Humanitext Reader

阿里斯·台德斯 · 士麦那致辞 §269-271

士麦那往昔的辉煌与震后的复兴

第 1 段,共 2 段 · 希腊语

内容简介

叙述者回忆了士麦那震前的辉煌神话、历史渊源及城市美景,并在感叹人事无常与地震悲剧的同时,赞美了在皇帝们治下城市展现出的强劲复兴势头。

§269ἐβουλόμην ἂν, ὦ θαυμάσιε, μάλιστα μὲν τὴν πόλιν οἵαν κατέλιπες τοιαύτην φανῆναι· εἰ δὲ μὴ, παρὼν αὐτὸς ποιεῖσθαι τοὺς λόγους, ἵνʼ ἀμφοτέρως ἐκέρδαινον, σοί τε §270συνὼν καὶ τῆς νῦν ἀνιούσης ἡμῖν πόλεως ἀπολαύων τὰ γιγνόμενα.
我那令人惊叹的朋友,我最希望的莫过于这座城市能以你离开时的原貌呈现;但如果不能,我更希望自己能亲自在场发表这些言论,这样我就可以在两方面都获益:既能与你相聚,又能享受当前的变迁,同时分享我们那如今正在复兴的城市。
ἐπεὶ δʼ οὕτω συμβέβηκεν, οὐ τοῦ γε παντὸς εἴργεσθαι καλῶς ἔχειν ὑπέλαβον, ἀλλʼ ἴχνος γέ τι φωνῆς ἡμετέρας σοί τε γενέσθαι γνωρίσαι καὶ τοῖς παροῦσι τῶν Ἑλλήνων ὅσοι τε πολῖται καὶ ὅσοι ξένοι.
但既然事情的发展并非如此,我认为自己不应完全被排除在外,而是应该让我们的声音留下一些痕迹,好让你以及在场的希腊人(无论是公民还是外邦人)都能知晓。
ὅλως μὲν γὰρ ἔμοιγε σχεδὸν εἰς ἔθος καθέστηκεν ἀπόντι πανηγυρίζειν, ἐπειδή γε ὁ θεὸς ταύτην ἄγει.
因为总的来说,对我而言,在缺席的情况下庆祝节日几乎已经成为一种习惯,尤其是当神明在主持这个节日时。
ὁ δὲ νυνὶ λόγος καὶ πάνυ μοι κατὰ καιρόν ἐστιν.
而今天的这篇演说对我来说确实非常合时宜。
ἐπεὶ γὰρ καὶ τῆς ἀνελπίστου φήμης ἀφικομένης πρῶτος ὑπὲρ τῆς πόλεως ἐμνήσθην πρὸς τοὺς πάντα ἀρίστους βασιλέας διατρίψας οὐ πλέον μιᾶς νυκτὸς, εἰκός τοι καὶ περὶ τῶν εἰς εὐφημίαν ἡκόντων οὕτως ἔχειν ὡς ἐμαυτῷ προσηκόντων.
因为,甚至当那出乎意料的悲报传来时,我虽然只停留了不过一个晚上,却最先在那些在一切事情上都最优秀的皇帝面前为这座城市奔走呼吁,因此,对于这些属于吉祥和复兴的事情,我也理所当然地视其为与自己切身相关的事而同样报以热忱。
τὰ μὲν οὖν παλαιὰ μέμνησαι κατὰ τὴν πρώτην ἀκούσας ἀρχὴν, ἣν τῷ πατρὶ συνῆρχες, Διός τινα γένεσιν καὶ χορείας Κουρήτων καὶ Ταντάλου καὶ Πέλοπος οἰκισμὸν τῆς πρώτης πόλεως ἐν τῷ Σιπύλῳ γενομένης καὶ διαβάσεις Πέλοπος ἐνθένδε εἰς τὴν πρότερον μὲν Ἀπίαν, Πελοπόννησον δὲ ἀπʼ ἐκείνου κληθεῖσαν· ἀφʼ οὗ τρίτος ἔγγονος βασιλεὺς κοινὸς τῆς Ἑλλάδος γενόμενος κατέλυσε τὴν τῶν βαρβάρων ἀρχήν.
那么,你一定还记得你在最初的统治期间(当时你与父亲共同治理)所听到的那些古老往事:关于宙斯的某种诞生、库勒忒斯人的舞蹈、坦塔罗斯和珀罗普斯在西皮洛斯建立的第一座城市,以及珀罗普斯从这里渡海前往那先前被称为阿庇亚、后来因他而被称为伯罗奔尼撒的地方;从他算起的第三代子孙成为了希腊共同的国王,并摧毁了蛮族的统治。
δευτέρων δὲ εὐφημιῶν Θησεύς τε ἀρχηγέτης καὶ Σμύρνα ὄνομα τῇ πόλει ταύτῃ, καὶ γένος Ἀττικὸν, καὶ Ἰώνων ὕστερον ὡς εἰς οἰκείαν εἴσοδος, καὶ τρίτη δὴ θέσις καὶ κατοίκισις ** τὸν Ἀλέξανδρον, οὗ δύο ταῦτα κάλλιστα καὶ μέγιστα μνημεῖα, ἥδε τε ἡ πόλις καὶ ἡ τοῦ Νείλου πρόσοικος.
至于第二等的荣耀,则有作为创始者的忒修斯、这座城市的名字“士麦那”、阿提卡族裔,以及后来伊奥尼亚人仿佛进入自己家园般的迁入,还有第三次在 ** 亚历山大统治下的奠基与殖民,而他的两座最美丽、最伟大的纪念碑正是这些,即这座城市和尼罗河畔的邻近城市。
τοιαῦτα ἤκουσας καὶ τριήρης τις ἦν δεικνυμένη μὲν Διονυσίοις, ὑμνουμένη δʼ ἐν τοῖς Κατάπλοις, σύμβολον νίκης παλαιᾶς, ἣν ἐνίκων Σμυρναῖοι βακχεύοντες Χίους ὅπλοις καὶ ναυσὶ πεφραγμένους.
这些事情你曾听闻,而且还有在酒神节上展示并在《入港歌》中被歌颂的某艘三段反击战船,那是古老胜利的象征,当时士麦那人在巴克科斯的狂欢中,击败了用武器和船只武装起来的希奥斯人。
ἅ γε μὴν ὀφθαλμὸς ἐξηγεῖτο καὶ οὐ μῦθος ἔτι οὐδὲ λόγοι λογοποιῶν τε καὶ ποιητῶν, ἀλλὰ καὶ αὐτὸς Ὅμηρος παρὼν ἀσφαλέστερον ἂν ἡγήσαιτο σιωπᾶν ἢ λέγειν περὶ αὐτῶν.
然而,对于那些眼睛能直接解释、而不再是神话、也不再是编史家和诗人的言辞的事物,即使是荷马本人在场,也会认为保持沉默比谈论它们更为安全。
ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν, §271τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους· καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων· καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.
你曾看到过作为神明神圣炉灶的广场,以及港口,它们在一侧环绕着城市,在另一侧则被城市抱在中央;还有神殿的美丽与围墙,它们同样因自然与艺术而装饰,以及港口的所有美景,它们是如何相互连结在一起的;还有这座城市最大的象征,即贯穿一切的和谐与音乐性,使整个城市呈现为一个单一的身体,仿佛根据关于底比斯城墙的神话所说,它从一开始就是合着手琴和齐特琴的旋律而调和而成的。
εἶεν.
好吧。
τὰ μὲν δὴ παλαιά τε καὶ οὐ παλαιὰ, ἀλλὰ χθές τε καὶ πρώην ὡς εἰπεῖν ἔτι φαινόμενα τοιαῦτα μὲν ἤκουσας, τοιαῦτα δὲ ἐθεάσω.
那些古老的以及不古老的、但可以说仍如昨日和前天般呈现的事物,你曾这样听闻,也曾这样目睹。
ἀκίνητον δὲ οὐδὲν, φασὶ, τῶν ἐν ἀνθρώποις· ἀλλὰ καὶ γῆ θάλατταν δέχεται καὶ θάλαττα ἠπειροῦται· καὶ πόλεις αἱ μὲν κατὰ γῆς ἔδυσαν, αἱ δʼ ὑπὸ ῥευμάτων οὐρανίων τε καὶ παντοίων ἠφανίσθησαν.
但是人们常说,在人类事务中没有什么是不可动摇的;相反,陆地接纳海洋,海洋变成陆地;有些城市沉入地下,有些则被来自天上的洪流和各种水流所湮灭。
ἴδιον γὰρ τοῦ θνητοῦ γένους αἱ μεταβολαὶ, καὶ πολλὰ τὰ θαύματα τοῦ χρόνου.
因为变化是凡人种族所特有的,时间的奇迹不可胜数。
καὶ δὴ καὶ τῇ ἡμετέρᾳ πόλει τοσοῦτον νικώσῃ συνέβη τρόπον τινὰ ὀλισθεῖν· οὗ δὴ καθαρῶς ἐξεφάνη ὅσος τις ὁ παρʼ αὐτῆς τῆς Ἀσίας κόσμος ἦν, λέγω δὲ οὐχὶ τὴν μέχρι Μαιάνδρου πηγῶν, οὐδʼ ὅσην ὁ τῶν ἡγεμόνων ὑμῶν κλῆρος ὁρίζεται, ἀλλʼ ἣν ἐξ ἀρχῆς Ἕλληνες προσεῖπον Ἀσίαν, προσηγόρευον δὲ καὶ ἤπειρον διαφερόντως αὐτὴν τῶν τριῶν.
事实上,我们这座在如此程度上获胜的城市,也以某种方式遭遇了失足;在此,属于亚洲自身的装饰是多么伟大,得到了清清楚楚的展现——我所说的亚洲,既不是指延伸到迈安德罗斯河源头的那个区域,也不是指由你们的总督管区所界定的范围,而是指希腊人从一开始就称之为亚洲、并且在三大陆中特称其为“大陆”的那个地方。
ἀλλʼ ὅ γʼ ἐβουλόμην εἰπεῖν, ἅμα γὰρ τῷ πτώματι συμβάντι πάντα ἐδόκει γεγυμνῶσθαι, καὶ πᾶς τις ὥσπερ ὀφθαλμὸν ἐζήτει σώματος.
但是,我想说的是:因为随着坍塌的发生,一切似乎都被剥夺殆尽,每个人都在寻找她,仿佛在寻找身体的眼睛。
λέγω δὴ τὸ μὲν προσκροῦσαι κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων τύχην καὶ φύσιν τῇ πόλει συμβῆναι, τὰ δʼ ἐφεξῆς τῆς ἀγαθῆς ἤδη καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης εἶναι.
我的意思是,遭遇不幸是这座城市按照全人类共同的命运和本性而发生的事,但随之而来的事情,则已经属于从一开始就眷顾这座城市的善神。
ὅτε γὰρ ἦν καιρὸς, πρὸς ** χεῖρα ὤρεξε, τοιούτους ἔχων τοὺς τῶν ὅλων προστάτας, οἳ πάντων μὲν ἥκιστα ἔμελλον περιόψεσθαι κειμένην, πάντων δὲ μάλιστα προθυμήσεσθαι οὐκ ἀναστῆσαι μόνον, ἀλλὰ καὶ πρὸς ὑπερβολὴν ἆραι, τὰ δὴ νῦν πάντα τελεῖται, φησὶν ὁ παῖς τοῦ Μέλητος.
因为当时候到来时,她伸出了 ** 手,拥有如此多的天下保护者,他们最不可能忽视躺在废墟中的她,而最可能表现出热忱,不仅要将她扶起,还要将她提升到极高的高度——正如梅莱斯之子所说,“这一切现在都正在实现”。
καὶ μὴν τήν γε εὐγένειαν τοῦ δήμου, μὴ γὰρ πάνθʼ ἡμῖν ἔστω περὶ τῶν οἰκοδομημάτων, τίς οὐκ ἂν ἠγάσθη καὶ
再者,至于这个民众的高贵——愿我们的谈话不完全是关于建筑物的——谁能不为之赞叹,并且……

词汇与语法注释

  1. §269ἐβουλόμην ἂν — 表示对过去或现在与事实相反的、无法实现的愿望(语气助词 ἂν 加上直陈式未完成过去时)。在这里,它表达了对当前状况的遗憾:“我本希望这座城市能以(你离开时的)原貌呈现”,但这已不可能,因为它已被地震摧毁。
  2. §270ἵνʼ ἀμφοτέρως ἐκέρδαινον — 连词 ἵνα 后接直陈式过去时(未完成过去时),表示一个取决于主句中未实现愿望的、同样未能实现的温和目的或结果:“这样的话(无论哪种情况)我本可以在两方面都获益。”
  3. §270τῆς ἀνελπίστου φήμης ἀφικομένης — 属格独立结构,表示时间:“当那出乎意料的(悲惨的)消息[关于士麦那大地震的报道]传来之时”。
  4. §271μὴ γὰρ πάνθʼ ἡμῖν ἔστω περὶ τῶν οἰκοδομημάτων — 使用否定词 μή 和第三人称单数命令式 ἔστω 的预防性或禁止性表达。这是一个插入句,表明叙述者不希望演说完全偏向于物质层面的建筑物:“愿我们所谈论的一切不至于全都关于建筑物”。

引用这一段

阿里斯·台德斯, 士麦那致辞 §269-271. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg022.humanitext-grc2:269-271

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。