Humanitext Reader

阿里斯·台德斯 · 士麦那致辞 §272-273

士麦那的奇迹重建与对皇帝和梅莱斯河的赞美

第 2 段,共 2 段 · 希腊语

内容简介

演讲者将士麦那从震灾中奇迹般的重建比作珀罗普斯的神话和雅典的历史性重建,赞美了提供援助的皇帝们以及梅莱斯河恒常不变的美丽。

§272ἐθαύμασεν;
谁能不为之赞叹和惊异呢?
οὔτε γὰρ ἐξεπλάγη πρὸς τὴν συμφορὰν, παραμυθίαν τε οὐκ ἐζήτησεν, οὐδʼ ἀνέμεινε καλλίω τῆς παρὰ τῶν βασιλέων ἅμα ἔργῳ καὶ λόγῳ γιγνομένης.
因为民众既没有被灾难所吓倒,也没有寻求安慰,更没有等待任何比皇帝们在言行上同时给予的援助更美好的东西。
ὥστε ὁ τοῦ πένθους αὐτῷ καιρὸς ἑορτή τις ἐγεγόνει.
结果,对他们而言,服丧的时刻反而成了一种节日。
καὶ μὴν τά γʼ ἐπὶ τούτοις ἡμεῖς μὲν ἀκοῇ γιγνώσκομεν, σὺ δʼ ὁρῶν κἂν ἑτέροις αὐτὸς ἐξηγοῖο.
\n再者,关于随之而来的事情,我们是通过传闻得知的,而你亲眼目睹,自己就能向他人解释。
ἔοικε γὰρ οὐ πόρρω πεπραγέναι τοῦ μυθολογήματος ἡ πόλις τοῦ περὶ τὸν ἀρχηγέτην αὐτῇ λεχθέντος.
因为这座城市所经历的,似乎与关于她创始人所传说的神话相去不远。
οἶσθʼ ὅτι φασὶν οἱ ποιηταὶ τὸν Πέλοπα κατὰ μέλη τμηθέντα ἑψηθέντα ἐν λέβητι συντεθῆναι πάλιν ἐξ ἀρχῆς ἐκ τοῦ λέβητος, ἐλλείποντος δὲ τοῦ ὤμου σχεῖν ἐλεφάντινον ἀντὶ τοῦ παλαιοῦ· καὶ φασὶ τὸ ἔργον Δήμητρος γενέσθαι.
你应当知道,诗人们说珀罗普斯曾被肢解并在大釜中煮熟,随后又从大釜中重新组合起来,但因为缺少了肩膀,便用象牙肩膀代替了原来的肩膀;他们还说这是德墨忒尔的杰作。
ὣς δὲ καὶ τῇ πόλει μετʼ ἐκεῖνον τὸν λέβητα, ὃς αὐτῇ πάντα ἐπέφλεξεν, ἡ δευτέρα σύστασις εἰς θαυμαστήν τινα ἐλήλυθε κάλλους περιουσίαν, ὥσπερ τοῦ Ποσειδῶνος ἐξεπίτηδες τῇ τριαίνῃ κινήσαντος αὐτὴν, ἵνʼ ἴδοι καλλίονα ἢ πρὸ τοῦ· οἷόν τι καὶ περὶ Θετταλίαν λέγεται φιλανθρωπεύσασθαι, τὴν διασφάγα ποιήσας τῶν Τεμπῶν ἕνεκα τῷ Πηνειῷ.
同样,对于这座城市而言,在那场将她付之一炬的大釜之后,她的第二次重建达到了令人惊叹的美的极致,仿佛波塞冬故意用三叉戟震动了她,好让她显得比以前更加美丽;这就像据说他对色萨利所做出的仁慈举动一样,为了皮涅奥斯河而开辟了坦佩的峡谷。
καὶ γάρ τοι πρότερον μὲν οὐδʼ εἰς ἐπίνοιαν ὑπερβολῆς ἐλθεῖν ἦν, ἀλλʼ ἐδόκει παράδειγμα κάλλους ἡ πόλις εἶναι, νυνὶ δʼ ἐξηλέγχθημεν ἄρα οὐκ ὀρθῶς δοξάζοντες.
因为确实,以前人们甚至无法想象美的超越,只觉得这座城市是美的典范;但现在证明我们之前的看法并不正确。
τότε μὲν γὰρ τὰς ἄλλας πόλεις, νῦν δʼ αὐτὴ σχεδὸν ὡς εἰπεῖν ἑαυτὴν νενίκηκε· καί μοι δοκεῖ προσόμοιον τῇ μητροπόλει παθεῖν.
因为那时她战胜了其他城市,而现在她可以说是战胜了自己;在我看来,她的遭遇与她的母邦非常相似。
μνησθήσομαι δʼ εἰκόνος οὐ μυθώδους, ἀλλʼ ἀναγκαίας πιστεῦσαι.
我要提及一个并非神话、而是我们不得不信的真实比喻。
ἐκείνη τε γὰρ ἐμπρησθεῖσα ὑπὸ τοῦ Πέρσου καὶ πάντα τρόπον διαφθαρεῖσα ἐπέδωκεν ἁπανταχῆ, τῇ τε πόλει κέρδος τὸ σύμπτωμα, ὑπὸ τοιαύτης χειρὸς ἐγείρεται πάντη σεμνοτέρα καὶ ὑψηλοτέρα καὶ στεγανωτέρα, καλοῦμεν δὲ Ἀδράστειαν, καλῶν δὲ ὄντων ἁπάντων τῶν ὁρωμένων τούτων κόσμων ἕτερον μείζω προσείληφεν.
因为那座城市在被波斯人焚毁并遭到彻底破坏后,却在各个方向上都获得了更大的发展,灾难反而成了城市的福祉;在这样的一双手(皇帝们的手)中,她被重建起来,处处显得更加庄严、更高大、更坚固。 我们虽然呼唤阿德拉斯泰亚,但在所有这些显而易见的美丽装饰中,她又获得了另一个更大的装饰。
οἰκισταὶ γὰρ αὐτῆς οἱ πάσας τὰς πόλεις ὑφʼ ἑαυτοὺς ἔχοντες, οὓς οὔτε φιλανθρωπίᾳ οὔτε ἔργων ἀποδείξεσιν οὐδείς πω νενίκηκεν· ὧνπερ οἶμαι καὶ μόνων ἦν κρεῖττόν τι τῆς §273τότε Σμύρνης ἐξευρεῖν.
因为她的重建者是那些统治着所有城市的人,无论是在仁爱还是在事业的展现上,至今还没有人能超越他们;我相信,也唯有他们能够创造出比当时的士麦那更美好的事物。
τοιαύτη τις ἡμῖν τῆς τύχης ἡ περὶ τὴν πόλιν γέγονε παλινῳδία.
\n对于我们而言,关于这座城市的运命逆转便是如此。
καὶ δὴ τῇ τε Ἰωνίᾳ καλῶς ὁ στέφανος σέσωσται ἥ τε Ἀσία τὸ πρόσχημα κεκόμισται.
而伊奥尼亚的王冠也得以完好地保存,亚洲也重新获得了她的装饰。
παράδειγμα δὲ τῶν ἀνελπίστων τὰ τῆς πόλεως γέγονε πράγματα, ὡς οὔτʼ ἐξ οὐρίων θέουσιν οὐδὲν ἀπώμοτον οὔτε λυθείσης τῆς νεὼς ἀνέλπιστον τὸ μὴ οὐ κρεῖττόν τι συμβήσεσθαι.
这座城市的经历成了不可预料之事的典范,它表明:对于顺风航行的人来说,没有什么是绝对不可能发生的;而对于船只遇难的人来说,也并非没有希望发生更好的事情。
Μέλητα δὲ κοσμεῖν ἑτέροις τὰ νῦν παρίημι· καίτοι μέγιστός γε αὐτὸς αὑτῷ κόσμος ἐστὶν ὁρώμενος, ᾧ γε καὶ θέρος καὶ χειμὼν τὸν αὐτὸν ἔχει λόγον, καὶ οὔτε ἐξ ὄμβρων ποτὲ ὕβρισεν οὔτε αὐχμοῖς εἶξεν, ἀλλʼ ὥσπερ ἄλλο τι τῶν ἀκινήτων, ἓν μὲν σχῆμα, μίαν δὲ χρόαν τὸν ἀεὶ σώζει χρόνον.
至于用言辞装点梅莱斯河,我现在将其留给他人;然而,展现在人们眼前的他,本身就是他自己最大的装饰,对他来说,夏天和冬天都是一样的,他既不曾因暴雨而泛滥,也不曾屈服于干旱,而是像其他不可动摇的事物一样,在所有时间里都保持着单一的形态和单一的色彩。
καὶ μὴν οὐ πλάνης γε ὁ Μέλης οὐδʼ οἷος ἀποφοιτᾶν, ἀλλʼ ἔοικεν ἐραστῇ τινι τῆς πόλεως οὐ τολμῶντι μακροτέραν ἀπογίγνεσθαι, ἅτε, οἶμαι, ἄσβεστον μὲν αὐτῆς τὸν ἔρωτα, ἄσβεστον δὲ τὴν φυλακὴν ἔχων.
而且,梅莱斯河并非漂泊者,也不是那种会离去的水流,倒像是一个城市的恋人,不敢离开得太远,因为我想,他对她有着无法熄灭的爱,也有着无法熄灭的守护。
ὥστε αὐτόθεν ὁρμηθεὶς αὐτοῦ καὶ παύεται, παρατείνας κώλῳ τινὶ τῆς πόλεως ἑαυτόν.
因此,他从那个地方出发,又在那里结束,将自己延伸在城市的某一个区域。
ταυτὶ μὲν οὖν ὥσπερ οἱ νυμφόληπτοι δυνάμει τινὶ τῶν Νυμφῶν αὐτῶν ἔοικα προσμελῳδῆσαι περὶ τὸν Μέλητα, οὐχ οὕτω προθέμενος.
这些关于梅莱斯河的事情,我似乎在仙女们的某种力量作用下,像那些被仙女迷住的人一样,身不由己地歌唱了出来,而并非出于本意。
ἔδει δὲ ἴσως καὶ τοῖς παισὶν ὥσπερ ἄλλην τινὰ μοῖραν τοῦ λόγου σωθῆναι.
但或许,也应当为他的子孙们保留这篇演说的另一部分。
τιθείη δʼ ἄν τις καὶ τοῦτʼ εἰς ἀγαθὸν σύμβολον σέ τε ἡμῖν ἐπὶ τὰς πόλεις ἥκειν καὶ τὴν περίοδον οὕτω συμβαίνειν, ὥστε σὲ τὴν πατρῴαν ἀρχὴν ἀκριβῶς ἀνανεώσασθαι ταῖς περὶ τὴν Σμύρναν διατριβαῖς.
人们也可以将此视为吉兆:你来到我们的城市,且你的巡回日程如此巧合,使你能够通过在士麦那的逗留,精确地重现你父亲当年的统治。
τῆς γὰρ πόλεως ὁ καιρὸς πολὺς, νικῴη δὲ τὰ τῆς ἀγαθῆς τύχης πανταχῆ.
因为这座城市的时机还很长,愿好运在处处获胜。

词汇与语法注释

  1. §272ἐλλείποντος δὲ τοῦ ὤμου σχεῖν ἐλεφάντινον ἀντὶ τοῦ παλαιοῦ — 前半的 ἐλλείποντος δὲ τοῦ ὤμου 是属格绝对结构(“因为肩膀缺失了”)。后半的不定词 σχεῖν 是省略了对格主语 τὸν Πέλοπα 的对格不定词结构(“珀罗普斯拥有了象牙肩膀”),隶属于主句动词 φασίν(“他们说”)。
  2. §273ὡς οὔτʼ ἐξ οὐρίων θέουσιν οὐδὲν ἀπώμοτον οὔτε λυθείσης τῆς νεὼς ἀνέλπιστον τὸ μὴ οὐ κρεῖττόν τι συμβήσεσθαι. — 说明由连词 ὡς(“那……”)引导的名词性从句的内部结构。与格分词短语 ἐξ οὐρίων θέουσιν(“对于顺风航行的人”)和属格绝对短语 λυθείσης τῆς νεὼς(“在船只遇难时”)形成了对比。此外,含有否定意义的形容词 ἀνέλπιστον(“无望的”)之后接双重否定不定词短语 τὸ μὴ οὐ κρεῖττόν τι συμβήσεσθαι(“更好的事情不会发生”),通过双重否定(μὴ οὐ)表达了“必然会有更好的事情发生”的肯定希望。

引用这一段

阿里斯·台德斯, 士麦那致辞 §272-273. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg022.humanitext-grc2:272-273

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。