§272ἐθαύμασεν;
驚嘆しなかった者がいただろうか。
οὔτε γὰρ ἐξεπλάγη πρὸς τὴν συμφορὰν, παραμυθίαν τε οὐκ ἐζήτησεν, οὐδʼ ἀνέμεινε καλλίω τῆς παρὰ τῶν βασιλέων ἅμα ἔργῳ καὶ λόγῳ γιγνομένης.
というのも、民衆は災害に対して狼狽せず、慰めを求めず、皇帝たちからの行動と対になった言葉による支援以上に美しいものを待つこともしなかったからである。
ὥστε ὁ τοῦ πένθους αὐτῷ καιρὸς ἑορτή τις ἐγεγόνει.
その結果、彼にとって服喪の時期はある種の祝祭のようになっていた。
καὶ μὴν τά γʼ ἐπὶ τούτοις ἡμεῖς μὲν ἀκοῇ γιγνώσκομεν, σὺ δʼ ὁρῶν κἂν ἑτέροις αὐτὸς ἐξηγοῖο.
\nさらに、これらに続く事柄について、私たちは聞き及んで知っているが、あなたはそれを見ており、自ら他の人々へ説明できるであろう。
ἔοικε γὰρ οὐ πόρρω πεπραγέναι τοῦ μυθολογήματος ἡ πόλις τοῦ περὶ τὸν ἀρχηγέτην αὐτῇ λεχθέντος.
なぜなら、この都市に起こったことは、彼女の創設者について語られるあの神話と遠からぬものであるように思われるからである。
οἶσθʼ ὅτι φασὶν οἱ ποιηταὶ τὸν Πέλοπα κατὰ μέλη τμηθέντα ἑψηθέντα ἐν λέβητι συντεθῆναι πάλιν ἐξ ἀρχῆς ἐκ τοῦ λέβητος, ἐλλείποντος δὲ τοῦ ὤμου σχεῖν ἐλεφάντινον ἀντὶ τοῦ παλαιοῦ·
詩人たちが言うには、ペロプスは四肢を切り刻まれて大釜で煮られた後、再び大釜から最初のように組み立て直されたが、肩が欠けていたため、古いものの代わりに象牙の肩を持つようになったという。
καὶ φασὶ τὸ ἔργον Δήμητρος γενέσθαι.
そして、この所業はデメテルの手によるものだと言われている。 あなたはこれを知っているはずだ。
ὣς δὲ καὶ τῇ πόλει μετʼ ἐκεῖνον τὸν λέβητα, ὃς αὐτῇ πάντα ἐπέφλεξεν, ἡ δευτέρα σύστασις εἰς θαυμαστήν τινα ἐλήλυθε κάλλους περιουσίαν, ὥσπερ τοῦ Ποσειδῶνος ἐξεπίτηδες τῇ τριαίνῃ κινήσαντος αὐτὴν, ἵνʼ ἴδοι καλλίονα ἢ πρὸ τοῦ·
同様に、都市にとっても、彼女のすべてを焼き尽くしたあの大釜の後に、第二の再建は驚くべき美の豊かさに達した。 それは、あたかもポセイドンが、以前よりも美しい彼女を見るために、わざと三叉の銛で彼女を揺るがしたかのようである。
οἷόν τι καὶ περὶ Θετταλίαν λέγεται φιλανθρωπεύσασθαι, τὴν διασφάγα ποιήσας τῶν Τεμπῶν ἕνεκα τῷ Πηνειῷ.
それは、彼がペネイオス川のためにテンペの割れ目を作って、テッサリアに対して慈悲深い行いをしたと言われるのと同様である。
καὶ γάρ τοι πρότερον μὲν οὐδʼ εἰς ἐπίνοιαν ὑπερβολῆς ἐλθεῖν ἦν, ἀλλʼ ἐδόκει παράδειγμα κάλλους ἡ πόλις εἶναι, νυνὶ δʼ ἐξηλέγχθημεν ἄρα οὐκ ὀρθῶς δοξάζοντες.
実際、以前は美の超越を想像することすらできず、ただ都市が美の模範であると思われていたが、今や、私たちは正しく考えていなかったことが証明されたのである。
τότε μὲν γὰρ τὰς ἄλλας πόλεις, νῦν δʼ αὐτὴ σχεδὸν ὡς εἰπεῖν ἑαυτὴν νενίκηκε·
かつては他の都市に勝利していたが、今や、いわば自ら自身に勝利したからである。
καί μοι δοκεῖ προσόμοιον τῇ μητροπόλει παθεῖν.
そして、彼女は母都市と似たような経験をしたと私には思われる。
μνησθήσομαι δʼ εἰκόνος οὐ μυθώδους, ἀλλʼ ἀναγκαίας πιστεῦσαι.
私は神話的なものではなく、信じざるを得ない確実な比喩に言及しよう。
ἐκείνη τε γὰρ ἐμπρησθεῖσα ὑπὸ τοῦ Πέρσου καὶ πάντα τρόπον διαφθαρεῖσα ἐπέδωκεν ἁπανταχῆ, τῇ τε πόλει κέρδος τὸ σύμπτωμα, ὑπὸ τοιαύτης χειρὸς ἐγείρεται πάντη σεμνοτέρα καὶ ὑψηλοτέρα καὶ στεγανωτέρα, καλοῦμεν δὲ Ἀδράστειαν, καλῶν δὲ ὄντων ἁπάντων τῶν ὁρωμένων τούτων κόσμων ἕτερον μείζω προσείληφεν.
かの都市もペルシア人によって焼き払われ、あらゆる方法で破壊されたが、至る所で発展し、その災難は都市にとって利益となった。 このように手によって、いたるところで、より荘厳に、より高く、より堅固に建て直されている。 私たちはアドラステイアを呼ぶが、見えているこれらすべての装飾が美しいものである中で、彼女はもう一つのより大きな装飾を手に入れたのだ。
οἰκισταὶ γὰρ αὐτῆς οἱ πάσας τὰς πόλεις ὑφʼ ἑαυτοὺς ἔχοντες, οὓς οὔτε φιλανθρωπίᾳ οὔτε ἔργων ἀποδείξεσιν οὐδείς πω νενίκηκεν·
というのも、彼女の再建者たちは、すべての都市を支配下に置く人々であり、彼らには、慈愛においても事業の実績においても、未だかつて誰も打ち勝ったことがないからである。
ὧνπερ οἶμαι καὶ μόνων ἦν κρεῖττόν τι τῆς §273τότε Σμύρνης ἐξευρεῖν.
かつてのスミルナよりも優れたものを生み出すことができたのは、まさに彼らだけであったと私は思う。
τοιαύτη τις ἡμῖν τῆς τύχης ἡ περὶ τὴν πόλιν γέγονε παλινῳδία.
\n都市に関する運命の逆転は、私たちにとってこのようなものであった。
καὶ δὴ τῇ τε Ἰωνίᾳ καλῶς ὁ στέφανος σέσωσται ἥ τε Ἀσία τὸ πρόσχημα κεκόμισται.
そして、イオニアにとっては王冠が立派に守られ、アジアはその装飾を取り戻した。
παράδειγμα δὲ τῶν ἀνελπίστων τὰ τῆς πόλεως γέγονε πράγματα, ὡς οὔτʼ ἐξ οὐρίων θέουσιν οὐδὲν ἀπώμοτον οὔτε λυθείσης τῆς νεὼς ἀνέλπιστον τὸ μὴ οὐ κρεῖττόν τι συμβήσεσθαι.
そして、都市の状況は、予期せぬことの模範となった。 順風満帆に走っている者にとっても誓って不可能と言えることは何もなく、船が破綻した者にとっても、より良いことが起こらないと絶望する必要はない、という模範に。
Μέλητα δὲ κοσμεῖν ἑτέροις τὰ νῦν παρίημι·
メレス川を言葉で飾ることは、今は他の人々に譲る。
καίτοι μέγιστός γε αὐτὸς αὑτῷ κόσμος ἐστὶν ὁρώμενος, ᾧ γε καὶ θέρος καὶ χειμὼν τὸν αὐτὸν ἔχει λόγον, καὶ οὔτε ἐξ ὄμβρων ποτὲ ὕβρισεν οὔτε αὐχμοῖς εἶξεν, ἀλλʼ ὥσπερ ἄλλο τι τῶν ἀκινήτων, ἓν μὲν σχῆμα, μίαν δὲ χρόαν τὸν ἀεὶ σώζει χρόνον.
しかしながら、見られる彼自身が彼自身にとって最大の装飾である。 彼にとっては、夏も冬も同じ状態であり、雨によって氾濫したこともなく、干ばつに屈したこともなく、不動のものの何かであるかのように、常に一つの姿、一つの色を保っている。
καὶ μὴν οὐ πλάνης γε ὁ Μέλης οὐδʼ οἷος ἀποφοιτᾶν, ἀλλʼ ἔοικεν ἐραστῇ τινι τῆς πόλεως οὐ τολμῶντι μακροτέραν ἀπογίγνεσθαι, ἅτε, οἶμαι, ἄσβεστον μὲν αὐτῆς τὸν ἔρωτα, ἄσβεστον δὲ τὴν φυλακὴν ἔχων.
そして実に、メレス川は放浪者ではなく、立ち去るようなものでもない。 むしろ、都市の恋人のようであり、そこから遠く離れる勇気がない。 それは、思うに、都市に対する消えることのない愛と、消えることのない守護を抱いているからである。
ὥστε αὐτόθεν ὁρμηθεὶς αὐτοῦ καὶ παύεται, παρατείνας κώλῳ τινὶ τῆς πόλεως ἑαυτόν.
それゆえ、まさにそこから出発してそこで終わり、都市のどこかの地区に沿って自らを伸ばしている。
ταυτὶ μὲν οὖν ὥσπερ οἱ νυμφόληπτοι δυνάμει τινὶ τῶν Νυμφῶν αὐτῶν ἔοικα προσμελῳδῆσαι περὶ τὸν Μέλητα, οὐχ οὕτω προθέμενος.
さて、これらのことは、まるでニンフに取り憑かれた人々のように、ニンフたちの何らかの力によって、意図したわけでもなく、メレス川について歌い添えてしまったかのようである。
ἔδει δὲ ἴσως καὶ τοῖς παισὶν ὥσπερ ἄλλην τινὰ μοῖραν τοῦ λόγου σωθῆναι.
しかしおそらく、その子供たちに対しても、演説の別の一部分が捧げられ、保存されるべきであったのだろう。
τιθείη δʼ ἄν τις καὶ τοῦτʼ εἰς ἀγαθὸν σύμβολον σέ τε ἡμῖν ἐπὶ τὰς πόλεις ἥκειν καὶ τὴν περίοδον οὕτω συμβαίνειν, ὥστε σὲ τὴν πατρῴαν ἀρχὴν ἀκριβῶς ἀνανεώσασθαι ταῖς περὶ τὴν Σμύρναν διατριβαῖς.
また、あなたが私たちの都市に来られたこと、そしてあなたの巡回がこのように重なり、あなたがスミルナでの滞在によって、父方の支配を正確に再現することになったことも、吉兆とみなすことができるだろう。
τῆς γὰρ πόλεως ὁ καιρὸς πολὺς, νικῴη δὲ τὰ τῆς ἀγαθῆς τύχης πανταχῆ.
都市の絶好の機会は長く続く。 そして、善き運命の事柄がいたるところで勝利を収めますように。