Humanitext Reader

阿里斯·台德斯 · 士麦那及其重建悔歌 §263-265

皇帝援助下的士麦那重建与赞颂

第 1 段,共 3 段 · 希腊语

内容简介

作者此前曾为士麦那遭受震灾的惨状而哀悼,如今则为皇帝们迅速而慷慨的援助使城邦得以更美地重建而欢欣鼓舞,极力赞美皇帝们的卓越仁慈与城邦重获的幸运。

§263ἐμοὶ δὲ, ὦ ἄνδρες Ἕλληνες, συνέβη ταυτὸν ὅπερ τοῖς ἐν ταῖς τραγῳδίαις μέχρι πολλοῦ σιωπῶσιν, ἔπειτα καιροῦ παρασχόντος φθεγξαμένοις ἢ πρὸς χορὸν, ἢ πρὸς ὁντιναδήποτε.
希腊的诸君,在我身上所发生的事,正与悲剧里那些长久保持沉默、及至时机到来时才向歌队或任何人开口说话的角色一模一样。
πάντα γὰρ τὸν ἄνω χρόνον κατασχὼν ἐμαυτὸν ἐξ οὗ ταῦθʼ ἃ σύνιστε ἐγένετο, καὶ οὔτε πρὸς παραμυθίαν τῶν πολιτῶν ὁρμήσας οὔτʼ ἄλλο πράξας οὐδὲν ἀλλʼ ἢ τοῖς προστάταις ὅσα καιρὸς ἦν ἐπιστείλας καὶ τἀκεῖθεν ἀποσκοπῶν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ οἱ θεῶν γνώμῃ βασιλεῖς ἡμῖν αὐτοί τε κυβερνώμενοι καὶ τὰ τῶν ἀνθρώπων ἄγοντες πράγματα τὴν ἀλλοτρίαν τῆς πόλεως ἀπωσάμενοι τύχην τὴν χρηστὴν καὶ πάλαι προσήκουσαν ἀντεισήγαγον, οἶμαί τι κἂν αὐτὸς ἐν καιρῷ τυχεῖν εἰπών.
因为在过去的所有时间里,自从诸君所深知的那些变故发生以来,我都一直在克制自己,既没有急于去慰问市民,也没有做任何其他事情,而只是在时机允许的范围内给领导者们送去指示,并从远处观察那里的事态发展。 然而,由于神明行事仁慈,而遵照神明旨意的皇帝们——他们自身受到引导,同时也指引着人类的事务——驱逐了不属于我们城邦的厄运,重新引进了自古以来就属于它的好运,我想,我现在或许也能适时地开口说上几句。
εἰ μὲν οὖν ἐξῆν ἐμοὶ κινεῖσθαι ὅποι βούλομαι, παρὼν ἂν ὑμῖν διελεγόμην· κατέχοντος δὲ τοῦ σωτῆρος ἡ διὰ τῶν γραμμάτων ὁμιλία κατελείπετο.
因此,如果我被允许前往我所期望的任何地方,我本会亲自来到你们面前与你们交谈;但由于救治之神将我留住,通过书信的交流便成了唯一的途径。
καὶ τοῦτʼ εἰ μέν ἐστιν εἰς παράδειγμα ἀνενεγκεῖν, οὐ χρὴ θαυμάσαι· εἰ δʼ ἄλλῳ μὲν οὐδενί πω μέχρι τούτου πέπρακται, προσήκει δὲ ἡμῖν, οὐκ §264ὀρθῶς ἔχει νεμεσῆσαι.
如果这件事可以作为先例来引用,那就不必感到惊讶;但如果在此之前从未有其他人这样做过,而唯独对我们是合适的,那也绝不应当感到愤慨。
ἡνίκα μὲν οὖν τὰ συμβάντα ἐπυθόμην, —οὐ γὰρ παρών γε ἔτυχον, ἀλλʼ ἔφθην προεξελθὼν, ὅτου δὲ γνώμῃ λογίζεσθε—μονῳδίας τινὰς ᾖδον, ἕως ἔλαθον λόγους τινὰς σωθεὶς ὑπὸ τοῦ πάθους.
因此,当我得知所发生的事情时(因为我当时并不在场,而是早就提前出发了,至于这是由于谁的旨意,你们自己可以推想),我曾唱起一些哀歌,直到在不知不觉中,我的悲痛引导我安全地转向了某些演说。
οὐδὲ γὰρ ἦν ἄλλως ἀνταρκέσαι, μὴ τούτοις ἐφέντα ἑαυτόν.
因为如果不对这些情感倾注自身,便无法以其他方式撑持过去。
νῦν δʼ ὥρα μοι τὸν Στησίχορον μιμήσασθαι τῇ παλινῳδίᾳ, καὶ μὴ τότε ἀβούλητα ᾁδοντα τἀκ τῶν εὐχῶν νυνὶ σιωπῆσαι.
但现在,是我在复归歌中效仿司特西科鲁斯的时候了,而不能因为当时唱了不情愿的歌,现在便对我们祈祷所带来的成果保持沉默。
τοσοῦτον δὲ τοῦ Στησιχόρου διοίσειν μοι δοκῶ, ὁ μὲν γὰρ ἀνθʼ ὧν κακῶς εἶπε τὴν Ἑλένην, ἀντὶ τούτων ὕμνησε τὰ δεύτερα, ἐγὼ δὲ ἃ τηνικαῦτα ἐκόσμουν ὀδυρόμενος, ταῦτα νῦν ἐπὶ τοῦ γεγηθέναι κοσμήσω, καθαρὰν ὀδυρμοῦ τὴν εὐφημίαν παρεχόμενος.
我想我与司特西科鲁斯的区别仅在于:他因为说了海伦的坏话,便在第二首诗歌中赞美她作为补偿;而我,则是将当时在哀悼中装饰过的事情,如今在喜悦中加以装饰,献上不含任何哀悼的纯粹赞美。
ἡμῖν γὰρ, ὦ ἄνδρες Ἕλληνες, πταῖσαι μὲν συνέβη κατὰ τὴν κοινὴν ἀνθρώπων τύχην, ἣν οὐχ οἷόν τε ἀμοίρους κακῶν εἰς τέλος διεξελθεῖν, ἀναφέρειν δὲ τῇ τῆς πόλεως τύχῃ, διʼ ἣν οὐδενὸς τῶν καλῶν ἄμοιρος πώποτε ἐγένετο.
希腊的诸君,对我们而言,按照人类共同的命运而遭受挫折是必然的,这种命运是谁也无法不分担灾祸而走完终点的;然而,通过我们城邦的命运而重新振作也同样是必然的,由于这命运,城邦从未与任何美好的事物无缘。
γνοίη δʼ ἄν τις καὶ τῷ χρόνῳ τεκμαιρόμενος.
任何人只要从时间上判断,也能明白这一点。
τὸ γὰρ ἡνίκʼ ἔμελλεν οὐ πεσοῦσα κείσεσθαι, οὐδʼ ἀνθρώπου τελευτῇ παραπλησίως πράξειν, ὥσπερ ἄλλαι τινὲς ἤδη πρότερον πόλεις, ἀλλʼ ἐπὶ κρειττόνων κρηπίδων ἀναστήσεσθαι, τηνικαῦτα ὑπολισθεῖν, πῶς οὐκ εὐτυχίας μέρει προσθείη τις ἂν εὖ φρονῶν;
因为,就在它注定不会倒地不起,也不会像其他城邦以前那样迎来类似于人类死亡的结局,而是要在更优越的基石上重新耸立的时候,它却在那一刻暂时滑落,任何通达事理的人,怎能不把这视为好运的一部分呢?
συζυγίαν δὲ, ὡς ἔοικεν, ὁ δαίμων ἐσκέψατο.
神明似乎考虑到了这一奇妙的结合。
τοῖς τε γὰρ πάντα ἀρίστοις βασιλεῦσι καὶ πάσας πόλεις ὑφʼ ἑαυτοῖς ἔχουσι τὴν καλλίστην οἰκίσαι φιλοτιμίαν εἶχε, τῇ τε πόλει τὸ διὰ τούτων ἀνεγερθῆναι καὶ τοιούτους ἀρχηγέτας ἐπιγράψασθαι τὴν συμφορὰν εἰς εὐπραξίαν μετέβαλε.
因为对于在一切方面都最优秀的、统治着所有城邦的皇帝们来说,重建最美丽的城邦成了他们高尚的抱负;而对于城邦而言,通过他们得以重建,并将这样的领袖作为奠基者刻于碑上,则将灾难转化为了繁荣。
πρότερον μὲν γὰρ Θησέα καὶ Ἀλέξανδρον ᾔδομεν, τὸν μὲν τῶν ἐν Ἕλλησιν, οἶμαι, φιλανθρωπότατον, τὸν δὲ συμπάντων βασιλέων μάλιστα δὴ θαυμασθέντα τῆς εἰς τοὺς πολέμους τόλμης ἕνεκα.
从前我们歌颂忒修斯和亚历山大,前者在我看来是希腊人中最具仁爱心的人,后者则是因其在战争中的勇猛而在所有君王中最令人赞叹的。
νῦν δʼ ἔτι λαμπροτέρους καὶ μείζονας οἰκιστὰς προσελάβομεν· οἷς πᾶσα μὲν γῆ καὶ §265θάλαττα ὑπήκοος, ἐκ πατέρων τε καὶ ἐξ ὧν αὐτοὶ προσεκτήσαντο· σοφίας δὲ καὶ δικαιοσύνης καὶ ἀληθείας καὶ χρηστότητος οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον τῆς ἐν τοῖς ὅπλοις ἰσχύος περίεστι.
但现在我们迎来了更为辉煌、更为伟大的重建者;对于他们,所有陆地和海洋都服从他们,这既源自祖先的继承,也源自他们自己新开拓的疆土;而在智慧、正义、真理与仁慈方面,他们所拥有的丰盈,绝不下于(如果不是更多的话)他们在武力上的强大。
τίς γὰρ οὕτως ἔξω στηλῶν Ἡρακλέους ἢ τίς ὑπὲρ τὸν Καύκασον, ὥστʼ ἀνήκοος τῆς τούτων φιλανθρωπίας καὶ μεγαλοψυχίας εἶναι;
有谁生活在赫拉克勒斯之柱外,或者有谁生活在高加索彼方,以至于从未听闻他们的仁爱与宽宏大度呢?
οἳ καὶ τὸ τῆς Σμύρνης ὄνομα οὐ περιεῖδον ἐν μύθου τάξει γενόμενον, ἀλλʼ ἀπορροήν τινα τῆς αὑτῶν τύχης ἀφεῖσαν εἰς αὐτὴν, καὶ παρέσχον οὐ τὸ πτῶμα θρηνεῖν, ἀλλὰ συνοικία ἑορτάζειν.
他们也没有任凭士麦那的名字沦为神话,而是将自身好运的一股清流注入其中,使我们无需哀悼它的毁灭,而是能够庆祝它的重建。
Ἀλεξάνδρου μὲν οὖν ὕπνος ᾁδεται, προοίμιον τῆς κατοικίσεως ἔχων· οἱ δὲ τοσαύτην ἄρα τὴν ἐγρήγορσιν παρέσχοντο, ὥστʼ ἔφθησαν ἡμᾶς ἀνιστάντες, πρὶν ἐξελθεῖν τὸν ἐροῦντα πρὸς αὐτοὺς ἃ πεπόνθαμεν.
亚历山大的梦境被人们传唱,其中包含了建城的序曲;而他们却展现了如此巨大的警觉,以至于在我们派去向他们陈述灾情的使者出发之前,就已经先一步将我们扶持起来。
ὀργάνοις δὲ θειοτάτοις ἅμα καὶ λαμπροτάτοις ἐχρήσαντο, λόγοις μὲν παραμυθησάμενοι καὶ δείξαντες, ὅ ποτε Ἡσίοδος ἐμαντεύσατο, ὅσον τι χρῆμα ἡ μουσικὴ τῇ βασιλικῇ προσγενομένη χορηγίαν δὲ πᾶσαν παρασχόμενοι πρός τε τὴν τῶν συμβεβηκότων θεραπείαν καὶ προσέτι ἑτέρων κόσμων περιβολήν.
他们使用了最神圣、最辉煌的工具:一方面用言辞抚慰我们,展示了赫西俄德曾预言的,当音乐与王权结合时是多么伟大的事物;另一方面提供了所有的资助,用于医治所发生的灾难,并进一步为其增添其他的装饰。
καὶ οὐδὲ ταῦτʼ ἀπέχρησεν, ἀλλʼ ὥσπερ ἐν αὐτῇ τῇ πόλει πολιτευόμενοι χρημάτων τε πόρους ἀπεδείκνυσαν καὶ τοὺς φιλοτιμησομένους ὑπʼ ἐλπίδων ἐκήλουν καὶ εἰς χειρῶν βοήθειαν ἐκάλουν καὶ ἐπηγγέλλοντο βουλομένους, οὐκ ἐθέλοντας δὲ οὐκ ἐνοχλήσειν, κἂν αὐτίκα πρὸς τούτοις ἕτερόν τι βουλώμεθα, λέγειν ἐκέλευον, ὡς χαριούμενοι.
不仅如此,他们就像是在这城邦中生活政治的公民一样,既指明了资金的来源,又用希望吸引那些立志贡献的人,召集他们参与实际的建设,并允诺对于愿意的人提供帮助,而对于不愿意的人则不加烦扰。 不仅如此,如果在这之外我们立刻还想要别的什么,他们也吩咐我们尽管提出,表示乐意满足我们。
ὥστʼ ἐμοὶ μὲν οὐδὲ σύμπαντα τὰ ἐξ ἀνθρώπων χρήματα ἀντάξια τῆς συνεχείας ταύτης εἶναι δοκεῖ· πεποίηκε γὰρ, εἰ θέμις εἰπεῖν, συνενεγκεῖν τῇ πόλει τὸν σεισμόν.
因此,在我看来,即使是人类所有的财富加在一起,也无法与这种持续不断的关怀相提并论;因为如果允许这样说的话,它已经使地震变成了对城邦有益的事情。
πρὶν μὲν γὰρ ἐν τούτῳ γενέσθαι τύχης οὔπω δῆλον ἦν εἰς ὅσον τιμᾶται οὐδὲ ὅπως δέοι πρὸς αὐτὴν ἔχειν τοὺς ἄλλους, νῦν δὲ τὸ τοῦ Θεμιστοκλέους ἔξεστιν εἰπεῖν, εἰ δὴ τοῦτό γε πιστευτέον κατʼ ἐκείνου, ὡς ἐπὶ ταῖς δωρεαῖς ταῖς παρὰ τοῦ Πέρσου γενομέναις αὐτῷ φθέγξαιτό τι τοιοῦτον πρὸς τοὺς παῖδας, ὅτι
因为在这城邦进入这种命运的阶段之前,它受到何等器重,以及其他人应该如何对待它,都还未明朗;但现在,我们却可以引用地米斯托克利的那句话了——如果关于他的这个传说是可信的话,即当波斯人赐予他那些礼物时,他曾对他的孩子们说过类似这样的话,即:

词汇与语法注释

  1. §263καιροῦ παρασχόντος — “当时机来临时”。名词 καιρός 与作不及物动词使用的 παρέχω 的不定过去时主动分词构成的属格绝对独立结构,表示时间或条件。
  2. §263κἂν αὐτὸς ἐν καιρῷ τυχεῖν εἰπών — “我自己也可能会适时地开口”。κἂν 为 καὶ ἄν 的缩合,此处的 ἄν 与不定式 τυχεῖν 连用,表示潜在可能(对应直说或祈愿语气加 ἄν)。动词 τυγχάνω 携带补充性分词 εἰπών,意为“碰巧/成功说出”。
  3. §263κατέχοντος δὲ τοῦ σωτῆρος — “因为救治之神将我留住”。属格绝对独立结构。此处 σωτήρ(救世主)指的是医神阿斯克勒庇俄斯,身患慢性疾病的作者阿里斯提德深信神明谕示将其留在神庙内,从而使他无法亲自前往士麦那。
  4. §264ἔλαθον λόγους τινὰς σωθεῖς ὑπὸ τοῦ πάθους — “在不知不觉中被悲痛引导安全地转向了某些演说”。此处使用 λανθάνω 连用补充性分词 σωθείς(被动语态)的句型,表示“不知不觉地……”。被动分词 σωθείς 隐喻性地表达了作者在悲痛(πάθος)的洪流中,通过撰写演讲(λόγους τινάς)找到了安全的避难所。
  5. §264τὸ γὰρ ἡνίκʼ ἔμελλεν ... τηνικαῦτα ὑπολισθεῖν — “在……的时候,就在那一刻暂时滑落”。整句结构中,带冠词的不定式短语 τὸ ... ὑπολισθεῖν 作为后续主句动词 προσθείη ἄν(归于、算作)的直接宾语。关系副词从句 ἡνίκʼ ἔμελλεν ... 修饰 τηνικαῦτα(就在那时),并嵌套在不定式短语内部。
  6. §265ὥστʼ ἔφθησαν ἡμᾶς ἀνιστάντες — “以至于他们抢先一步将我们扶持起来”。在由 ὥστε 引导的结果从句中,动词 φθάνω 连用宾格对象 ἡμᾶς 和补充性分词 ἀνιστάντες(使站立、重建),构成了表示“先于他人做某事”的惯用句型。

引用这一段

阿里斯·台德斯, 士麦那及其重建悔歌 §263-265. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg021.humanitext-grc2:263-265

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。