Humanitext Reader

阿里斯·台德斯 · 论爱琴海 §247-249

赞美爱琴海及其世界中心的绝佳位置

第 1 段,共 2 段 · 希腊语

内容简介

赞美爱琴海的篇章。作者对比了其他作家对海洋的否定评价,论证了爱琴海处于世界与海洋的理想中心位置,气候温和,因拥有众多岛屿和城市而极其适宜居住与航行。

§247πέλαγος δὲ οὐδείς πω διὰ τέλους ᾖσεν οὔτε ποιητὴς οὔτε λογογράφος, ἀλλʼ Ὅμηρος λέγει ἰοειδέα §248πόντον καὶ οἴνοπα πόντον, καὶ Εὐριπίδης ἅλα πορφυρέην, καὶ εἰ δή τις ἄλλος ἄλλο τι τοιοῦτον·
然而,关于海洋,至今还没有任何诗人或散文作家完整地歌颂过,只有荷马称之为“紫罗兰色的海”和“酒红色的海”,欧里庇得斯称之为“紫色的盐水”,若还有其他人说了类似的话,也大抵如此。
τὰ δὲ πολλὰ καὶ βλασφημοῦσιν εἰς τὴν θάλατταν, ἁλμυρὰν καὶ βαρύβρομον καὶ τὰ τοιαῦτʼ ὀνομάζοντες.
但大多数人甚至对海洋恶语相向,称其为“咸涩的”、“轰鸣沉重的”等等。
ἡμεῖς δὲ τὸν μὲν ὑπὲρ πάσης τῆς θαλάττης λόγον ὅσην καὶ οἵαν χρείαν ἀνθρώποις ἔχει καὶ ὑπὲρ ἡλίκων αὐτὴν ἐποίησεν ὁ θεὸς ἐάσομεν ἐν τῷ παρόντι, τῷ δὲ Αἰγαίῳ τὸ ὀφείλημα ἀποδώσομεν καὶ ὑμνήσομεν, πρῶτον ὅτι θέσεως ἄριστα εἴληχεν, ὡς καὶ πόλεως ἄν τις ἐπαινέσειε πρῶτον τὴν θέσιν.
至于关于整个海洋的论述——它对人类有多大和什么样的用途,以及神为了多么伟大的目的创造了它——我们姑且在目前予以搁置,而向爱琴海偿还我们应尽的债务并加以赞美,首先是因为它获得了最佳的地理位置,正如人们在赞美一座城市时首先会赞美其位置一样。
ἐν γὰρ τῷ μέσῳ τῆς πάσης οἰκουμένης τε καὶ θαλάττης μάλιστα ἵδρυται, πρὸς ἄρκτον μὲν Ἑλλήσποντον καὶ Προποντίδα καὶ πόντον καταλιπὼν, πρὸς δὲ μεσημβρίαν τὴν λοιπὴν θάλατταν, διαιρῶν μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, ᾗ πρῶτον μεθʼ Ἑλλήσποντον διίστασθον· γένη δὲ τὰ ἐνδοξότατα καὶ ἡμερώτατα ἐφʼ ἑκατέρας τῆς ἀκτῆς ἔχων, ἔνθεν μὲν Ἰωνίαν καὶ τὴν Αἰολίδα γῆν, ἑτέρωθεν δὲ τὴν Ἑλλάδα.
因为它坐落于整个有人居住的世界和海洋的最中心,北面留下了赫勒斯滂、普罗庞提斯和蓬托斯,南面则是其余的海洋,它将亚洲与欧洲分开,而这两者正是紧接赫勒斯滂之后首次分离的地方;它的两岸拥有最显赫、最文明的民族,一侧是爱奥尼亚和埃奥利斯土地,另一侧则是希腊。
ὥστε μόνον τοῦτο ἂν εἴη πελαγῶν μέσον εἶναι τῆς πάσης Ἑλλάδος ἄξιον εἰπεῖν, εἴ τις ἓν τοῦτο γένος Ἑλλήνων ἐφʼ ἑκατέρας τῆς ἠπείρου τιθείη.
因此,如果有人将这一相同的希腊民族置于两块大陆上,那么只有这片海域才配被称为整个希腊的中心。
καίτοι εἰ ποταμῶν εὐδοκιμοῦσιν ὄχθαι δένδρα ἔχουσαι καὶ λειμῶνας, ἦ που σφόδρα γε τὰς τοῦ Αἰγαίου δίκαιον εὐδοκιμεῖν ἀκτὰς, τοιούτοις γένεσι κεκοσμημένας, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς προσοικοῦσιν Ἕλλησιν·
然而,如果拥有树木和草地的河流之畔尚且享有盛誉,那么爱琴海的海岸装饰着如此高贵的民族,且在这些同邻的希腊人中,不就更应该享有极高的声誉吗?
ἐπεὶ καὶ τοῦ ἀέρος τὸ μετριώτατον καὶ πρὸς πάσας τὰς ὥρας τὸ αὐτὸ ἀνεκτότατον, τοῦτʼ ἂν εἴη τὸ ὑπερέχον τὸν Αἰγαῖον, καὶ περὶ ταύτας τὰς χώρας μάλιστα ἱδρυμένον.
因为最温和、在所有季节都同样最易忍受的气候,正是爱琴海的卓越之处,且最集中地存在于这些地区周围。
δῆλον δὲ κατʼ ἀμφοτέρους τοὺς λόγους.
这一点从双方的论点中都可以清楚看出。
οἵ τε γὰρ τὴν Ἀττικὴν ἐν τῷ καλλίστῳ τοῦ οὐρανοῦ φάσκοντες εἶναι οἵ τʼ αὖ τὴν Ἰωνίαν ὁμολογοῦσι δήπουθεν ἀμφότεροι περὶ τοῦτον ὅλως τὸν τόπον εἶναι τὸ βέλτιστον.
因为无论是那些声称阿提卡处于天空最美妙位置的人,还是那些认为爱奥尼亚才是的人,双方都无疑承认最美好的部分完全在这整个区域周围。
καθότι γὰρ ἀμφοτέρας παρατείνει τὰς ἀκτὰς, ὁποτέραν ἄν τις αὐτῶν τιθῇ κρατεῖν, ἔχει ταύτην, καὶ εἰ δεήσειεν αὖ κατὰ τὰς ἄλλας ἀμφισβητήσεις ἐπιχωρήσαντας ἀλλήλοις ἐπὶ τὸ μέσον ἐλθεῖν, ὅπερ εἶπον, ὁ Αἰγαῖός ἐστι τοῦτο.
因为它延伸于两岸,无论人们假定其中哪一个更优越,它都拥有这一个;如果说在其他争议中,有必要让他们彼此让步、走到中间,正如我所说,这正是爱琴海。
ὥστε τὸ κάλλιστον τῶν ἀέρων οὗτος εἴληχεν.
因此,它获得了最美妙的气候。
§249ἡ μὲν δὴ θέσις αὐτοῦ τοιαύτη τε καὶ ἐν τοιούτῳ τοῦ παντός· ἡ δὲ φύσις θαυμαστή.
至于其地理位置便是如此,且处于宇宙的这样一部分;而它的自然性质是令人惊叹的。
τὸ μὲν γὰρ μέγεθος τοῦ πελάγους ἐν τοῖς πρώτοις ἐλλόγιμόν τε καὶ πάντη τεταμένον, εἴ τις ἀκριβῶς αὐτὸ ἀπὸ τῆς ἀρχῆς εἰς τέλος ἐξετάζοι πανταχῆ, καὶ περὶ κύκλῳ πλέοντι ἡμερῶν πλῆθος ἀμύθητον τριφθήσεται.
因为这片海域的面积在首屈一指者中名列前茅,且向四面八方延伸,如果有人从头到尾仔细考察各处,对于环航它的人来说,将耗费无法估量的天数。
οὐ μὴν ἐψίλωταί γε οὐδʼ εἰς ἀπέραντον καθιστῶν τὴν ὄψιν ἀθυμίαν καὶ ἀπορίαν παρέχει, ἀλλὰ πολλὰ μὲν Αἰγαίου πελάγη, πολλοὶ δὲ κόλποι, ἄλλο δὲ ἀλλαχοῦ θαλάττης εἶδος.
然而,它绝非荒凉,也不至于因呈现出无垠的视野而带来沮丧和无助;相反,爱琴海有许多海域,许多海湾,不同地方有不同样貌的海洋。
προκαταλύσαις δʼ ἂν καὶ ἐν μέσῳ τῷ πελάγει τὸν πλοῦν καὶ ἐντύχοις ἂν καὶ γῇ καὶ πόλεσι καὶ χωρίοις ὥσπερ τισὶ μικραῖς ἠπείροις περιρρύτοις, καὶ ταμίας ἂν γένοιο αὐτὸς τοῦ πλοῦ, καὶ πρὶν ἐκπερᾶσαι πᾶν τὸ πέλαγος, αὖθις ἂν ὀπίσω κομίζοιο, ὁμοίως ἐκτελέσας τὸν σκοπόν.
你甚至可以在大海中央结束航程,并且会遇到陆地、城市和地方,就像是某些被水环绕的微型大陆;你自己将成为航程的主宰,在渡过整个海洋之前,你便可以再次返回,同样达到你的目的。
οὐ γὰρ κατὰ τὸ Ὁμήρου πέλαγος διʼ ἐρήμου δεῖ διελθεῖν καὶ ἐπί τι τῶν οἰκουμένων ἀνύσαι, ὥστε μηδενὶ θεῶν κεχαρισμένην εἶναι τὴν ὁδὸν ὑπὸ τῆς ἐρημίας, ἀλλʼ ἐνταῦθα γὰρ δὴ καὶ "Νηρῄδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδί· " ὅτι τὸ μάλιστα οἰκούμενον καὶ ἀκμάζον τῆς θαλάττης τοῦτό ἐστι, καὶ τοσαῦτά ἐστι πλεῖν ὁπόσα τις βούλεται, καὶ τοσαῦτά γε αὖ πεζεῦσαι ὁπόσα τις μὴ περιπλεῖν βούλεται, ἀλλὰ διεξελθὼν ἐπʼ ἄλλην ἀκτὴν κατάρας ἐκεῖθεν ἀφιέναι.
因为人们不必像在荷马所描述的海洋中那样,穿过荒漠并到达某个有人居住的地方,以至于由于旅途荒凉而不受任何神明青睐;相反,在这里确实有:“涅瑞伊得斯们的舞群用双足舞出最美丽的足迹”;因为这是海洋中最有人烟、最繁荣的部分,人们可以随心所欲地航行,而那些不想绕道航行的人,也可以随心所欲地徒步前行,穿过陆地到达另一处海岸并从那里再次出发。
μόνον γὰρ τοῦτο πελαγῶν οὐχ ἧττον οἰκεῖται ἢ αὐτὴ ἡ γῆ· πόλεις τε ἔχει τοσοῦτον ἀλλήλων διεχούσας ὅσον ἂν καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις αἱ μεταξὺ χῶραι διακρίνοιεν.
因为在所有的海域中,只有这一片像陆地本身一样有人居住;它拥有的城市彼此相隔的距离,正像大陆上的城市被其间的土地所分隔的那样。
ὥστε διὰ μὲν ὀξύτητά τε τοῦ πελάγους καὶ πλῆθος τοῦ παντὸς πλοῦ φοβερώτατός ἐστι, διὰ δʼ αὖ τὰς ἀναπαύσεις ἡμερώτατος.
因此,一方面由于海洋的深邃和整个航程的漫长,它是最令人敬畏的;但另一方面由于有歇息之处,它又是最温和宜人的。
τάχιστα δὲ κινούμενος μάλιστα καὶ σώζει τὸ θεῖον διαφυλάττων.
它在极速运动的同时,也极其保护生命,守护着神圣。
δεῖ γὰρ αὐτὸ φρικῶδες μὲν διʼ ἰσχὺν, σωτήριον δὲ εἶναι διὰ πραότητα.
因为海洋由于力量必须令人敬畏,但由于温柔必须带来拯救。
ἠχεῖ δὲ πελαγῶν λιγυρώτατον περὶ τὰ ἑαυτοῦ δῶρά τε καὶ γεννήματα· οἷόν περ τοὺς Πᾶνας καὶ Σατύρους φασὶ ποιηταὶ κατά τε τὰ ὄρη καὶ περὶ τὰ δένδρα ἠχεῖν ὥρᾳ
它在自己的馈赠和产物周围发出各海域中最清脆的声响;正像诗人所说,潘神和萨提尔们在季节中于山野间、在树木旁歌唱回响一般。

词汇与语法注释

  1. §248θέσεως — 动词 `εἴληχεν`(`λαγχάνω`“抽签获得、得到”的完成时)所支配的属格,表示爱琴海获得了“地理位置”这一恩惠。

引用这一段

阿里斯·台德斯, 论爱琴海 §247-249. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg017.humanitext-grc2:247-249

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。