§269ἐβουλόμην ἂν, ὦ θαυμάσιε, μάλιστα μὲν τὴν πόλιν οἵαν κατέλιπες τοιαύτην φανῆναι·
驚嘆すべき友よ、私は、何よりもまず、あなたが去った時のままの姿で都市が現れることを望んでいた。
εἰ δὲ μὴ, παρὼν αὐτὸς ποιεῖσθαι τοὺς λόγους, ἵνʼ ἀμφοτέρως ἐκέρδαινον, σοί τε
さもなければ、私自身がそこにいて自ら言葉を語ることを望んでいた。 そうすれば、私は二重に利益を得られたであろうに。
§270συνὼν καὶ τῆς νῦν ἀνιούσης ἡμῖν πόλεως ἀπολαύων τὰ γιγνόμενα.
あなたと共に過ごし、かつ今や私たちのために立ち上がりつつある都市が経験していることを享受しながら。
ἐπεὶ δʼ οὕτω συμβέβηκεν, οὐ τοῦ γε παντὸς εἴργεσθαι καλῶς ἔχειν ὑπέλαβον, ἀλλʼ ἴχνος γέ τι φωνῆς ἡμετέρας σοί τε γενέσθαι γνωρίσαι καὶ τοῖς παροῦσι τῶν Ἑλλήνων ὅσοι τε πολῖται καὶ ὅσοι ξένοι.
しかし、事態はこのようになってしまったので、私はすべてから排除されるのが良いとは思わず、私たちの声の何らかの痕跡が、あなたに知られ、また、居合わせている市民や外国人のすべてのギリシア人たちに知られるようになるのが良いと考えた。
ὅλως μὲν γὰρ ἔμοιγε σχεδὸν εἰς ἔθος καθέστηκεν ἀπόντι πανηγυρίζειν, ἐπειδή γε ὁ θεὸς ταύτην ἄγει.
というのも、全体として私にとっては、神がこの祝祭を主宰している以上、不在でありながら祝祭に加わることが、ほとんど習慣のようになっているからである。
ὁ δὲ νυνὶ λόγος καὶ πάνυ μοι κατὰ καιρόν ἐστιν.
そして今のこの演説は、私にとって極めてタイムリーである。
ἐπεὶ γὰρ καὶ τῆς ἀνελπίστου φήμης ἀφικομένης πρῶτος ὑπὲρ τῆς πόλεως ἐμνήσθην πρὸς τοὺς πάντα ἀρίστους βασιλέας διατρίψας οὐ πλέον μιᾶς νυκτὸς, εἰκός τοι καὶ περὶ τῶν εἰς εὐφημίαν ἡκόντων οὕτως ἔχειν ὡς ἐμαυτῷ προσηκόντων.
というのも、あの予期せぬ知らせが届いた時、私はたった一晩しか過ごさなかったにもかかわらず、すべてにおいて最も優れた皇帝たちの前で、都市のために最初に言及したのだから、この好ましい状況に関することについても、私自身に深く関わることとして、同様に抱くのは当然のことだからである。
τὰ μὲν οὖν παλαιὰ μέμνησαι κατὰ τὴν πρώτην ἀκούσας ἀρχὴν, ἣν τῷ πατρὶ συνῆρχες, Διός τινα γένεσιν καὶ χορείας Κουρήτων καὶ Ταντάλου καὶ Πέλοπος οἰκισμὸν τῆς πρώτης πόλεως ἐν τῷ Σιπύλῳ γενομένης καὶ διαβάσεις Πέλοπος ἐνθένδε εἰς τὴν πρότερον μὲν Ἀπίαν, Πελοπόννησον δὲ ἀπʼ ἐκείνου κληθεῖσαν·
さて、あなたは最初の支配、すなわちあなたが父と共に統治していた時に聞いた最初の歴史を覚えている。 すなわち、ゼウスの誕生、クーレースたちの踊り、タンタロスとペロプスによる、シピュロスにおいて誕生した最初の都市の創建、そしてペロプスがここから、かつてはアピアと呼ばれ、その後彼にちなんでペロポネソスと名付けられた地へと渡ったことである。
ἀφʼ οὗ τρίτος ἔγγονος βασιλεὺς κοινὸς τῆς Ἑλλάδος γενόμενος κατέλυσε τὴν τῶν βαρβάρων ἀρχήν.
このペロプスから数えて三代目の子孫が、ギリシア全体の共通の王となり、野蛮人の支配を打ち倒した。
δευτέρων δὲ εὐφημιῶν Θησεύς τε ἀρχηγέτης καὶ Σμύρνα ὄνομα τῇ πόλει ταύτῃ, καὶ γένος Ἀττικὸν, καὶ Ἰώνων ὕστερον ὡς εἰς οἰκείαν εἴσοδος, καὶ τρίτη δὴ θέσις καὶ κατοίκισις ** τὸν Ἀλέξανδρον, οὗ δύο ταῦτα κάλλιστα καὶ μέγιστα μνημεῖα, ἥδε τε ἡ πόλις καὶ ἡ τοῦ Νείλου πρόσοικος.
第二の誉れある事柄としては、創設者としてのテセウス、この都市の「スミルナ」という名、アッティカの血統、そして後にイオニア人が自らの故郷に入るかのようにここに入植したこと、そして第三の基礎と植民が ** アレクサンドロスによって行われたことであり、彼の最も美しく偉大な二つの記念碑がこれら、すなわちこの都市と、ナイル川に隣接する都市なのである。
τοιαῦτα ἤκουσας καὶ τριήρης τις ἦν δεικνυμένη μὲν Διονυσίοις, ὑμνουμένη δʼ ἐν τοῖς Κατάπλοις, σύμβολον νίκης παλαιᾶς, ἣν ἐνίκων Σμυρναῖοι βακχεύοντες Χίους ὅπλοις καὶ ναυσὶ πεφραγμένους.
そのようなことをあなたは聞き、また、ディオニュシア祭において展示され、『カタップロイ』において歌われる、ある三段櫂船もあった。 それは、スミルナの人々がバッコス祭を祝いながら、武器と船で武装したキオス人に対して勝ち取った古い勝利の象徴であった。
ἅ γε μὴν ὀφθαλμὸς ἐξηγεῖτο καὶ οὐ μῦθος ἔτι οὐδὲ λόγοι λογοποιῶν τε καὶ ποιητῶν, ἀλλὰ καὶ αὐτὸς Ὅμηρος παρὼν ἀσφαλέστερον ἂν ἡγήσαιτο σιωπᾶν ἢ λέγειν περὶ αὐτῶν.
しかし、目が直接語りかけていたもの、すなわちもはや神話でも、散文作家や詩人の語る言葉でもないものについては、ホメロス自身がその場にいたとしても、それらについて語るよりは沈黙している方が確実であると考えたであろう。
ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν,
あなたは、神々の炉であるアゴラや、一方では都市を取り囲み、他方では都市によって中央に抱かれている港を目にしていた。
§271τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους· καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων·
また、自然と技術によって等しく美しく飾られた、神殿の美しさと境内を。 Lockそして、互いにつながり合っていた港湾のすべての調和を。
καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.
そして、この都市のまさに最大の象徴、すなわち、まるですべてが、テーバイの城壁についての神話で語られるように、最初から竪琴やチターに合わせて調和させられていたかのように、全体を一つの身体として示す、万物の間の調和と音楽性を。
εἶεν.
よし。
τὰ μὲν δὴ παλαιά τε καὶ οὐ παλαιὰ, ἀλλὰ χθές τε καὶ πρώην ὡς εἰπεῖν ἔτι φαινόμενα τοιαῦτα μὲν ἤκουσας, τοιαῦτα δὲ ἐθεάσω.
古い事柄、そして古い事柄ではなく、いわば昨日や一昨日のことのように今なお見えている事柄を、あなたはそのように聞き、そのように見たのである。
ἀκίνητον δὲ οὐδὲν, φασὶ, τῶν ἐν ἀνθρώποις·
しかし、人間の事柄の中で、動かないものは何もないと言われている。
ἀλλὰ καὶ γῆ θάλατταν δέχεται καὶ θάλαττα ἠπειροῦται·
かえって、陸地も海を受け入れ、海も陸地となる。
καὶ πόλεις αἱ μὲν κατὰ γῆς ἔδυσαν, αἱ δʼ ὑπὸ ῥευμάτων οὐρανίων τε καὶ παντοίων ἠφανίσθησαν.
そして都市の中には、地中に沈んだものもあれば、天からの豪雨やあらゆる種類の大水によって消え去ったものもある。
ἴδιον γὰρ τοῦ θνητοῦ γένους αἱ μεταβολαὶ, καὶ πολλὰ τὰ θαύματα τοῦ χρόνου.
変化こそは死すべき人類に固有のものであり、時間の驚異は数多いからである。
καὶ δὴ καὶ τῇ ἡμετέρᾳ πόλει τοσοῦτον νικώσῃ συνέβη τρόπον τινὰ ὀλισθεῖν·
そして実に、このように勝利を収めていた我々の都市にも、ある意味で躓くことが起きた。
οὗ δὴ καθαρῶς ἐξεφάνη ὅσος τις ὁ παρʼ αὐτῆς τῆς Ἀσίας κόσμος ἦν, λέγω δὲ οὐχὶ τὴν μέχρι Μαιάνδρου πηγῶν, οὐδʼ ὅσην ὁ τῶν ἡγεμόνων ὑμῶν κλῆρος ὁρίζεται, ἀλλʼ ἣν ἐξ ἀρχῆς Ἕλληνες προσεῖπον Ἀσίαν, προσηγόρευον δὲ καὶ ἤπειρον διαφερόντως αὐτὴν τῶν τριῶν.
そこで、アジアそのものが誇る装飾がどれほど偉大であったかが、はっきりと明らかになったのである。 ここで私が言うアジアとは、マイアンドロス川の源流に至るまでの地域でもなく、あなたがたの総督の管轄区域が規定する範囲でもなく、ギリシア人が最初からアジアと呼び、また三つの大陸の中で特に「大陸」と呼んでいた地域のことである。
ἀλλʼ ὅ γʼ ἐβουλόμην εἰπεῖν, ἅμα γὰρ τῷ πτώματι συμβάντι πάντα ἐδόκει γεγυμνῶσθαι, καὶ πᾶς τις ὥσπερ ὀφθαλμὸν ἐζήτει σώματος.
しかし、私が言いたかったのは次のようなことだ。 すなわち、あの崩壊が起こると同時に、すべてが剥ぎ取られたように見え、誰もが、身体の目を捜し求めるかのように捜し求めたということである。
λέγω δὴ τὸ μὲν προσκροῦσαι κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων τύχην καὶ φύσιν τῇ πόλει συμβῆναι, τὰ δʼ ἐφεξῆς τῆς ἀγαθῆς ἤδη καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης εἶναι.
つまり、躓きを被ることは、すべての人類の共通の運命と性質に従って都市に起きたことであるが、その後に続いたことは、最初からこの都市を守護してきた善き運命に属することなのである。
ὅτε γὰρ ἦν καιρὸς, πρὸς ** χεῖρα ὤρεξε, τοιούτους ἔχων τοὺς τῶν ὅλων προστάτας, οἳ πάντων μὲν ἥκιστα ἔμελλον περιόψεσθαι κειμένην, πάντων δὲ μάλιστα προθυμήσεσθαι οὐκ ἀναστῆσαι μόνον, ἀλλὰ καὶ πρὸς ὑπερβολὴν ἆραι, τὰ δὴ νῦν πάντα τελεῖται, φησὶν ὁ παῖς τοῦ Μέλητος.
というのも、時が来たとき、** 手を差し伸べたからである。 万物の保護者として、倒れている彼女を最も見過ごすことなく、また、彼女をただ再興するだけでなく、この上なく高く引き上げることに、最も熱意を注ぐような人々を彼女は持っていたからである。 そして「今やこれらすべてが成就されつつある」と、メレスの子は言っている。
καὶ μὴν τήν γε εὐγένειαν τοῦ δήμου, μὴ γὰρ πάνθʼ ἡμῖν ἔστω περὶ τῶν οἰκοδομημάτων, τίς οὐκ ἂν ἠγάσθη καὶ
さらに、この民衆の高貴さについては――我々の話がすべて建造物に関するものばかりになってしまわないようにしよう――誰が称賛せずにいられようか、そして...