§55ἐμπόρων καὶ ναυκλήρων, οὐ μόνον δεκάτας ἀναγόντων, ἀλλὰ καὶ μερίτην ἐξ ἴσου ποιουμένων, ὥσπερ συνέμπορον καὶ κοινωνὸν τῶν διὰ μέσου πάντων·
例えば、商人と船主たちの交わりがそうであり、彼らは十分の一税を納めるだけでなく、まるでこの神を商売の道連れでありすべての取引の共有者であるかのように対等に分け前を分け合っている。
ἐπὶ τοσοῦτον ἀνθρώποις ἐγκαταμέμικται.
それほどまでにこの神は人々の間に深く入り込んでいるのである。
οὗτός ἐστιν ὁ τῷ ὄντι ταμίας ἀνέμων πολὺ μᾶλλον ἢ ὁ νησιώτης, ὃν Ὅμηρος ἐποίησεν, οὗτος κύριος ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν ὅν κʼ ἐθέλῃσιν·
この神こそは、ホメロスが詩に作ったあの島民よりも、はるかに真の意味で風を司る管理者であり、この神こそが、自ら望む者を静めたり、また奮い立たせたりする主権を持っている。
οὗτος ὕδωρ ἀνῆκε πότιμον ἐν μέσῃ θαλάττῃ, οὗτος κειμένους ἀνέστησεν, οὗτος περισπούδαστον ἡλίου φῶς τοῖς θεαταῖς ἔδειξεν, ὧν ἱεραὶ θῆκαι βίβλων ἱερῶν ἀπείρους ἀριθμοὺς ἔχουσι.
この神は海の真ん中で飲める水を湧き出させ、この神は倒れた人々を立ち上がらせ、この神は人々が待ち望んだ太陽の光をそれを見る者たちに示した。 これらについては、神聖な書物の神聖な保管箱が無数の記録を収めている。
μεσταὶ δὲ ἀγοραὶ, φασὶ, καὶ λιμένες καὶ τὰ εὐρύχωρα τῶν πόλεων τῶν καθʼ ἕκαστα ἐξηγουμένων.
また人々が言うには、市場や港や、都市の広場は、個々の出来事を語り伝える人々で満ちている。
ἐμοὶ δʼ ἐγχειροῦντι λέγειν ἀπέραντον ἡμερῶν πλῆθος ἐπιρρυὲν ἀτέλεστον ὁμοίως ἕξει τὸν κατάλογον.
しかし、もし私がそれを語ろうと試みるならば、押し寄せる無数の日々を経ても、その目録は同様に未完成のまま終わるだろう。
οὐδὲ γὰρ ἕστηκεν αὐτοῦ τὰ ἔργα, οὐδὲ τοσαῦτά ἐστιν ὁπόσα γέγονεν, ἀλλʼ ἐφʼ ἡμέρᾳ καὶ νυκτὶ πρόσεισιν ἄλλα ἐπʼ ἄλλοις.
なぜなら、彼の御業は立ち止まることがなく、これまでに起こった分だけにとどまるものでもなく、昼も夜も次から次へと新しいものが付け加わるからである。
καὶ ὥσπερ τοῦ παντὸς αἰῶνος καθʼ ἡμέραν ἑκάστην προϊόντος οὐκ ἔστιν εἰπεῖν τὸ ἀπανηλωμένον, ἀλλʼ ἀεὶ τὸ ἴσον λείπεται, οὕτως οὐδʼ ὧν ὁ θεὸς ἔργων ἐργάζεται οὐκ ἔνεστιν εἰπεῖν πότερʼ ἃ εἰλήφαμέν ἐστι τὰ πλείω, ἢ τὰ μέλλοντα ἔσεσθαι·
そして、全時間が毎日進んでいく中で、消費された時間を語り尽くすことはできず、常に同じだけの時間が残されているように、神がなされる御業についても、私たちがすでに受け取ったものがより多いのか、あるいはこれからなされるべきものがより多いのかを言うことはできない。
τοσαῦτα γίγνεται.
それほど多くのことがなされるのである。
εἰ δή τις οὖν ταῦτα καταλέγειν ἐπιχειροίη, τὰ ἐκφεύγοντα διώξεται, οἷον οἱ τὰ τῶν ποταμῶν ῥεύματα κατόπιν διώκοντες, καὶ ὅμοιον ποιήσει ὥσπερ ἂν εἰ πάντα τὸν αἰῶνα ἀξιοίη ζῆν·
それゆえ、もし誰かがこれらを列挙しようと試みるならば、その人は逃げ去るものを追いかけることになるだろう。 それは川の流れを後ろから追いかける人々のようであり、また、すべての時間を生きることを自らに要求するようなものである。
πάντως γὰρ αὐτῷ δεήσει.
なぜなら、その人にとっては必然的にそれが必要になるからである。
ἀλλὰ ταῦτα μὲν ἀνὰ χρόνους ἄλλα ἄλλοι βοήσονται, οἱ μὲν ἐν σφίσιν αὐτοῖς, οἱ δὲ ἐν ἑτέροις ὁρῶντες γιγνόμενα.
しかし、これらのことは時が経つにつれて、ある人々はある出来事を、他の人々は別の出来事を叫び求めるだろう。 自らの中に、あるいは他者のうちにそれらが起こるのを見ながら。
καὶ ἡμῖν ἤδη προειρήσθω κοινῷ λόγῳ ὥσπερ ἐν σπονδῶν ἀπαγγελίᾳ.
そして我々についても、あたかも休戦協定の布告におけるかのように、共通の言葉で、すでに前もって語られたこととしよう。
πάντως οὐ δέος μὴ ψευσώμεθα.
いかなる意味でも、我々が偽りを言う恐れはない。
ὃ δʼ οὖν ὑπεθέμεθα ἐν ἀρχῇ, διὰ πάντων δείκνυται, οἷς τὸ ἀνθρώπειον φῦλον ἄγεται, ταῦτʼ εἶναι ἔργα Σαράπιδος καὶ μηδέποτε ἐκφεύγειν ἡμᾶς τὸ τούτου κράτος, ἀλλὰ καὶ σώζειν, καὶ ὕστερον εἶναι τὴν παρὰ τούτου πρόνοιαν.
ともかく、我々が最初に前提としたこと、すなわち、人類がそれによって導かれるすべての事柄、これらがサラピスの御業であり、我々が彼の支配から決して逃れることはなく、むしろ救われており、その後も彼からの摂理があるということが、すべてを通して示されている。
§56προέστηκε δὲ καὶ πάντων ζώων γενέσεως καὶ τροφῆς, καὶ πολλὰ τῶν ἱερῶν θρεμμάτων, ὥσπερ ἄνθρωποι, πρὸς τοῦτον διαιτᾶται.
また彼は、すべての生き物の誕生と養育をも司っており、多くの神聖な動物も、人間と同様に、彼に従って生活している。
οὗτος ἄγει Νεῖλον ὥρᾳ θέρους, οὗτος χειμῶνος ἀνακαλεῖ, οὗτος δύο καὶ τετταράκοντα ἱερὰ κατʼ Αἴγυπτον, οὗτος πάντας τοὺς ἐν τῇ γῇ νεὼς συνέχει τε καὶ κοσμεῖ, φύλαξ τῶν φανερῶν καὶ τῶν ἀπορρήτων, ἡγεμὼν ἀνθρώπων καὶ δαιμόνων·
この神が夏の季節にナイル川を導き、冬には引き戻す。 この神がエジプトにある四十二の神殿を維持し、この神が地上にあるすべての神殿を維持し、かつ美しく飾っている。 顕らかなものと隠されたものとの守護者であり、人間と精霊たちの指導者である。
καὶ ἡμῶν ἤδη μεταστρέψει τὸν λόγον πρὸς αὑτὸν, καὶ προσειποῦσιν ὥρα κατεπαύειν.
そして、この神は我々の語る言葉を今や彼自身へと向けさせ、彼に呼びかけた我々にとって、今はもう終えるべき時である。
ὦ τὴν καλλίστην ὧν ἐφορᾷς κατέχων πόλιν, ἥ σοι τὴν διʼ ἔτους πανήγυριν πληροῖ, ὦ κοινὸν ἅπασιν ἀνθρώποις φῶς, ἡμῖν τε δὴ πρώην περιφανῶς γενόμενος, ὅτʼ ἐπιρρεούσης τῆς θαλάττης καὶ πολλῆς πάντοθεν αἰρομένης καὶ οὐδενὸς ὁρωμένου πλὴν τοῦ μέλλοντος καὶ σχεδὸν ἤδη παρόντος ὀλέθρου, χεῖρα ἀντάρας, οὐρανόν τε κεκρυμμένον ἐξέφηνας καὶ γῆν ἔδωκας ἰδεῖν καὶ προσορμίσασθαι, τοσοῦτον παρʼ ἐλπίδα ὥστʼ οὐδʼ ἐπιβᾶσι πίστις ἦν.
おお、あなたが守護するもののうちで最も美しい都市を領有し、その都市があなたのために毎年の大祭を満たしているお方よ。 おお、すべての人にとっての共通の光よ。 引いてはまた、先日、我々に対して明白に現れてくださったお方よ。 あのとき、海が押し寄せ、いたるところで大波が立ち上り、迫り来る、そしてほぼ今や目の前にある破滅のほかには何も見えなかったとき、あなたが手を差し上げ、隠されていた天を現し、陸地を見せて停泊することを許してくださいました。 それはあまりにも期待に反していたので、上陸した人々でさえ信じられないほどでした。
τούτων τε δή σοι πολλὴ χάρις, ὦ πολυτίμητε, καὶ τὰ νῦν μὴ πρόῃ με, ἀλλʼ ἀνάσωσον βεβαίως, τόν τε ὕμνον τόνδε ὡς ἐν τοιούτοις πεποιημένον προσοῦ φαιδρῶς, χαριστήριον μὲν ἐκείνων τῶν ἔμπροσθεν, ἱκετηρίαν δὲ καὶ παράκλησιν περὶ τῶν μελλόντων, ἡδίω καὶ βελτίω τῶν παρόντων γενέσθαι.
これらのことに対して、あなたに大いなる感謝を捧げます、おお、いと尊きお方よ。 そして今も私を見捨てず、確実に救い出し、この賛歌を、このような状況の中で作られたものとして喜びを持ってお受け取りください。 それはかつての事柄に対する感謝の印であり、また未来の事柄が現在よりも甘美で、より良きものとなるようにとの、懇願であり祈りなのです。