Humanitext Reader

阿里斯·台德斯 · 致阿斯克勒庇俄斯之泉 §254-256

阿斯克勒庇俄斯圣井的奇迹功效与神圣

第 2 段,共 2 段 · 希腊语

内容简介

作者赞美了阿斯克勒庇俄斯圣泉的奇迹力量与卓越水质,强调它具有治愈功效,且不分季节地提供完美的泉水,其神圣程度超越了所有其他著名的河流与圣水。

§254οὔτε Στυγός ἐστιν ἀπορρὼξ τόδε τὸ ῥεῦμα οὔτε ἄλλο ἔχει φρικῶδες οὐδὲν, ἀλλʼ ὑγιείας ἂν αὐτὸ προσείποις, ἢ νέκταρος, ἤ τινος τῶν τοιούτων ἀπορρῶγα.
这股溪流既非斯提克斯河的支流,也无任何其他令人战栗之处,相反,你会称它为健康、或神酒、或诸如此类事物的分流。
τεκμηριοῖ δὲ καὶ τοῦτο, ὁ χρόνος γοῦν αὐτοῦ οὐχ ἅπτεται, ἀλλʼ ἀπαντληθὲν τὸ ὕδωρ καὶ ἔξω γενόμενον τὸ αὐτὸ ποιεῖ οἷόν περ τὸ ἀεὶ λειπόμενον ἐν τῷ φρέατι, ἄσηπτον καὶ ἀπαθὲς μένει.
这一点也证明了它:至少,时间无法损及它,汲出并带到外面的水也保持与井中常留的水完全相同的状态,不腐不坏。
πλῆθος δʼ αὖ τοῦ φρέατος τούτου τοσοῦτον ὅσον ὡς ἔπος εἰπεῖν οὐδενὸς ἑτέρου φρέατος· μάλα ἀκμῆτας εἶναι δεῖ τοὺς ἀρυτομένους καὶ νοῦν ἔχοντας, ἵνα μὴ φθάνῃ τὸ ἐγκαταλαμβάνον.
此外,这口井的水量大到可以说是其他任何井都无法比拟的;汲水的人必须非常精力充沛且专注,以免那上涨的泉水出其不意地没过他们。
μόνον γοῦν τοῦτο πάντων φρεάτων ἀρυτομένων καὶ ἐώντων τὸ ἴσον ἀεὶ μέτρον παρέχεται, τῷ τετρημένῳ πίθῳ τὸ ἀντίστροφον ποιοῦν.
至少,在所有被汲用而又保持常态的井中,只有这口井展现出始终如一的容量,做着与漏水瓮相反的事情。
ὁ μὲν γὰρ οὐδέποτε πληροῦται, τὸ δὲ ἀεὶ τοῦ χείλους ἐγγύς ἐστιν.
因为后者永远填不满,而前者却总是盈至边缘。
ἅτε γὰρ ὂν διάκονόν τε καὶ συνεργὸν τοῦ φιλανθρωποτάτου τῶν θεῶν ἑτοιμότατον πρὸς τὴν ὑπηρεσίαν καὶ ἀεὶ πλῆρές ἐστι, καὶ οὔτε ἐκεῖνος ἄγει σχολὴν ἄλλο τι πράττειν ἢ σώζειν ἀνθρώπους καὶ τοῦτο μιμούμενον τὸν δεσπότην ἀεὶ πληροῖ τὴν τῶν δεομένων χρείαν, καὶ ἔστιν ὥσπερ ἄλλο τι θρέμμα ἢ δῶρον Ἀσκληπιοῦ, ὥσπερ Ὅμηρος ἐποίησεν ὅπλα καὶ ἔργα Ἡφαίστου, πρὸς τὸ ἐκείνῳ δοκοῦν κινούμενα.
由于它是诸神中最热爱人类之神的仆役与合作者,随时准备着服侍,因此也总是满盈的;正如那神没有闲暇去做救助人类以外的任何事一样,这口泉水也效仿其主人,始终满足需要者的需求,它就像阿斯克勒庇俄斯的某种宠物或礼物,正如同荷马笔下赫菲斯托斯的武器与作品,能随着他的意愿而动。
ἐπεὶ δὲ ἐνταῦθα ἤδη ἐγενόμην, ποῖον ὕδωρ ἂν τῶν κατʼ ἀνθρώπους τούτῳ παραβληθείη χρείας ἕνεκα;
既然我已经谈到了这里,那么在人类的水中,有什么水能在实用性上与它相比呢?
οὐ γὰρ μόνον πόμα, τὸ δʼ αὐτὸ καὶ λουτρόν ἐστιν ἥδιστον καὶ ἀβλαβέστατον, οὐδʼ ἀντέστραπται πρὸς τὰς ὥρας τοῦ ἔτους, θέρους μὲν ψυχρότατον ὂν αὐτὸ αὑτοῦ, χειμῶνος δὲ ὡς ἠπιώτατον γιγνόμενον, τὰ τοῦ παρόντος ἀεὶ καιροῦ δυσχερῆ λῦον καὶ παραμυθούμενον, οἵαν χρὴ τὴν Ἀσκληπιοῦ πηγὴν ἱερὰν εἶναι.
因为它不仅是极佳的饮料,同时也是最令人愉悦、最无害的沐浴用水,而且它并不会与一年的季节相反作,在夏天它比起自身其他时候最凉爽,在冬天则变得最温和,缓解并抚慰当前季节的严酷,正如阿斯克勒庇俄斯的圣泉应当具有的样子。
καλὰ μὲν γὰρ ταῦτα καὶ ἡδέα καὶ αὐτῷ χρωμένῳ καὶ ἑτέρους ὁρῶντι τοῦτο μὲν θέρους ὥρᾳ περὶ τὰ χείλη τοῦ φρέατος περιεστηκότας ἑξῆς ὥσπερ ἐσμὸν μελιττῶν ἢ μυίας περὶ γάλα, ἐξ ἕω ζητοῦντας τὸ πνῖγος προκαταλαβεῖν ἀντʼ ἄλλου πόματος τῶν κωλυόντων §255τὸ δίψος καὶ ἰσχόντων, τοῦτο δὲ ὅταν τις κρυστάλλου πεπηγότος τὴν χεῖρα προτείνας ἀπονιψάμενος θερμότερος αὐτὸς αὑτοῦ καὶ ἡδίων γένηται·
因为这些事情不论是对亲身使用它的人,还是对看到他人的人来说,都是美好而令人愉悦的——一方面,在炎热的夏季,人们像蜂群围着蜂巢或苍蝇围着牛奶一样,顺次围绕在井边,从清晨起就寻求抢在酷热之前,用它代替其他任何防渴和止渴的饮料;另一方面,当某人在冰冻的严冬里伸出双手洗涤,从而变得比先前的自己更温暖、更舒适。
ἀλλὰ καὶ τἄλλα ὁ θεὸς αὐτῷ χρῆται ὥσπερ ἄλλῳ τῳ συνεργῷ, καὶ πολλοῖς ἤδη πολλάκις τὸ φρέαρ τοῦτο συνεβάλετο εἰς τὸ τυχεῖν ὧν ἔχρῃζον παρὰ τοῦ θεοῦ.
不仅如此,神在其他事务中也把它当做另一个合作者来使用,而且这口井已经多次帮助许多人得到了他们向神所祈求的东西。
ὥσπερ γὰρ οἱ παῖδες οἱ τῶν ἰατρῶν τε καὶ τῶν θαυματοποιῶν γεγυμνασμένοι πρὸς τὰς διακονίας εἰσὶ καὶ συμπράττοντες ἐκπλήττουσι τοὺς θεωμένους καὶ χρωμένους, οὕτω τοῦ μεγάλου θαυματοποιοῦ καὶ πάντα ἐπὶ σωτηρίᾳ πράττοντος ἀνθρώπων εὕρημα τοῦτο καὶ κτῆμά ἐστι καὶ συμπράττει δὴ πρὸς ἅπαντα αὐτῷ καὶ γίγνεται πολλοῖς ἀντὶ φαρμάκου.
因为正如医生和奇术师的弟子们为服侍而接受训练,并通过协助使旁观者和使用者感到惊奇一样,这位为人类救赎而做一切事情的伟大奇术师的这一发明和财产,在所有事情上都协助他,并成为许多人的良药。
πολλοὶ μὲν γὰρ τούτῳ λουσάμενοι ὀφθαλμοὺς ἐκομίσαντο, πολλοὶ δὲ πιόντες στέρνον ἰάθησαν καὶ τὸ ἀναγκαῖον πνεῦμα ἀπέλαβον, τῶν δὲ πόδας ἐξώρθωσε, τῶν δὲ ἄλλο τι.
事实上,许多人用它洗眼而重获光明,许多人饮用它治愈了胸疾并恢复了必要的呼吸,它使一些人的双脚站直,使另一些人的其他部位痊愈。
ἤδη δέ τις πιὼν ἐξ ἀφώνου φωνὴν ἀφῆκεν, ὥσπερ οἱ τῶν ἀπορρήτων ὑδάτων πιόντες μαντικοὶ γιγνόμενοι.
已经有人在饮用它之后,从失语状态中发出了声音,就像那些饮用了神秘之水的人获得预言能力一样。
τοῖς δὲ καὶ αὐτὸ τὸ ἀρύτεσθαι ἀντʼ ἄλλης σωτηρίας καθέστηκε.
对于一些人来说,仅仅是汲水本身,就已经替代了其他任何救赎。
καὶ τοῖς τε δὴ νοσοῦσιν οὕτως ἀλεξιφάρμακον καὶ σωτήριόν ἐστι καὶ τοῖς ὑγιαίνουσιν ἐνδιαιτωμένοις παντὸς ἄλλου χρῆσιν ὕδατος οὐκ ἄμεμπτον ποιεῖ.
因此,它既是病人的解毒良药和救星,也使居住那里的健康人觉得使用任何其他水都非无懈可击。
πάντα γὰρ ἤδη μετὰ τοῦτο τὸ ὕδωρ γίγνεται πειρωμένοις, οἷον εἴ τις μετὰ ἀνθοσμίαν οἶνον τῶν ἐξεστηκότων τινὰ πίνοι.
因为在体验了这种水之后,对他们来说,此后的一切水都变得像是一个人在喝了芳香四溢的葡萄酒之后,又去喝那些走味变质的酒一样。
μόνον δὲ τοῦτο τὸ αὐτὸ νοσοῦσι καὶ ὑγιαίνουσιν ὁμοίως ἥδιστον καὶ λυσιτελέστατον ἑκατέροις τε καὶ συναμφοτέροις ἐστὶ, καὶ οὔτʼ ἂν γάλα παραβάλοις οὔτʼ ἂν οἶνον ποθήσαις, ἀλλʼ ἐστὶν ὥσπερ Πίνδαρος τὸ νέκταρ ἐποίησεν αὐτόχυτον, πότιμον θείᾳ τινὶ κράσει κεκραμένον ἀρκούντως.
只有这泉水,对病人和健康人来说同样是最令人愉悦和最有益的,对个人和全体都是如此,你既不能拿牛奶来与它相比,也不会再渴望葡萄酒,相反,它正像平达罗斯笔下的神酒,自然倾流,通过某种神圣的调和而被充分混合且易于饮用。
ὥστε εἰ δύο εἶεν κύλικες, ἡ μὲν ἑτέρου τε ὕδατος καὶ οἴνου τοῦ καλλίστου, ἡ δὲ τούτου τοῦ ὕδατος, ἀπορήσαις ἂν πότερον λάβοις.
因此,如果有两个杯子,一杯盛着其他的泉水和最美妙的葡萄酒,另一杯盛着这种水,你会对选择哪一杯感到犹豫。
ἔτι δὲ τὰ μὲν ἄλλα ἱερὰ ὕδατα τὴν τῶν πολλῶν ἀνθρώπων χρῆσιν πέφευγεν, οἷον τὸ ἐπὶ Δήλῳ καὶ εἴ τί που ἄλλοθι ἄλλο τοιοῦτόν ἐστι, τὸ δὲ τῷ σώζειν τοὺς χρωμένους, οὐ τῷ μηδένα αὐτοῦ ψαύειν, ἱερόν ἐστι· §256καὶ τὸ αὐτὸ καθαρσίοις τε ἐξαρκεῖ τοῖς περὶ τὸ ἱερὸν καὶ ἀνθρώποις καὶ πίνειν καὶ λούεσθαι καὶ προσορῶσιν εὐφραίνεσθαι.
此外,其他圣水都免于大众的使用——例如德洛斯岛上的水,以及其他地方若有其他此类圣水的话——但这口井正是通过救助使用它的人,而不是通过不让任何人触碰,来成为神圣的;并且,它本身就足以满足圣所周围的净化仪式,以及人们的饮用、沐浴和瞻仰时的愉悦。
ἐγὼ μὲν οὔτε Κύδνον οὔτε Χοάσπην, ὅθεν βασιλεὺς ἔπινε, περιφέρων, οὔτε ᾧ τοὺς καλλίστους στεφάνους ἀνῆκεν ἡ γῆ περὶ τὴν ὄχθην ἑκατέραν Πηνειὸν, οὔτε πηγὴν ἄβυσσον, οὔθʼ ὅ τι ἐρεῖς ἕτερον ὕδωρ παραβάλοιμʼ ἂν τούτῳ τῷ πάντα ἱερῷ, ἀλλʼ εἶναι φαίην ἂν αὐτὸ ἐν ὕδασι τοσούτῳ νικῶν ὅσῳ περ τὸν προστάτην αὐτοῦ θεὸν ἐν θεοῖς.
我既不会拿克德诺斯河,也不会拿波斯国王饮用的霍아斯佩斯河来夸耀,也不会拿两岸由大地长出最美丽花冠的佩涅奥斯河,也不会拿深不可测的源泉,或你可能提到的任何其他水,来与这全然神圣的水相比,而会说它在众水中的优胜程度,正如同它的守护神在众神中的优越程度一样。
λοιπὸν ἓν εἰπεῖν, ὅτι καὶ ὅσια ἂν ποιοῖμεν οὕτω κρίνοντες· ὁ γὰρ θεὸς πρῶτος περὶ αὐτοῦ ταύτην τὴν ψῆφον ἤνεγκεν, ὥς φασιν.
最后还剩一件事要说:我们这样判定也是在行敬虔之事;因为正如人们所说,神自己首先对这水投下了这一票。

词汇与语法注释

  1. §254φθάνῃ τὸ ἐγκαταλαμβάνον — 虚拟语气 `φθάνῃ` 位于由 `ἵνα μή` 引导的目的从句中,意为“以免……先一步(赶上)”。`τὸ ἐγκαταλαμβάνον` 是现在分词的名词化用法(“那追赶上来的、包围过来的水”),指如果汲水者不够迅速,上涨的泉水就会赶上并没过他们。
  2. §255αὐτὸ αὑτοῦ — 反身代词属格 `αὑτοῦ` 与最高级 `ψυχρότατον` 连用,表示自我比较(“与其自身在其他时候的状态相比”),意为这泉水在夏天达到了它自身最冰凉的状态,而非与其他水源做对比。
  3. §255τῶν ἐξεστηκότων — 动词 `ἐξίστημι` 的完成时主动分词属格复数,在此处指“变质的、走味的(葡萄酒)”,即偏离了原本优质状态的酒。它与前文提到的香气浓郁的优质葡萄酒(`ἀνθοσμίαν οἶνον`)形成对比。

引用这一段

阿里斯·台德斯, 致阿斯克勒庇俄斯之泉 §254-256. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg018.humanitext-grc2:254-256

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。