Humanitext Reader

阿里斯·台德斯 · 士麦那演说 §234-235

城市无穷魅力与海湾景色的赞歌

第 4 段,共 4 段 · 希腊语

内容简介

叙述者赞美了斯迈纳在海水退去后展现的绝美风光与城市美景,将该城对游客无穷的吸引力比作磁石与蝮蛇咬伤的奇妙体验。同时,他还赞美了环绕城市的温和而广阔的海湾地形,并在演说结束时谦虚地表示自己的言语无法完全道尽该城的美丽。

§234ἔδαφος, ἀλλʼ ὀρύξαντι μέν ἐστι σημεῖα τῆς ἀρχαίας φύσεως, καὶ βλέψαντί γε εἰς τὰ κύκλῳ περιέχοντα εἰς ἅ ποτε ἀπηρείδετο ἡ θάλαττα, διεξελαύνοντι δὲ ἐν ὥραις καὶ κρήναις τὸ ἁλίπεδον, καὶ ταῦτά γε ἐν τέλει.
地面,但对于挖掘的人来说,有古代性质的痕迹,对于看着曾经有海水倚靠的周围环境的人来说也是如此,对于在花季与泉水之间穿过盐平原的人来说也是如此,而且这些确实都是在完美的状态下。
καὶ προελθόντι μικρὸν ἡ πόλις αὖθις ὥσπερ παραπέμπουσα ἀναφαίνεται, καὶ γίγνεται διʼ ἐλάττονος ἐνταῦθα ἤδη ἀριθμητὰ καὶ μετρητὰ τὰ κάλλη αὐτῆς.
稍微往前走一点,城市再次显现,仿佛在护送,在这里,它的美丽在更短的距离内已经变得可以数算和测量。
καὶ οὐδεὶς οὕτως ἐπείγεται ὅστις ὁρᾷ τὸ πρόσω τῆς ὁδοῦ καὶ οὐ μεταβάλλει τὸ σχῆμα, τὰ μὲν κατʼ ὀφθαλμοὺς δεξιὰ ποιούμενος, τὰ δὲ ἀριστερὰ πρὸ τῆς ὄψεως.
没有人在看着前方的道路时会如此匆忙,以至于不改变自己的姿态,把眼前右侧的事物移开,而把左侧的事物置于视野之前。
ἡ γὰρ πόλις ἕλκει πρὸς αὑτὴν ὥσπερ ἡ μαγνῆτις λίθος τὰ σιδήρια καὶ διʼ ἀνάγκης ἐθελουσίου χειροῦται.
因为城市就像磁石吸引铁块一样将人吸引到自己身边,并通过一种甘愿的强迫使人屈服。
πέπονθε δὲ ταυτὸν ἥ τε πόλις πρὸς τὰ ἔξω καὶ τὰ ἔξω πρὸς τὴν πόλιν.
城市对外部所感受到的,与外部对城市所感受到的完全相同。
οὔτε γὰρ ἐκ τοῦ ἄστεος τὰ προάστεια ὁρῶντι κόρος, εἴτε τις ἔξωθεν προσορῴη τὴν πόλιν, ἀεὶ τοῦ ἴσου δεῖ τὸ μὴ ἱκανῶς ἔχειν.
因为无论对于从城里看郊区的人,还是对于从外面看城市的人,都不会感到厌倦,始终同样需要那“不够”的状态。
μόνῃ δὲ ταύτῃ πόλεων εἰς ζημίαν ἡ δόξα καθίσταται· οὐδεὶς γὰρ ἂν ἔξω περὶ αὐτῆς ἀκούων ἐφίκοιτο ὥστε ἅπαν συλλαβεῖν.
在所有城市中,唯独这座城市的名声成了它的损失;因为没有一个在外面听到它的人能够达到完全领会的程度。
δοκεῖ δʼ ἄν μοί τις καὶ δόγμα παρʼ αὐτῶν ποιήσασθαι, ὥσπερ τὸν ὑπὸ τῆς ἐχίδνης φασὶ πληγέντα μὴ ἐθέλειν ἑτέρῳ λέγειν ἀλλʼ ἢ ὅστις πεπείραται, οὕτω καὶ τῶν περὶ τῆς πόλεως καλῶν ἰδὼν ἰδόντι μόνον κοινοῦσθαι, ἢ μέλλοντί γε αὐτίκα, εἰς ἑτέρους δὲ οὐκ ἂν ῥᾳδίως τοὺς λόγους ἐκφέρειν ὥσπερ εἰς βεβήλους ἱερά· ὥσπερ οἱ ὑπʼ ἔρωτος κατεχόμενοι πρὸς τοὺς κομιδῆ παῖδας οὐκ ἐθέλουσι διηγεῖσθαι.
在我看来,人们甚至可以从他们那里得出一个定论:正如人们所说,被蝮蛇咬伤的人除了对有同样经历的人之外,不想对别人提起,同样,看到了这座城市的美丽的人,也只想与看过的人或者即将看到的人分享,而不会轻易将这些话传给其他人,就像把神圣之物泄露给俗人一样;正如那些被爱欲支配的人不想对全然年幼的孩子讲述一样。
τοσόνδε μὲν γὰρ ἴσως καὶ ποιητὴς ἂν εἴποι καὶ ψυχαγωγήσειεν, ὡς ὁ μὲν λιμὴν ἐν ὀμφαλῷ τῆς πόλεως, τὸ δὲ πέλαγος ἐν ὀφθαλμῷ, τοῖς ἐπὶ θάτερα ἐσχάτοις οὐχ ἧττον σύνοπτον ἢ τοῖς προσοικοῦσι· καὶ ἡ μὲν ἀκρόπολις διὰ πάσης ἀνέχει τὴν πόλιν, ἡ δὲ θάλαττα παρατείνει καθάπερ βάσις, τοσοῦτον τοῦ Μέλητος πρὸς ἕω παραλλάττουσα ὅσον εἰς καμπὴν παρεξελθεῖν.
因为或许连诗人也会这样说并吸引人的心灵:港口在城市的中心,大海在城市的眼中,对于另一端尽头的人来说,其清晰可见的程度不亚于对居住在附近的人;而卫城撑起整个城市,大海像底座一样延伸,在东边偏离梅莱斯河,恰好延伸到一个弯曲处。
ἀλλὰ ταῦτα μὲν καὶ ἐν μέρει κοσμοίη τις ἂν, ἡ δὲ ἐπὶ πᾶσι §235χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρʼ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;
但是,虽然人们可以部分地装饰这些,然而那在一切之上的恩典就像彩虹一样延伸,将城市调谐得像一把与自身和外部装饰都协调的里拉琴,而贯穿一切、直达天际的连绵光辉就像荷马笔下的青铜一样,谁能将这些描述得淋漓尽致呢?
οὐχ οὕτως οὔτε ὁ Μέλης καλλίπαις οὔτε τις εἰς λόγους εὐτυχής.
梅莱斯河没有如此美丽的子嗣,也没有人在言语上如此幸运。
καὶ μὴν μόνη μὲν πόλεων ἱστορίας, οὐκ ἀκοῆς δεῖται, μόνη δὲ οὐχ ἱστορίας μᾶλλον ἢ διαίτης συνεχοῦς καὶ ὁμιλίας, ὅστις αὐτὴν μέλλει καλῶς θεάσεσθαι καὶ τοὺς μισθοὺς τῶν ἐπαίνων αὐτόθεν κομιεῖσθαι.
的确,在所有城市中,唯独它需要亲身考察,而非道听途说;唯独它需要的不仅是考察,更是持续的居住和交往,对于任何想要完美地欣赏它并从中获得赞美之奖赏的人来说都是如此。
ἐγὼ δὲ τοσοῦτον ἔτι προσθήσω τῇ περιόδῳ· τοῦ μὲν γὰρ μυχοῦ τοῦ κόλπου μικρῷ τινι πρότερον ἐμνήσθην, ὑπὲρ δὲ τοῦ παντὸς βραχὺ τὸ λοιπόν.
我还要在这番巡礼中加上这么多:因为不久前我提到了海湾的最深处,而关于整体,剩下的已经很少了。
ἔστι γὰρ ἀκριβῶς κατʼ ἐπωνυμίαν τῆς πόλεως καὶ οὐχ ἑτέρα πρέπων.
因为它确实完全符合城市的名字,而不适合其他名字。
πραότητι μὲν γὰρ καὶ χρείᾳ καὶ κάλλει καὶ σχήματι κόλπος ἐστὶ, δυνάμει δὲ θάλαττα ἐξώπιος· ἑνὸς δʼ ἔχων κόλπου προσωνυμίαν εἰς πολλοὺς κόλπους ἀνελίττεται, καθάπερ οἱ πίνακες οἱ πτυκτοί· ἄλλαι γὰρ ἄλλους ἄκραι σχηματίζουσι· λιμένες δὲ καὶ ἀναπαύσεις μυρίαι.
因为在温和、实用、美丽和形状上它是一个海湾,但在力量上它是一个外海;虽然只有一个海湾的名字,它却像折叠的书板一样展开为许多海湾;因为不同的岬角勾勒出不同的形状;还有无数的港口和休息之所。
φαίης ἂν αὐτὸν ἐοικέναι ταῖς πολυκρούνοις φιάλαις, οὕτως ἀεὶ διʼ ὀλίγης χερρονήσου τοὺς ὅρμους ἔχει, περίπλους ἡμερῶν οὐκ ὀλίγων, εἴ τις κατὰ ὅρμον ὁρμίζοιτο.
你可能会说它就像有许多喷口的平底杯,它的港口总是被狭窄的半岛隔开,如果有人在每个港口停泊,那将是不少天数的环航。
κἀμοὶ τὸν λόγον ἐνταυθοῖ ἤδη ὥρα ὁρμίζειν· περὶ γὰρ τοῦ δήμου τί δεῖ λέγειν;
对我来说,现在也是将言论停泊在这里的时候了;因为对于人民,有什么必要说呢?
αὐτὸς γὰρ κρινεῖς καὶ ἔτι βελτίω ποιήσεις ἐξηγούμενος πρὸς τὸ κάλλιστον.
因为你自己会做出判断,并在引导他们走向最美的事物时使之变得更好。
νῦν μὲν οὖν οἶδʼ ὅτι καὶ σοὶ καὶ τῶν παρόντων τοῖς πολλοῖς μετρίως δοκῶ διειλέχθαι· αὐτίκα δὲ ἐξελεγχθήσεται πάντα ταῦτα ἡττώμενα.
现在,我知道对你和在场的大多数人来说,我的谈话似乎还算适度;但立刻,所有这一切都将被证明是逊色的。
καί μοι κέρδος ἡττᾶσθαι τὰ τοιαῦτα.
而在此类事情上认输,对我来说是一种收获。

词汇与语法注释

  1. §234ὀρύξαντι — 第一不定过去时主动分词阳性单数与格。在此处用作条件状语(“如果有人挖掘”),或表示判断基准的“行为者与格”(dativus iudicantis)。
  2. §234ἀεὶ τοῦ ἴσου δεῖ τὸ μὴ ἱκανῶς ἔχειν — 无人称动词 `δεῖ` 带属格 `τοῦ ἴσου`(同样的事物),冠词性不定式短语 `τὸ μὴ ἱκανῶς ἔχειν`(未能充分拥有)作为其主语。结构意为“始终同样需要那‘不够’的状态”,用反语表达无论如何观看都无法满足、百看不厌的状态。
  3. §235τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι — 此处以与格 `τῷ` 代替疑问代名词 `τίνι`,用作不定式 `διηγήσασθαι` 语义上的主语(行为者)。`ἐφικτά` 为其表语(述语性形容词)。整句构成“对谁而言这些事是可以通过叙述达到的(即谁能叙述得尽呢)”这一反问性质的双重与格与不定式结构。
  4. §235ἡττώμενα — 现在时被动分词中性复数主格。在此用作被动语态将来时动词 `ἐξελεγχθήσεται`(将被证实)的主格补足语,补充说明主语 `πάντα ταῦτα` 的状态,表示“所有这一切都将被证实是逊色的”。

引用这一段

阿里斯·台德斯, 士麦那演说 §234-235. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg015.humanitext-grc2:234-235

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。