Humanitext Reader

阿里斯·台德斯 · 论爱琴海 §250-251

爱琴海的音乐性与群岛的优美

第 2 段,共 2 段 · 希腊语

内容简介

赞美爱琴海与阿波罗、阿耳忒弥斯等神明相系的天生音乐性,群岛如星空般的美丽,以及其免于荒凉的丰饶产物和吸引世人前往的圣洁魅力。

§250ἔτους τερπομένους, ἅτε καὶ τοὺς μουσικωτάτους τῶν θεῶν ἑαυτοῦ πολίτας τε καὶ ἐνοίκους ἔχων Ἀπόλλω τε καὶ Ἄρτεμιν, οὓς ὁ πάντων πατὴρ Ζεὺς ὡς ἐν καλλίστῳ τούτῳ τῆς οἰκουμένης ἔφυσεν, ἵνʼ εἶεν τέλειοι τὴν μουσικὴν, καὶ τὴν Λητὼ διὰ τριῶν ἑτέρων νήσων ἤγαγεν εἰς μέσην ἐν μέσῳ τῷ Αἰγαίῳ τὴν Δῆλον, Ἀθηνᾶν ἡγεμόνα ποιησάμενος αὐτῇ τῆς ὁδοῦ.
在一年的季节中享受快乐的他们,特别是因为它拥有众神中最热爱音乐的阿波罗和阿耳忒弥斯作为自己的公民和居民,万物之父宙斯在居住区这最美丽的地方诞育了他们,使他们在音乐上臻于完美,并让雅典娜作为她旅途的向导,带领勒托穿过其他三个岛屿,来到爱琴海正中央的提洛岛。
δῆλον δὲ καὶ παντὶ τοῦ πελάγους τὸ φύσει μουσικὸν, ὅ γε εὐθὺς ἐξ ἀρχῆς ἀνῆκεν ὥσπερ ἄλλον τινὰ χορὸν τὸν τῶν νήσων, αἳ διειληφυῖαι τὸ πέλαγος πολλαὶ πρὸς ἀλλήλας κεκλιμέναι παντὸς κύκλου διθυραμβικοῦ θέαμα ἱερώτερον ναύταις τε καὶ ἐπιβάταις φαίνονται, κινδύνων τε παραψυχὴ καὶ κατὰ νοῦν ἰόντος πλοῦ ψυχαγωγία θαυμαστή.
而且,这片海洋天生的音乐性对任何人都是显而易见的,因为它从一开始就孕育了岛屿的群像,仿佛是另一个合唱队,这些岛屿分割了海洋,数量繁多且彼此相倾,在船员和乘客看来,这是一幅比任何迪提兰博斯圆环舞都更为神圣的景象,是危险中的慰藉,也是顺心航程中奇妙的心灵娱乐。
πᾶσαι γὰρ ἀλλήλων ἔξω τε καὶ μέσαι εἰσὶν, ὥσπερ ὅταν θέρους ὥρᾳ καὶ πρὶν ζέφυρον κατιέναι πλοῖα κατʼ ἰχθύων θήραν σαλεύῃ πολλὰ, καὶ παρελθόντι εἴσω τά τε ἐκ πρύμνης καὶ τὰ ἐκ πρῴρας καὶ τοῖχος ἑκάτερος πάντα ὁμοίως εἰς νῆσον τελευτᾷ, ὥστε ἀπορῆσαι τὴν πρώτην ὅπη καὶ χρὴ διεξελθεῖν.
因为它们全都既在彼此之外,又在彼此之中,正像在夏季,西风吹下之前,许多捕鱼的船只在海面上摇摆,而对于进入其中的人来说,无论是来自船尾的、船头的,还是两侧船舷的,所有方向同样都止于岛屿,以至于起初人们会无所适从,不知该从何处穿过。
ὅπερ δὲ τὰ ἐπιβοηθοῦντα σκάφη, τοῦτο αὗται ποιοῦσιν αἱ νῆσοι τοῖς χειμαζομένοις, ἀπαντῶσιν οἷον χεῖρα ὀρέγουσαι καὶ καλοῦσαι παρʼ αὑτάς.
而正如救援的船只所做的,这些岛屿也为遭受风暴的人们做着同样的事,它们迎上前去,仿佛伸出双手,召唤人们到自己身边。
τοιαῦτα τοῦ Αἰγαίου τὰ φιλοτεχνήματα, ἀναμίξαντος ὁμοῦ τῷ πελάγει τὴν γῆν, ὥσπερ αἱ στικταί τε ἔλαφοι καὶ τῶν παρδαλέων δοραὶ τὰς χρόας καὶ τοὺς κύκλους ἀναμὶξ ἔχουσιν, οἷσπερ περιλάμπεται μὲν αἴγλῃ πᾶσα ἡ ταύτῃ θάλαττα, ἀπολείπονται δὲ λειμῶνες ἐν ἠπείροις ἀνθῶν κατάπλεῳ, καὶ ὅ τις ἄλλο ἐπινοήσειε ταύτης τῆς ὥρας καὶ τούτων τῶν ποικιλμάτων·
爱琴海的技巧便是如此,它将陆地与海洋融为一体,正像梅花鹿和豹子皮上色彩与斑点混合在一起那样,这片区域的整个海洋因此被光芒照亮,而大陆上开满鲜花的牧草地,以及人们在这一季节、在这些斑斓色彩中能想到的任何其他事物,都被抛在了脑后;这本是自然的。
εἰκότως. τὰ μὲν γὰρ κατʼ ἤπειρον πάντα καὶ ἐνταῦθα ἐστὶν ἐν ταῖς ἐν μέσῳ χώραις, τὸ δὲ τούτου κάλλος ἐκείναις οὐ πρόσεστιν.
因为大陆上的一切,在这里的中部土地上也都存在,但这片海洋的美丽,却是大陆所不具备的。
ὥσπερ δὲ οὐρανὸς τοῖς ἄστροις κεκόσμηται, οὕτω καὶ τὸ τοῦ Αἰγαίου πέλαγος ταῖς νήσοις κεκόσμηται· ὥσθʼ ὅτῳ καὶ μὴ δεῖ πλοῦ, τούτου γʼ ἂν ἕνεκα αὐτοῦ πλεύσειεν εἰκότως, τοῦ διʼ Αἰγαίου §251κομισθῆναι· οὕτω καὶ πελαγῶν καὶ τῶν ἐν τῇ γῇ πάντων οὗτος ὡραιότατος.
正如天空因星辰而美丽,爱琴海也因岛屿而装饰;因此,即使是那些不需要航行的人,也理所当然会仅仅为了这个目的,即为了在爱琴海中被运送而扬帆起航;在诸海和陆地上的万物之中,它也是最美丽的。
ὥστε καὶ σύμβολόν ἐστι τοῦ Αἰγαίου τὸ τῆς εὐμορφίας ἴδιον καὶ ἐντεῦθεν ἄρχεται ὅθεν ὡς εἰπεῖν αἱ νῆσοι εἶναι ἄρχονται τὴν ψιλὴν ὑπερβάλλοντι θάλατταν.
因此,美丽的独特属性确实是爱琴海的象征,它始于岛屿开始存在、并超越那荒凉无物之海的起点。
μόνον δὲ Αἰγαῖον οὐδὲ ἀτρύγετον ἔξεστιν εἰπεῖν, οὐ γὰρ γυμνὸς οὐδὲ ἄκαρπός ἐστιν, ἀλλὰ διαφερόντως μὲν εὔοινος, εὔφορος καὶ σίτου καὶ πάντων ὁπόσα ὧραι φύουσιν, εὔιχθυς δὲ καὶ εὔθηρος οἵαν μάλιστα Ὅμηρος εἶναι ἔφη τὴν τῶν εὐδαιμόνων δεῖν θάλατταν, χρείας πάσας καὶ πάσας ἡδονὰς καὶ θεάματα ἔχων, μεστὸς μὲν λιμένων, μεστὸς δὲ ἱερῶν, μεστὸς δʼ αὐλῶν καὶ παιάνων καὶ πηγῶν καὶ ποταμῶν, Διονύσου μὲν τροφεὺς ὢν, Διοσκούροις δὲ καὶ Νύμφαις ὁμοίως κεχαρισμένος· βίους εὐδαίμονας ἀπὸ παντὸς εἴδους παρεχόμενος, ἐνοίκοις τε αὐτοῦ καὶ ἐμπόροις ἐπικερδὴς καὶ σωτήριος οἷς ἂν εὐμενὴς ᾖ.
唯有爱琴海甚至不能被称为“不毛之海”,因为它既不荒凉也不无产,而是格外盛产美酒,盛产谷物和四季所创造的一切,且鱼类丰富、猎物繁多,正符合荷马所说“幸福之人的海洋应当如此”的样貌,它拥有所有的实用价值、所有的快乐与奇观,充满了港口,充满了神庙,充满了长笛、赞美诗、泉水和河流,它抚育了狄奥尼索斯,同样令迪奥斯库洛伊和宁芙们心生欢喜;它提供各种幸福的生活,对其居民和商人而言,只要它施予好意,它便是获利与拯救的源泉。
ὥσπερ δὲ καλοῦ σώματος εἰσὶν ἀρχαὶ καὶ τέλη πρέποντα, οὕτω καὶ τούτου τοῦ πελάγους κινδυνεύει μόνου καὶ ἀρχὴ καὶ τέλος εἶναι κεχαρισμένον.
正如美丽的身体有着合宜的起点与终点,这片海洋似乎也是唯一其起点与终点都令人愉悦的。
ἄρχεται μὲν γὰρ ἀπὸ τοῦ πρώτου στοίχου τῶν νήσων τῶν πρὸς μεσημβρίαν, τελευτᾷ δὲ εἰς τὸν Ἑλλησπόντιον πορθμὸν, ὃν περιρρυεὶς τὴν ἀξιοθέατον χερρόνησον ποιεῖ.
因为它始于朝向南方的第一列岛屿,终于赫勒斯滂海峡,海洋流经此处,形成了令人瞩目的半岛。
ὥστε τὸ δὴ λεγόμενον ἐκ κεφαλῆς εἰς πόδας αὐτῷ διήκει τὸ κάλλος.
因此,正如俗话所说,它的美丽“从头到尾”贯穿其间。
τοὺς δʼ ἀπόρρους αὐτοῦ καὶ κόλπους οὔτε ὅσοι τὸ πλῆθος οὔτε οἷοι τὸ κάλλος ἔστιν εἰπεῖν.
至于它的流出通道和海湾,无论其数量之多还是景色之美,都无法用语言来形容。
μάλιστα δὲ Αἰγαῖον πέλαγος δεδιότες μάλιστα καὶ ποθοῦσιν ἅπαντες δεύτερον περαιωθῆναι, ἐπεὶ καὶ ἐπʼ αἰτίαις ἡδίσταις τοῦτον ἄνθρωποι περαιοῦνται.
而且,所有人在最敬畏爱琴海的同时,也最渴望能再次渡过它,因为人们是为了最令人愉快的理由而渡过这里的。
ἀγῶνες καὶ μυστήρια καὶ τὰ τῆς Ἑλλάδος καλὰ πληροῖ τοῦτον τὸν στόλον, καὶ τῶν πανταχόθεν φιλοκάλων καὶ γενναίων οὗτός ἐστι συναγωγεὺς καὶ πληρωτὴς τῶν ἡδίστων θεαμάτων τοῖς ἐπιφανεστάτοις τῶν θεῶν τὰ κάλλιστα ὑπηρετῶν.
竞技会、神秘仪式以及希腊的杰出事物充盈着这支航行的队伍,它是来自四面八方热爱美与高贵之人的聚集者,也是最甜蜜奇观的提供者,向最显赫的神明献上最美丽的侍奉。
ταῦτά σοι παρʼ ἡμῶν, ὦ φίλε σωτὴρ Αἰγαῖε, ᾔσθω τῇ ἡμετέρᾳ μουσικῇ.
亲爱的救主爱琴海啊,愿我们献上的这些,通过我们的音乐被你歌唱。
σὺ δὲ ἡσθεὶς σῶζε ἀεὶ σαυτόν τε καὶ σύμπλους.
愿你在喜悦之中,永远保佑你自己以及与你同行航行的人们。

词汇与语法注释

  1. §250ἔτους τερπομένους — 与前一分句末尾的 `ὥρᾳ`(在季节中)相连,构成 `ὥρᾳ ἔτους`(在一年的季节中)这一词组。`τερπομένους` 是现在分词阳性复数宾格,修饰紧接在前的 `τοὺς Πᾶνας καὶ Σατύρους`(潘神和萨提尔们),意为“在一年的季节中享受快乐的他们”。
  2. §250ὡς ἐν καλλίστῳ τούτῳ τῆς οἰκουμένης — `ὡς` 起到限定作用(“作为”),最高级 `καλλίστῳ` 与指示代词 `τούτῳ` 结合,意为“在有人居住的世界的这最美丽的地方”。此处的 `τούτῳ` 指代爱琴海或提洛岛周边地区。
  3. §250ὅ γε εὐθὺς ἐξ ἀρχῆς ἀνῆκεν — `ὅ γε`(关系代词中性单数 `ὅ` 加上加强语气小词 `γε`)指代前文的中性名词短语 `τὸ φύσει μουσικόν`(天生的音乐性),引导一个解释原因或证据的非限制性关系从句。译为“因为它从一开始就孕育了……”。
  4. §250ὥσθʼ ὅτῳ καὶ μὴ δεῖ πλοῦ — 这是无人称动词 `δεῖ`(需要)的句式,它要求给予格 `ὅτῳ`(关系代词 `ὅστις` 的与格形式)表示需要的主体,要求属格 `πλοῦ`(航行)表示所需要的事物。意为“即使是那些完全不需要航行的人”。
  5. §251τὴν ψιλὴν ὑπερβάλλοντι θάλατταν — 现在分词与格 `ὑπερβάλλοντι` 关联于隐含的与格主体(旅行者或观察者),与起点(`ἐντεῦθεν ὅθεν`)相联系,意为“对于超越了空旷无物之海的人(与格)而言”。
  6. §251κινδυνεύει... εἶναι — 动词 `κινδυνεύω`(本意为“冒险”)在后接不定式(此处为 `εἶναι`)时,其词义转为表示极大的可能性,意为“似乎是”、“很可能是”。
  7. §251ᾔσθω — 动词 `ᾄδω`(歌唱、颂扬)的第三人称单数完成时被动命令式,表达一种祈愿:“愿(这些)被歌唱”。

引用这一段

阿里斯·台德斯, 论爱琴海 §250-251. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg017.humanitext-grc2:250-251

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。