによって」)を表す。その中にある分詞 ἀρξάμενος は主格で、主節の主語(προϊέμην、一人称単数)と一致し、「最初から書き始めることをせず」という条件的な状況を示す。

  4. 292μὴ ὅτι ὠφελεῖν οὐκ ἔχουσιν, ἀλλʼ οὐδὲ γνωρίσαι

    μὴ ὅτι... ἀλλ' οὐδέ は「〜は言うに及ばず(あるいは、〜でないばかりか)、…さえ(ない)」を意味する慣用的な対比構文。ここでは「(医師たちが)助ける手段を持たないことは言うに及ばず、全体の症状を見極めることさえできなかった」の意。οὐκ ἔχουσιν は「〜できない(+不定詞)」を意味する。

  5. 292ὥρα τὰς διφθέρας αὐτῷ ζητεῖν

    非人称構文 ὥρα [ἐστί](「〜する時である」「〜すべきである」)に、不定詞 ζητεῖν とその意味上の主語を表す与格 αὐτῷ が伴う。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:291-292