Humanitext Reader

阿里斯·台德斯 · 致阿斯克勒庇俄斯之泉 §252-253

圣泉之美与其甘甜轻盈的特质

第 1 段,共 2 段 · 希腊语

内容简介

作者论述了用言语表达圣泉之美与益处的困难,同时指出它位于世上最美丽的地方,并拥有极轻盈与甘甜的独特品质。

§252τί δʼ ἂν εἴποις τὸ φρέαρ τὸ ἱερόν;
对于那口圣泉,你会怎么说呢?
ἢ δῆλον ὅτι τὴν τοῦ λόγου μέμφει φύσιν ὡς οὐχ ἱκανῶς ἐπὶ πάντα ἀφικνουμένην οὐδʼ ἐνδείξασθαι δυναμένην ἐνίοτε ἀρκούντως τὸ ὄν;
还是说,显然你在指责言语的本性,认为它不能充分地达及万物,有时也无法足够地表明存在之物?
τοῦτο γοῦν οὐδʼ ἂν εἷς λόγος ὁποῖόν τι τὸ κάλλος καὶ τὴν ἡδονήν ἐστιν ἐνδείξαιτο, ἀλλʼ ἀμείνους ἐσμὲν πίνειν τούτου τοῦ ὕδατος καὶ λούεσθαι καὶ προσορᾶν ἡδέως ἢ ἔχειν εἰπεῖν τι περὶ αὐτοῦ, ὥσπερ οἱ τῶν καλῶν ἐρῶντες, οἳ τῇ μὲν δυνάμει τοῦ κάλλους ἑαλώκασι καὶ ἴσασιν οἵων ἐρῶσιν, ἐὰν δέ τις αὐτοὺς ἔρηται, οὐκ ἂν ἔχοιεν εἰπεῖν περὶ ἀπόντων, παρόντας δὲ οἶμαι δείξαιεν ἄν.
无论如何,没有任何言语能够指明这是一种怎样的美丽与愉悦;相反,与能够对其说些什么相比,我们更适合饮用这水、用它沐浴并怀着喜悦注视它。 这正像那些热爱美物的人:他们被美的力量所俘获,知道自己所爱的是什么,但如果有人问起,在所爱之人不在场时,他们将无法说出所以然,但我认为,当所爱之人合在时,他们便能指给对方看。
τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ φρέατος πεπόνθαμεν, καὶ ἐσμὲν ἐρασταὶ μὲν αὐτοῦ πάμπολλοι, μᾶλλον δὲ πάντες σχεδὸν, ὁποίου δὲ ὄντος οὐκ ἔχομεν εἰπεῖν.
我们对这口泉水也有着完全相同的感受,我们中极多的人,或者说几乎所有人,都是它的爱慕者,然而我们却无法说明它是怎样的。
ἀλλʼ ἐάν τινα ἡμῶν ἀπολαβών τις ἐρωτᾷ, παραλαβόντες ἂν αὐτὸν ἄγειν ἀξιοίημεν ἐπʼ αὐτὸ καὶ δεικνύοιμεν.
但如果有人把我们中的某个人拉到一边询问,我们会认为应当拉着他,带他去圣泉那里,指给他看。
τῷ δὲ οὐδὲ τοῦτο ἀποχρήσει, γευσάμενος δὲ καὶ πειραθεὶς τοῦ παρʼ Ὁμήρῳ λωτοῦ γεγεῦσθαι δόξει, μένειν ἐθέλων καὶ χαλεπῶς ἀξιῶν ἀποχωρεῖν ἀπʼ αὐτοῦ.
而对他来说,单单这还不够,一旦品尝并尝试之后,他便会觉得自己品尝了荷马史诗中的忘忧莲,想要留下来,且极不情愿离开它。
ἀλλʼ οὐ μὲν δὴ χρὴ τὸ τῶν διψώντων, φασὶ, πίνειν σιωπῇ, ἀλλʼ ἐπικοσμῆσαί τι καὶ λόγῳ, καὶ προσειπεῖν τόν τε σωτῆρα θεὸν, οὗ καὶ τόδʼ ἐστὶν ἔργον τε καὶ ποίημα, καὶ τὰς ἐχούσας αὐτὸ Νύμφας καὶ συνεργαζομένας, καὶ ἡμῖν χρῆσθαι τῇ χάριτι τοῦ θεοῦ χαριζομένας τε καὶ συνυπηρετούσας.
然而,正如人们所说,绝不能像口渴的人那样默默地饮用,而必须也用言语对其加以点缀,并呼唤那位救主神——这圣泉正是他的杰作与创造——以及拥有并与其一同协作的仙女们,她们施予我们恩惠并共同服侍,使我们得以享受神的恩赐。
τίς οὖν δὴ γένοιτʼ ἂν ἀρχὴ, ἢ ὥσπερ ἡνίκʼ ἂν ἀπʼ αὐτοῦ πίνωμεν, προσθέντες τοῖς χείλεσι τὴν κύλικα οὐκέτι ἀφίσταμεν, ἀλλʼ ἀθρόον εἰσεχεάμεθα, οὕτω καὶ ὁ λόγος ἀθρόα πάνθʼ ἕξει λεγόμενα;
那么,会有什么样的开端呢? 难道就像我们从中饮用时,杯子一碰到嘴唇便不再拿开,而是一饮尽那样,言语也将所有要说的话一并倾倒出来吗?
ἔστω δὲ ἀντὶ τῆς τῷ χείλει προσαγωγῆς ἐκεῖνο ἡμῖν, ὅτι ἐν τῷ καλλίστῳ τῆς πάσης οἰκουμένης ἐστίν.
让我们用以下这点来代替杯子碰唇的动作:它位于整个有人居住的世界中最美丽的地方。
ὃ γὰρ ἐξ ἁπάντων χωρίων εἵλετο ὁ θεὸς ὡς ὑγιεινότατον καὶ καθαρώτατον, καὶ ὃ ταῖς εὐεργεσίαις ταῖς παρʼ αὑτοῦ πεποίηκεν ἁπάντων ἐκφανέστατον, ἦ που σφόδρα τοῦτο §253κάλλιστόν ἐστι τῶν ἐν γῇ πάντων.
因为神从所有地方中挑选出这块最健康、最纯净的地方,并由于他自己的恩惠,使之成为所有人中最显赫的,这无疑是极为地上一切事物中最美丽的。
καὶ γὰρ οὐχ ὥσπερ ἄλλοι ἄλλοις τόποις θεοὶ ἐξ ἀρχῆς ἐγγενεῖς εἰσι, καίτοι καὶ τούτους τιμίους οἶμαι χρὴ δοκεῖν κατʼ αὐτὸ τὸ λαχεῖν αὐτοὺς τοὺς θεοὺς, ἀλλὰ τοῦτό γε μεῖζόν ἐστιν ὅτι ἀπʼ αὐτῆς τῆς Ἐπιδαύρου δεῦρο ὁρμηθεὶς ὁ θεὸς ἠράσθη δὴ μάλιστα, ὡς δῆλόν ἐστιν ὅτι ἑλόμενός τε αὐτὸ ἐγκατέμεινε τὸ λοιπὸν καὶ προκρίνας τῶν ἄλλων.
因为确实,不像其他神明从一开始就是其他地方的本土神——尽管我认为,单凭神明们自己得到了这些地方这一事实,这些神明也应当受到尊崇——但这件事情更为重大:神从埃皮达鲁斯亲自启程来到这里,最为喜爱这里,这从他选择这里、此后便留居于此且将其置于其他地方之上的事实中可以清楚地看出。
ᾧ δὲ θεὸς καὶ θεῶν ὁ πραότατός τε καὶ φιλανθρωπότατος προσέχειν ἔκρινε, πῶς ἡμῖν γε, καὶ ταῦτα τοῖς τούτου θεράπουσιν, ἄλλο τι λέγειν ἔνεστιν ἢ ὡς τοῦτʼ ἐστὶ τὸ βέλτιστον;
既然一位神,而且是诸神中最温和、最热爱人类的神,决定将注意力倾注于此,那么我们,尤其是作为他仆役的我们,除了说这是最好的之外,还能说些什么呢?
ἐν καλλίστῳ μὲν δὴ τῆς οἰκουμένης οὕτως ἔστιν εἰπεῖν.
因此可以说,它位于有人居住的世界中最美丽的地方。
ἔτι δʼ αὐτοῦ τοῦ ἱεροῦ ὅσος ὑπαίθριος χῶρος καὶ βάσιμος ἐν τῷ καλλίστῳ ἐστί· μέσον γὰρ ἐν μέσῳ ἵδρυται.
此外,在圣所本身之中,所有露天且可行走的区域都位于最美丽的部分;因为它被建立在中央的中央。
τὸ δὲ ὕδωρ εἰ μὲν βούλει, ἀπὸ πλατάνου ῥεῖ, ὥσπερ γὰρ ἄλλο τι σύμβολον καὶ τοῦτο παραπέφυκεν, εἰ δὲ βούλει, τὸ ἔτι κάλλιόν τε καὶ ἱερώτερον, ἀπʼ αὐτῶν τῶν βάθρων ἐκρεῖ, ἐφʼ ὧν ὁ νεὼς ἕστηκεν.
而这泉水,如果你愿意,是从一棵悬铃木下流出的——因为这棵树也作为另一个象征生长在旁——或者,如果你愿意,那是更美丽、更神圣的事情,它从神殿所立的基石本身中流出。
ὥστε παντί γε ταύτην τὴν δόξαν καὶ πίστιν ὑπεῖναι, ὅτι ἀπὸ ὑγιεινοῦ καὶ ὑγιείας χορηγοῦ χωρίου φέρεται, ἀπό γε τοῦ ἱεροῦ καὶ τῶν ποδῶν τοῦ σωτῆρος ὁρμώμενον· οὐ γὰρ ἄν τι ἐξ ὑγιεινοτέρων ἢ καθαρωτέρων τόπων ὕδωρ ῥυείη ἢ τοῦτο ἐκ τούτων ῥέον.
因此,任何人心中都有这样一种底蕴和信念:它是从一个健康且赐予健康的场所运送而来的,确是从圣所和救主的脚下源源流出;因为绝不会有比这从这些地方流出的水,更从健康或纯净的地方流出来的水了。
ἐν τοιούτῳ δὴ φαινόμενον καὶ ἀπὸ τοιούτων ὁρμώμενον, ὡς τὸ εἰκὸς ἔχει, κάλλιστόν ἐστι.
在这样的地方显现,并从这样的地方源出,这自然是极美的。
πρῶτον μέν γε λεπτότατον ἐγγυτάτω ἀέρος, ἔπειτα ὃ τούτῳ ἕπεται, κουφότατόν τε καὶ πραότατον, τρίτον γλυκύτατόν τε καὶ ποτιμώτατον, αὐτόχυτον, ὃ πίνων οὐκ ἂν οἴνου προσδεηθείης.
首先,它是最轻薄的,最接近空气;其次,随之而来的是,它是最轻盈、最温和的;第三,它是最甘甜、最适宜饮用的,自然倾流,饮用它的人甚至不需要酒。
Ὅμηρος μὲν γὰρ ἔφη τὸν Τιταρήσιον ἐπιρρεῖν ἐπὶ τοῦ Πηνειοῦ, ὥσπερ ἄνδρα ἐπινηχόμενον ὑπὸ κουφότητος τοῦ ὕδατος· τὸ δέ μοι δοκεῖν εἰ ἐπιρρήξαις αὐτῷ ὕδωρ ἕτερον, ἀντάνεισιν εἰς τὸ ἄνω, τὸ δὲ δύεται ὥσπερ ὕφαλοι νεύοντες εἰς μυχὸν ἐκ τοῦ μετεώρου· εἰ μὴ καὶ τοῦτʼ ἔστιν εἰπεῖν ὅτι μοι δοκεῖ κἂν τὸ ἐπεγχυθὲν ὑψῶσαι τῇ ἑαυτοῦ κουφότητι.
因为荷马曾说,提塔勒西奥斯河流在佩涅奥斯河之上,由于水的轻盈,就像一个人在上面游泳一样;但在我看来,如果你把另一种水倒在它上面,这泉水就会升到上面,而另一种水则会像潜水者从高处向深处潜落一样沉下去;除非也可以这样说:在我看来,它甚至能凭着自身的轻盈,使倒入其上的水也升得更高。
ὡς δὲ οὐ κομπάζομεν, σταθμῷ κρίνεται.
而我们并非是在夸大其口,这由重量来判定。
καίτοι τί ἂν εἴποι ὁ τῆς Στυγὸς ἀπορρὼξ ὅταν ἀνθιστάμενος ῥέπῃ;
然而,当斯提克斯河的支流在对立中使天平倾斜时,它又会说什么呢?
πρόσεστι δὲ τούτῳ ὅτι
此外,这上面还增加了……

词汇与语法注释

  1. 252ἀμείνους ἐσμὲν πίνειν — 形容词 `ἀμείνων` 作表语修饰人(主语“我们”),后接不定式(`πίνειν`, `λούεσθαι` 等),表示适合或更佳:“我们更适合饮用……”。对比结构由 `ἢ ἔχειν εἰπεῖν` 完成,其中 `ἔχειν` 意为“能够”。
  2. 252οἵων ἐρῶσιν — 关系代词 `οἷος` 包含其先行词,并因表示喜爱的动词 `ἐράω`(`ἐρῶσιν`)支配属格而同化为属格,意为“他们所爱的是何种事物”。
  3. 252τὸ τῶν διψώντων — 中性单数宾格冠词 `τὸ` 与属格短语 `τῶν διψώντων`(口渴者的)结合,起到副词性(或内涵宾格)的作用,表示一种惯用表达:“以口渴者的方式”。
  4. 253κατʼ αὐτὸ τὸ λαχεῖν — 介词 `κατά` 支配带冠词不定式 `τὸ λαχεῖν`,对格的 `αὐτοὺς τοὺς θεοὺς` 作为该不定式的逻辑主语。整个结构表示原因或根据:“单凭众神自己得到了……这一事实”。
  5. 253τὸ δέ μοι δοκεῖν — 带冠词不定式 `τὸ δοκεῖν` 与与格 `μοι` 结合,用作修饰整句的绝对不定式(或插入语不定式),意为“但在我看来”。

引用这一段

阿里斯·台德斯, 致阿斯克勒庇俄斯之泉 §252-253. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg018.humanitext-grc2:252-253

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。