§39κατακλίσεις ἀπόρους ὁδῶν μήκεσιν ἰώμενος, τροφῆς δʼ ἐνδείᾳ συνεχεῖ τὰς ἀμυθήτους καθάρσεις προστιθεὶς, ἀναπνεῖν δὲ ἀποροῦντι λέγειν καὶ γράφειν προστάττων, ὥστʼ εἴ τι καὶ τοῖς οὕτω θεραπευθεῖσιν ἔπεστιν αὔχημα, μηδʼ ἡμᾶς ἀμοίρους εἶναι τούτου.
通过漫长的旅途,治愈了无法起身的病榻;通过持续的禁食,施加了不可言喻的排泄净化;命令呼吸困难的人去说话和写作。 以至于如果那些以此种方式获得治疗的人有什么值得自豪的话,我们也不会与此无缘。
καὶ μὴν οἱ μὲν καρτερήσεις ἑαυτῶν διηγοῦνται καὶ ὅσα καὶ οἷα ὑπέμειναν τοῦ θεοῦ καθηγουμένου, οἱ δὲ ὡς ῥᾳστώνην εὕροντο ὧν ἐδέοντο.
此外,有的人述说着他们自己的坚忍,以及在神的引导下他们忍受了多少、怎样的苦难,而另一些人则叙述他们如何得到了自己所需要的解脱。
ἡμῖν δὲ πλεῖστα μὲν δή που κεκαρτέρηται κατὰ πολλοὺς καὶ παντοδαποὺς τρόπους, τὰ δὲ πάνυ κούφως ἐν ἡδονῇ γεγένηται, ὡς μηδαμοῦ τοὺς τρυφῶντας ἂν εἶναι, εἰ βούλοιο ἀντεξετάζειν.
但对我们而言,虽然在许多和各种方式中已经忍受了极多的苦难,这些过程却又极其轻松且充满愉快地度过,以至于如果你想进行对比的话,那些生活奢华的人根本无法相比。
καὶ τὰς μὲν ἄλλας ἂν ἔχων εἰπεῖν πόλεις Ἀσίας καὶ Εὐρώπης καὶ τὰς περὶ ταύτας ὁμιλίας καὶ συνευφραινομένων ὡς ἐπʼ οἰκείοις ἀγαθοῖς, πῶς οὐκ ἐπέκεινα τρυφῆς θήσομαι;
而当我有能力谈及亚洲和欧洲的其他城市,以及在这些城市中的交往,和那些如同为自己的福祉一般共同欢庆的人们时,我怎能不把这置于奢华之上呢?
τί δʼ ἂν εἴποις θορύβους ἐν βουλευτηρίοις καὶ σπουδὰς ἔξω παραδείγματος, τὸ δὲ καὶ πρὶν εἰπεῖν ὁτιοῦν πεπιστεῦσθαι προέχειν;
又怎么说那些在议事堂里的欢呼声和超乎寻常的热情,以及在开口说话之前就被信任能胜出一筹呢?
ἆρʼ οὐ θεία τις χάρις καὶ τὰ πρῶτα τῆς ῥᾳστώνης ἔχουσα;
这不就是某种神圣的恩宠,并占有安适的首位吗?
φαίην ἂν ἔγωγε, εἴπερ εἴη μεμνῆσθαι τῶν κρειττόνων.
我至少会这样说,如果确实允许纪念那些更伟大的神灵。
ἤδη τοίνυν τινῶν ἤκουσα λεγόντων ὡς αὐτοῖς πλέουσι καὶ θορυβουμένοις φανεὶς ὁ θεὸς χεῖρα ὤρεξεν.
我已经听过有些人说,当他们在航海并遭遇风浪惊慌失措时,神显现并向他们伸出了手。
ἕτεροι δέ γε φήσουσιν ὡς πράγματα ἄττα κατώρθωσαν ὑποθήκαις ἀκολουθήσαντες τοῦ θεοῦ.
而另一些人则会说,他们通过遵循神的指引成功解决了一些事务。
οὐδὲ ταῦτα ἀκούειν μᾶλλον ἢ λέγειν ἔχομεν πεπειραμένοι.
我们对于这些事情也是亲身体验,而不仅仅是听闻而已。
ὅσα δʼ αὐτῶν οἷόν τε ἀπομνημονεῦσαι ἐν τοῖς ἱεροῖς καὶ ταῦτα ἔνεστι λόγοις.
而其中可以被忆及的事物,也都包含在《神圣谈话》中。
ἀλλὰ καὶ σοφίσματα πυκτικὰ πύκτῃ τινὶ τῶν ἐφʼ ἡμῶν ἐγκαθεύδοντι προειπεῖν λέγεται τὸν θεόν· οἷς ἔδει χρησάμενον καταβαλεῖν τινα τῶν πάνυ λαμπρῶν ἀνταγωνιστῶν.
但据说神也曾向我们时代的一位在神殿中留宿的拳击手预示了拳击的绝招,他必须使用这些招数来击败一位极其优秀的对手。
μαθήματα δὲ ἡμῖν γε καὶ μέλη καὶ λόγων ὑποθέσεις καὶ πρὸς τούτοις ἐννοήματα αὐτὰ καὶ τὴν λέξιν, ὥσπερ οἱ τοῖς παισὶ τὰ γράμματα.
但对于我们,神则给予了学识、诗歌、言论的主题,甚至在此之外还有思想本身和表达方式,就像教孩子们认字的老师一样。
ἐπιθεὶς τοίνυν ὥσπερ κεφάλαιον τῶν εὐεργεσιῶν τοῦ θεοῦ καὶ δὴ κατακλείσω τὸν λόγον ἐνταῦθά που.
因此,在加上了可以说是神之恩惠的总结之后,我就在此处结束我的演讲吧。
ἐμοὶ γὰρ, ὦ δέσποτα Ἀσκληπιὲ, πολλὰ καὶ παντοῖα, §40ὥσπερ ὑπεῖπον, παρὰ σοῦ καὶ τῆς σῆς φιλανθρωπίας γεγένηται, μέγιστον δὲ καὶ πλείστης χάριτος ἄξιον καὶ σχεδὸν ὡς εἰπεῖν οἰκειότατον οἱ λόγοι.
因为对我而言,主阿斯克勒庇俄斯,正如我前面暗示过的,许多和各种样的事情都来自您和您的仁慈,而最大、最值得感激、且可以说对我而言最亲近的,则是言论。
τὸ γὰρ τοῦ Πινδάρου μετέβαλες.
因为您扭转了品达的那件事。
ἐκείνου μὲν γὰρ ὁ Πὰν τὸν παιᾶνα ὠρχήσατο, ὡς λόγος, ἐγὼ δὲ, εἰ θέμις εἰπεῖν, ὧν ὑποκριτὴς εἶναι· προὔτρεψάς τε γὰρ αὐτὸς ἐπʼ αὐτοὺς καὶ τῆς ἀσκήσεως κατέστης ἡγεμών.
因为在品达的事例中,传说潘神曾为他跳起佩安赞歌,但对于我,如果允许这样说的话,您自己就是我言论的表演者;因为您亲自催促我致力于此,并成为了我实践的引导者。
καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλʼ ἃ καὶ τούτοις εἰκὸς ἦν ἀκολουθῆσαι, καὶ τούτων ἐπεμελήθης, ὅπως ἔσται μοι τὸ ἔργον ἐν δόξῃ.
而且这还不够,您还顾及了随之而来的理所当然之事,好让我的成果获得荣耀。
καὶ οὐκ ἔστιν οὐ πόλις, οὐκ ἰδιώτης, οὐ τῶν εἰς ἄρχοντας τελούντων, ὃς οὐ καὶ κατὰ μικρὸν ἡμῖν ὁμιλήσας οὐκ ἠσπάσατο εἰς ὅσον οἷός τε ἦν τὸν ἔπαινον ἐκτείνων, οὐ τῶν ἐμῶν, οἶμαι, λόγων ταῦτα ἐργαζομένων, ἀλλὰ σοῦ τοῦ κυρίου.
而且,没有任何一个城市、任何一个普通人、任何一个处于统治者阶层的人,在与我们进行哪怕是短暂的交往后,没有不尽其所能地给予盛赞和热烈欢迎的,我认为,这不是我的言辞促成了这一切,而是因为您,我的主。
τὸ δὲ δὴ μέγιστον τῶν περὶ ταῦτα τὸ καὶ τοῖς θείοις βασιλεῦσιν εἰς τοσοῦτον οἰκειῶσαι καὶ χωρὶς τῆς ἐπὶ τῶν γραμμάτων συνουσίας ἀποδεῖξαι λέγοντα ἐν αὐτοῖς καὶ σπουδαζόμενον ἃ μηδεὶς πώποτε, καὶ ταῦτα ὁμοίως μὲν παρὰ τῶν βασιλέων, ὁμοίως δὲ καὶ τῶν βασιλίδων γενέσθαι, καὶ παντὸς δὴ τοῦ βασιλείου χοροῦ.
而在这些事情中最大的,是您让我与神圣的皇帝们如此亲近,并且除了书信的交往之外,还让我在他们面前演讲,并展现出前所未有的受重视程度,并且这些待遇同样来自皇帝们,同样来自皇后们,以及事实上来自整个朝廷阶层。
Ὀδυσσεῖ δὲ ὑπῆρξε παρʼ Ἀθηνᾶς ἐν Ἀλκινόου καὶ Φαίαξιν ἐπιδείξασθαι.
而奥德修斯则在雅典娜的帮助下,得以在阿尔基诺乌斯的宫廷和法埃亚科斯人面前展现自己。
μέγα δή που καὶ τοῦτο καὶ μάλα ἐν καιρῷ.
这无疑也是伟大且非常合时宜的。
καὶ ταῦτά τε οὕτως ἐπέπρακτο καὶ τὸ σύνθημα παρῆν ἀνακαλοῦν, ἔργῳ σοῦ δείξαντος ὅτι πολλῶν ἕνεκα προήγαγες εἰς μέσον, ὡς φανείημεν ἐν τοῖς λόγοις, καὶ γένοιντο αὐτήκοοι τῶν κρειττόνων οἱ τελεώτατοι.
而这些事正是这样成就的,且召唤我回去的信号也已出现,您在行动中表明,您是出于许多原因才将我推向公众,好让我们在言辞上得以彰显,并使最杰出的人们能够亲耳聆听那更高贵者的声音。
τούτων καὶ πολλῶν ἑτέρων οὔτε παρʼ αὐτοῖς ἡμῖν ἰδίᾳ κἀν ταῖς ὁμιλίαις ταῖς πρὸς τοὺς ἐντυγχάνοντας τὴν δυνατὴν ἔχοντες χάριν οὐ παυσόμεθα, ἕως ἄν τι μνήμης καὶ τοῦ φρονεῖν μετὸν ἡμῖν τυγχάνῃ.
对于这些和许多其他的恩惠,只要我们还保留着一丝记忆和理智,我们就不会停止在我们自己心中私下里以及在与相遇之人的谈话中,表达我们所能做到的感激。
φαίην δʼ ἂν ἔγωγε καὶ ταύτην παρὰ σοῦ κεκομίσθαι τὴν χάριν, τὸ σὲ τὸν πάντα ἄριστον παρεῖναί τε ἡμῖν καὶ ἐπιψηφίζειν τοὺς λόγους.
而我至少会说,我也从您那里得到了这份恩惠,那就是在所有事情中都最为卓越的您亲自陪伴着我们,并对我们的言论给予赞许。