Humanitext Reader

阿里斯·台德斯 · 士麦那演说 §229-230

士麦那的三度建立与历史渊源

第 1 段,共 4 段 · 希腊语

内容简介

阿里斯蒂德斯讲述了士麦那的历史,详细叙述了它如不死鸟般历经三次建城而臻于完美的历程,并强调了居民的融合以及击退基奥斯人的故事(这正是迪奥尼索斯节神圣三桅战船仪式的由来)。

§229ὁ μὲν λόγος οὐκ ἐξ ἴσου τῇ τε πόλει καὶ τοῖς ἄλλοις· οἱ μὲν γὰρ οὐδὲν ἂν δείξαιεν τοσοῦτον ὅσον εἴποιεν ἂν, ἡμεῖς δʼ οὐδὲν ἂν εἴποιμεν ὅσον δεῖξαι πάρεστιν.
这场演说对于这座城市和对于其他人来说是不对等的:因为其他人无法展示出如他们所能言说的那般伟大的事物,而我们却无法言说出如这里所能展示的那般伟大的事物。
ἀνάγκη δὲ ἀφοσιώσασθαι πρὸς τὸν νόμον, ἐπειδὴ καὶ οἵδε κελεύουσιν.
但由于眼前这些人的要求,我们必须对法律履行这一形式上的义务。
ἔστι δὲ ὅμως κἀν τούτῳ κέρδος τῇ πόλει καὶ τῷ λέγοντι σχεδὸν ἥκιστα κίνδυνος.
然而,即使在这一点上,对于城市也是有益的,而对于演讲者而言,则几乎没有任何危险。
ὁ μὲν γὰρ ὅσῳ καλλίω φανεῖται τὰ ὁρώμενα, τοσούτῳ μᾶλλον τὸ εἰκὸς δόξει παθεῖν ἀπολειφθεὶς, ὥστε ἅμα τε ἐξελεγχθήσεται καὶ τὴν συγγνώμην ἐκ τῶν ἐλέγχων ἕξει· τῇ δὲ πόλει φιλοτιμία προσγίγνεται, εἰ τοιούτων καὶ τοσούτων ὄντων ὧν ἔχει δεικνύναι, μὴ μόνον τοῖς ὁρωμένοις ἰσχυρίζεται, ἀλλὰ καὶ τοῖς περὶ τῶν πατρίων λόγοις.
因为对于演讲者而言,眼前所见的事物越是显得美丽,他就越显得是由于力所不及而合情合理地落后于它们,从而他既会被证明力不能及,同时又因这种证明而获得宽恕;而对于城市而言,如果其所能展示的事物是如此优美且如此众多,它不仅依靠所见之景,而且依靠关于祖先历史的言说,那么它就会增添一分光彩。
ἔστι γὰρ οὐ νεωστὶ ἡμῖν ἡ πόλις εὐτυχὴς, ἀλλʼ ἐκ προγόνων, καὶ καθέστηκεν αὐτὴ πρὸς αὑτὴν ἐν ἀποίκου σχήματι καὶ μητροπόλεως· τρίτη γάρ ἐστιν ἀπὸ τῆς ἀρχαίας.
因为我们的城市并非近日才享有幸运,而是自祖先以来便如此,并且它在自身的关系中,呈现出殖民地与母邦的双重形态;因为它是从那座古老城市算起的第三座城市。
ὥσπερ γὰρ τὰ ἀγάλματα καὶ οἱ διʼ ἀκριβείας λόγοι δευτέρᾳ καὶ τρίτῃ χειρὶ καθίστανται, οὕτως ἄρα καὶ τὴν πόλιν τρίτῃ χειρὶ χρὴ κτισθεῖσαν ἀκριβῶσαι τὸ κάλλος, καὶ γέγονε δὴ παλαιοτάτη καὶ καινοτάτη ἡ αὐτὴ, ἑαυτὴν ἀνανεωσαμένη, καθάπερ τὸν ὄρνιν φασὶ τὸν ἱερόν.
正如雕像和精心雕琢的言论是由第二手和第三手完成的一样,因此,这座城市在由第三手建立之后,也必须使其美丽达到完美;而这同一座城市也确实通过自我的更新,变得既最古老又最新颖,正如人们所说的那只神鸟一样。
ἡ μὲν οὖν πρεσβυτάτη πόλις ἐν τῷ Σιπύλῳ κτίζεται, οὗ δὴ τάς τε θεῶν εὐνὰς εἶναι λέγουσι καὶ τοὺς Κουρήτων χοροὺς περὶ τὴν τοῦ Διὸς μητέρα.
因此,最古老的城市建在西皮路斯山上,据说那里正是诸神的婚榻所在,也是库雷特斯人在宙斯之母周围起舞的地方。
οὕτω δʼ ἦν ἐξ ἀρχῆς θεοφιλὴς ὥστε λέγουσιν οἱ ποιηταὶ τοὺς θεοὺς ἅμα τοῖς ἥρωσιν ἐρανίζειν εἰς αὐτὴν ἀναμὶξ εὐωχουμένους.
它自始便如此深受神明喜爱,以至于诗人说诸神与英雄们一同在此聚餐,混杂在一起,共同出资举办宴会。
ἐκείνην μὲν οὖν αἱ Νύμφαι δέχονται, καὶ νῦν ἐστιν ὕφαλος, ὑπελθοῦσα τὴν λίμνην, ὥς φασι.
于是,那座城市被宁芙们接管,据说如今它已没入湖水之下,处于水底。
δευτέρα δὲ μετὰ ταῦτα ᾠκεῖτο ὑπὸ τῷ Σιπύλῳ παρὰ τὴν χηλὴν τῆς ἠιόνος, ἐν μέσῳ τῆς ἀρχαίας καὶ τῆς νῦν, ἡ §230νῦν ἀρχαία πρὸς ταύτην καθεστηκυῖα.
在此之后,第二座城市建在西皮路斯山脚下、海岸突堤的旁边,介于古老城市与如今城市之间,而这第二座城市对当前的城市而言已成为“如今的古城”。
ταῦτα δʼ ἦν ὥσπερ μελέται τῆσδε τῆς οἰκήσεως ἐν ἄλλοις φαυλοτέροις πλάσμασι.
而这些就像是在其他较粗糙的模具中,为如今这处住所而作的演练。
τρίτῳ δὲ, ὡς οἱ ποιηταὶ καλοῦσι, βήματι κινηθεῖσα ἡ πόλις εἰς ἓν τόδε κατέστη τὸ σχῆμα.
伴随着第三步——如诗人所称——城市进行了迁移,最终固定为如今这唯一的形式。
ὁ δὲ λεὼς ὁ μὲν πρεσβύτατος αὐτόχθων αὐτῇ· ἐπεὶ δὲ καὶ ἐποίκους ἔδει δέξασθαι, ἐδέξατο καὶ τούτους ἀπὸ τῶν αὐτοχθόνων ἀπὸ τῆς ἑτέρας ἠπείρου, καὶ συνεκράθη δαιμονίως τοῖς ἀντιπέραν Ἕλλησιν, οἰκιστὰς δοῦσά τε καὶ δεξαμένη, Πελοποννησίοις μὲν τὸν ἐπώνυμον δοῦσα καὶ τὸ σεμνύνεσθαι τῇ προσηγορίᾳ, Ἀθήνηθεν δὲ τοὺς Ἐρεχθείδας, ὡς λόγος, ἐκ τοῦ πρὸς Ἀμαζόνας πολέμου δεξαμένη, καὶ ὕστερον δὴ τοὺς ὑστέρους.
至于人民,最古老的一支是她本土自生的土著;但当也有必要接纳外来移民时,她也从另一块大陆的土著居民中接纳了他们,并与对岸的希腊人妙不可言地融合在一起,既输出也接纳了建城者:她向伯罗奔尼撒人赋予了同名始祖之称并使他们以此名号为荣,而据传说,她从雅典接纳了因对抗亚马逊人之战而归来的埃里克泰乌斯子孙,随后又陆续接纳了后来的移民。
ἀπέλαυσαν δὲ τῆς μητροπόλεως ἀμφότερα, ἁβρότητας μὲν εἰς τὸ καθʼ ἡμέραν, τολμήματα δὲ εἰς τοὺς πολέμους κρεῖττον ἢ πολλοῖς ἐρίσαι λυσιτελεῖν· ὥστε καὶ τῶν ποιητῶν ἤδη τισὶ Σμυρναῖον τρόπον τὸ τοιοῦτον εἰρῆσθαι.
双方都享有了母邦的特质:日常生活的优雅,以及战争中的勇猛——这种结合之有益,绝非众人所能轻易比拟;以至于有些诗人已经将这种特质称为“士麦那式的风尚”。
δεῖγμα δὲ ἓν ἐξαρκέσει, οὗ καὶ τὸ ὑπόμνημα ὄψει.
一个证据便已足够,你也将亲眼见到它的纪念碑。
καλοῦσι γάρ σε ἦρος ὥρᾳ πρώτῃ Διονυσίοις, τριήρης ἱερὰ τῷ Διονύσῳ φέρεται κύκλῳ διʼ ἀγορᾶς.
因为他们会在初春的迪奥尼索斯节邀请你,那时,一艘献给迪奥尼索斯的神圣三桅战船会被抬着环绕广场一周。
τὸ δʼ ἐστὶ σύμβολον ὡς ποτὲ Χῖοι πλεύσαντες ἐπὶ τὴν πόλιν, ὡς ἐρήμην αἱρήσοντες, τῶν ἀνδρῶν ἀπόντων ἐν τῷ ὄρει, κᾆτα τῶν νεῶν ὀφθέντες ὑπʼ αὐτῶν κατιόντων, οὐ μόνον τῆς πείρας ἀπέτυχον, ἀλλὰ καὶ τὰς ναῦς προσαπώλεσαν, ἐνόπλιον δὴ τότε ὀρχησαμένων τῷ Διονύσῳ καὶ τὰ Βακχεῖα ἐν τοῖς ἐκείνων σώμασι τελεσαμένων.
这象征着曾经有一次,基奥斯人驾船前来攻打这座城市,企图在男子们外出上山、城中空虚时将其占领。 然而,当男子们下山时发现了他们的船只,他们不仅尝试失败,甚至连船只也一并丧失,因为当时市民们为迪奥尼索斯跳起了武装之舞,并在那些敌人的肉体上举行了巴克科斯仪轨。
καὶ τοῦτο μὲν ἥδυσμα ταῖς πράξεσι τῆς πόλεώς ἐστι καὶ ὡσπερεὶ σύμβολόν τι τῶν ἄλλων ὧν ἀνάγκη παραλιπεῖν· διὸ καὶ ὑπὸ τῶν πολλῶν ἄρα θρυλεῖται.
而这确实是对城市伟绩的一种点缀,也如同那些不得不省略的其他事迹的某种象征;正因如此,它才在众人之中广为传颂。
πολλοὺς δʼ ἄν τις αὐτῆς ἔχοι λέγειν ἀγῶνας καὶ ἄλλους, καὶ δὴ τοὺς τελευταίους τοὺς ὑπὲρ ὑμῶν καὶ σὺν ὑμῖν ἐν παντὶ τῷ παραστάντι, πολλῆς τινος ἔργον σχολῆς διηγήσασθαι.
但人们还能讲述她许多其他的斗争,尤其是最近在每一次出现的危机中,为了你们并与你们一同进行的斗争,然而详细叙述这些将是一项需要极大闲暇的工作。

词汇与语法注释

  1. 229ἡμεῖς δʼ οὐδὲν ἂν εἴποιμεν ὅσον δεῖξαι πάρεστιν — 具有潜在语气(或委婉陈述)的 ἄν 加上希求法动词 εἴποιμεν。关系从句 ὅσον... 修饰前文暗示的、与 οὐδέν 相呼应的中性代词,表示“达到所能展示的程度”。该句结构与前一句 οὐδὲν ἂν δείξαιεν τοσοῦτον ὅσον εἴποι演说(他人无法展示其所能言说之物)形成完美的排比对照,用以强调士麦那的壮美绝非言语所能尽述。
  2. 230ἡ νῦν ἀρχαία πρὸς ταύτην καθεστηκυῖα — 介词 πρός 加上宾格代词 ταύτην 表示比较或相对的关系(“与……相比”)。在上下文语境中,指示代词 ταύτην 指代紧邻其前的 τῆς νῦν(当前的城市,即第三次重建的城市)。这句话解释了第二座城市在与当前的最新城市相对比时,如何被视作“如今的旧城”。
  3. 230ἐνόπλιον δὴ τότε ὀρχησαμένων τῷ Διονύσῳ — 属格分词 ὀρχησαμένων(以及其后的 τελεσαμένων)构成属格独立结构(genitive absolute),其逻辑主语是主句中未以主格出现的士麦那男子们(τῶν ἀνδρῶν)。副词性中性单数宾格 ἐνόπλιον 指出他们是在全副武装的状态下为迪奥尼索斯起舞,暗示了祭祀仪式与实际战斗的合一。
  4. 230τὰ Βακχεῖα ἐν τοῖς ἐκείνων σώμασι τελεσαμένων — 与前文 ὀρχησαμένων 并列的属格独立结构的一部分。指示代词 ἐκείνων 指代入侵的基奥斯人。“在他们的肉体上举行巴克科斯仪轨”是一个高度修辞化(且带有血腥意味)的比喻,将诛杀敌人的战斗描绘成在迪奥尼索斯祭典中以敌人的肉体作为牺牲来履行的秘仪。
  5. 230κρεῖττον ἢ πολλοῖς ἐρίσαι λυσιτελεῖν — 由比较级 κρεῖττον + 连词 动词不定式(带与格的 πολλοῖς ἐρίσαι)+ 不定式 λυσιτελεῖν 构成。在此采用表示程度或结果的解释:“极其有益,以至于众人无法与之竞争(卓越到难以企及)”。虽然字面上也可以译为“比与众人竞争更有益”,但上下文强调的是士麦那将“优雅”与“勇猛”结合在一起的特质无比优越,令任何他邦的竞争都显得望尘莫及。

引用这一段

阿里斯·台德斯, 士麦那演说 §229-230. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg015.humanitext-grc2:229-230

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。