Humanitext Reader

阿里斯·台德斯 · 致阿斯克勒庇俄斯 §36-38

赞颂阿斯克勒庇俄斯与感恩治愈之恩

第 1 段,共 2 段 · 希腊语

内容简介

作者向阿斯克勒庇俄斯神致谢,论证了通过言辞进行赞美的重要性。他列举了神赋予人类及个人的健康与医疗恩惠,并特别赞美了神重建其身体并维持其健康的奇迹。

§36ὦ πολλὰ δὴ πολλάκις ἐν νυξί τε καὶ ἡμέραις ἰδίᾳ τε καὶ δημοσίᾳ κληθεὶς ὑφʼ ἡμῶν, Ἀσκληπιὲ δέσποτα, ὡς ἀσμένοις καὶ ὑπερποθοῦσιν ἔδωκας ἡμῖν οἷον ἐκ πελάγους πολλοῦ καὶ κατηφείας λιμένος τε λαβέσθαι γαληνοῦ καὶ προσειπεῖν τὴν κοινὴν τῶν ἀνθρώπων ἑστίαν, ἧς ἀτέλεστος μὲν οὐδεὶς δή που τῶν ὑφʼ ἡλίῳ, διισχυρίσασθαι δὲ ἔστιν ὡς Ἑλλήνων γε οὐδείς πω πλείω μέχρι τοῦδε ἀπέλαυσε.
噢,我的主阿斯克勒庇俄斯,我们不论昼夜、不论私下还是公开,都曾无数次呼唤您。 您是多么仁慈,向那些满怀欣喜与极度渴望的我们,赐予了如同脱离浩瀚大海与沮丧深渊而登岸进入平静港湾的机会,并得向人类共同的炉灶致敬。 在阳光之下,无疑没有任何人无法分享这炉灶的恩赐,而且可以断言,迄今为止,希腊人中没有任何人比我享受了更多。
καὶ γὰρ εἰ σφόδρα εἰωθότι ταῦτα ἐμοὶ λέγειν, ὀκνητέον γε οὐδὲν μᾶλλον.
因为即使对于极习惯于说这些话的我来说,也绝没有理由因此而退缩。
οὔκουν τάς γε προσρήσεις τὰς ἐφʼ ἡμέρᾳ ταύτας ἐλλείπομεν φεύγοντες τὴν συνήθειαν, ἀλλὰ καὶ κατʼ αὐτὸ τοῦτο φυλάττομεν, ὅτι εἰθίσθημεν §37ἐξ ἀρχῆς.
所以,我们并不会为了逃避习惯而忽略这些每日的问候,反而正是因为这个原因,即因为我们从一开始就习惯了。
ἐμοὶ δὲ ἐπιμελὴς μὲν δή που καὶ ἡ διὰ τῶν θυμάτων τε καὶ θυμιαμάτων χάρις τε καὶ τιμὴ, εἴτε κατὰ τὴν Ἡσιόδου παραίνεσιν γιγνομένη εἴτε καὶ προθυμότερον τῆς δυνάμεως.
对我而言,通过祭品和香火表达的感谢与敬意当然是我所关切的,不论这是按照赫西俄德的劝诫进行,还是超越了我的能力而更加热切地进行。
ἡ δʼ ἐπὶ τοῦ λόγου μοι πολὺ δὴ μάλιστα προσήκειν φαίνεται.
但那基于言辞的敬意,在我看来显然是最为相称的。
εἰ γὰρ οὖν ὅλως μὲν κέρδος ἀνθρώπῳ τοῦ βίου καὶ ὡσπερεὶ κεφάλαιον ἡ περὶ τοὺς λόγους διατριβὴ, τῶν δὲ λόγων οἱ περὶ τοὺς θεοὺς ἀναγκαιότατοι, φαίνεται δὲ ἡμῖν γε καὶ τὸ κατʼ αὐτοὺς τοὺς λόγους παρʼ αὐτοῦ τοῦ θεοῦ γενόμενον, οὔτε τῷ θεῷ καλλίων χάρις, οἶμαι, τῆς ἐπὶ τῶν λόγων οὔτε τοῖς λόγοις ἔχοιμεν ἂν εἰς ὅ τι κρεῖττον χρησαίμεθα.
因为如果说对于人类而言,沉浸于言辞之中是生命的利益和资本,而在所有言辞中关于神灵的言辞又是最不可或缺的,并且在我们看来,关于这些言辞的才能本身也是由神亲自赐予我们的,那么我认为,对于神而言,没有比言辞更美丽的感谢了,我们也无法将言辞用于更优越的目的。
καὶ δὴ λέγωμεν ἀπʼ ἀρχῆς ἀρξάμενοι, κοινὰ μὲν οἶδʼ ὅτι καὶ βοώμενα, πῶς γὰρ οὔ;
那么,让我们从头开始说起,我知道这些是众所周知且被广为宣扬的事——怎么会不是呢?
τοσούτῳ δʼ ἡμῖν δικαιότερα, ὅσῳ προστιθέντες καὶ πλεονάζοντες ταῖς θεραπείαις ἀμείνους ἂν εἴημεν ἢ παραλείποντες ἃ μηδεὶς τῶν πάντων ἀξιοῖ σιγᾶν.
但对于我们来说,这正是如此更加正当的事,因为我们通过增加和丰富对神的敬奉而能变得更好,而不是省略了那些任何人都不认为应该保持沉默的事。
Ἀσκληπιοῦ δυνάμεις μεγάλαι τε καὶ πολλαὶ, μᾶλλον δʼ ἅπασαι, οὐχ ὅσον ὁ τῶν ἀνθρώπων βίος χωρεῖ.
阿斯克勒庇俄斯的力量伟大而众多,或者更确切地说是全能的,超越了人类生命所能容纳的界限。
καὶ Διὸς Ἀσκληπιοῦ νεὼν οὐκ ἄλλως οἱ τῇδε ἱδρύσαντο.
而此地的人们建立宙斯·阿斯克勒庇俄斯的神殿,也绝非无缘无故。
ἀλλʼ εἴπερ ἐμοὶ σαφὴς ὁ διδάσκαλος, εἰκὸς δὲ παντὸς μᾶλλον, ἐν ὅτῳ δὲ ταῦτʼ ἐδίδαξε τρόπῳ καὶ ὅπως ἐν τοῖς ἱεροῖς λόγοις εἴρηται, οὗτός ἐσθʼ ὁ τὸ πᾶν ἄγων καὶ νέμων σωτὴρ τῶν ὅλων καὶ φύλαξ τῶν ἀθανάτων, εἰ δὲ θέλεις τραγικώτερον εἰπεῖν, ἔφορος οἰάκων, σώζων τά τε ὄντα ἀεὶ καὶ τὰ γιγνόμενα.
但是,如果我的老师对我而言是清晰的(这比任何事情都更有可能),且不论他以何种方式教授了这些,以及在《神圣谈话》中是如何说的,这位就是引导和管理万物、宇宙的救主以及神灵的守护者;或者如果您愿意用更具悲剧色彩的话来说,他是“舵的监护者”,守护着永恒存在之物与生成之物。
εἰ δʼ Ἀπόλλωνος παῖδα καὶ τρίτον ἀπὸ Διὸς νομίζομεν αὐτὸν, αὖθις αὖ καὶ συνάπτομεν τοῖς ὀνόμασιν, ἐπεί τοι καὶ αὐτὸν τὸν Δία γενέσθαι λέγουσί ποτε, πάλιν δὲ αὐτὸν ἀποφαίνουσιν ὄντα τῶν ὄντων πατέρα καὶ ποιητήν.
但即使我们认为他是阿波罗之子,是自宙斯以来的第三代神,我们也会在名号上重新将他们联系起来,因为他们确实说宙斯自己也曾诞生,但同时又表明宙斯是万物的父亲和创造者。
ἀλλὰ ταῦτα μὲν, ὥς φησι Πλάτων, ὅπως αὐτοῖς τοῖς θεοῖς φίλον ἐχέτω καὶ λεγέσθω.
但是,正如柏拉图所说,这些事情就让它如神灵自己所愿的那样存在和被谈论吧。
ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν.
让我们回到我们偏离的话题。
πάσας ἔχων ὁ θεὸς τὰς δυνάμεις διὰ πάντων ἄρα εὐεργετεῖν προείλετο τοὺς ἀνθρώπους ἑκάστῳ τὰ προσήκοντα ἀποδιδούς. μεγίστην δὲ καὶ κοινοτάτην
神拥有所有的力量,因此他选择通过万物来造福人类,将合适之物分给每个人。
§38εὐεργεσίαν εἰς ἅπαντας κατέθετο ἀθάνατον ποιήσας τὸ γένος τῇ διαδοχῇ, γάμους τε καὶ παίδων γενέσεις καὶ τροφῶν ἀφορμὰς καὶ πόρους διὰ τῆς ὑγιείας ἐργασάμενος.
他向所有人赋予了最大且最共同的恩惠,通过世代相传使人类这一种族得以永存,并通过健康创造了婚姻、子嗣的诞生、以及食物的供给源和途径。
τὰ δʼ ἐν μέρει πρὸς ἄνδρα ὁρῶν ἤδη διεδίδου, οἷον δὴ τέχνας καὶ ἐπιτηδεύματα καὶ βίους πάντας, κοινῷ τινι φαρμάκῳ πρὸς ἅπαντας πόνους καὶ πράξεις πάσας τῇ ὑγιείᾳ χρώμενος.
另一方面,神又关注具体的事情,已经分配给每个人技术、职业和各种生活方式,将健康作为应对一切辛劳和所有行动的共同药剂。
ἰατρεῖα δʼ εἰς τὸ μέσον κατεστήσατο, καὶ φιλοτεχνεῖν ἀνέθηκεν ἑαυτῷ νύκτα καὶ ἡμέραν, ὑπὲρ εὐθυμίας τῶν ἀεὶ δεομένων τε καὶ δεησομένων.
神还将诊所设立于公共场所,并让自己日夜致力于医疗技艺,为了那些现在和将来需要健康的人的福祉。
ἄλλοι μὲν οὖν ἄλλα ᾁδουσί τε καὶ ᾁσονται τὸν ἀεὶ χρόνον, ἐγὼ δὲ τῶν εἰς ἐμαυτὸν οὑτωσὶ μνησθῆναι βούλομαι.
因此,其他人将永远歌颂其他的事情,而我只想以这种方式提及发生在我身上的事情。
εἰσὶν οἵ φασιν ἀναστῆναι κείμενοι, ὁμολογούμενα δή που λέγοντες καὶ πάλαι τῷ θεῷ μελετώμενα.
有些人说他们曾病卧在床,如今已经站了起来,他们说的当然是公认的事实,也是神自古以来所实践的事。
ἡμεῖς τοίνυν οὐχ ἅπαξ, ἀλλʼ οὐδὲ ῥᾴδιον εἰπεῖν ὁσάκις τῆς εὐεργεσίας ταύτης ἐτύχομεν.
而我们,不仅是一次,甚至很难说有多少次得到了这种恩惠。
ἔτι καὶ χρόνους ἔστιν οἷς ἐπέδωκεν ἐκ προρρήσεως· τούτων ἡμεῖς ἐσμέν· τοῦτο γὰρ εἰπεῖν ἀλυπότατον.
更有一些人,神通过预言赐予了他们额外的寿命,我们便是其中之一,因为这样说最不至于引起反感。
ἀλλὰ καὶ μέλη τοῦ σώματος αἰτιῶνταί τινες, καὶ ἄνδρες λέγω καὶ γυναῖκες, προνοίᾳ τοῦ θεοῦ γενέσθαι σφίσι, τῶν παρὰ τῆς φύσεως διαφθαρέντων.
不仅如此,有些人,无论男女,也声称他们因神的恩赐,恢复了被自然所损毁的身体部位。
καὶ καταλέγουσιν ἄλλος ἄλλο τι, οἱ μὲν ἀπὸ στόματος οὑτωσὶ φράζοντες, οἱ δὲ ἐν τοῖς ἀναθήμασιν ἐξηγούμενοι.
他们各自列举着不同的奇迹,有的口头叙述,有的在献纳物中说明。
ἡμῖν τοίνυν οὐχὶ μέρος τοῦ σώματος, ἀλλʼ ἅπαν τὸ σῶμα συνθείς τε καὶ συμπήξας αὐτὸς ἔδωκε δωρεὰν, ὥσπερ Προμηθεὺς τἀρχαῖα λέγεται συμπλάσαι τὸν ἄνθρωπον.
对于我们来说,神不仅是治愈了身体的一部分,而是神自己将我们的整个身体重新组合和构建,并将其作为礼物赐予我们,正如传说中普罗米修斯在远古时代塑造人类一样。
πολλὰς ὀδύνας τε καὶ ἀλγηδόνας καὶ ἀπορίας μεθημερινάς τε καὶ νυκτερινὰς ἀφεῖλε πολλοῖς, οὐ μὲν οὖν ἔχοι τις ἂν εἰπεῖν ὅσοις.
神从许多人身上消除了日夜不断的许多痛苦、哀伤与困境,确实没有人能说清到底有多少人。
τὰς δέ γε ἡμετέρας περὶ ταῦτα τρικυμίας αὐτὸς μὲν ἄριστα σύνοιδεν, αὐτὸς δὲ καὶ παύσας φαίνεται.
而我们自己在这方面的狂澜,神自己最为清楚,且显然是他平息了这一切。
καὶ μὴν τό γε παράδοξον πλεῖστον ἐν τοῖς ὁράμασι τοῦ θεοῦ, οἷον τὸν μὲν γύψου πίνειν, τὸν δὲ κωνείου, τὸν δὲ γυμνοῦσθαι καὶ λούειν ψυχρῷ, θέρμης οὐδʼ ὅλως, ὡς ἄν τις δόξαι, δεόμενον.
其实,最奇异的事情出现在神的梦兆中,例如让某人喝下石膏,让另一人饮下毒参,或者让另一人脱光衣服在冷水中沐浴,而这些人在常人看来完全不需要降温。
ἡμᾶς τοίνυν καὶ τοῦτον τὸν τρόπον τετίμηκε, κατάρρους καὶ ψύξεις ποταμοῖς καὶ θαλάττῃ παύων,
因此,神也以这种方式荣耀了我们,通过江河与海洋平息了我们的感冒和风寒。

词汇与语法注释

  1. 36ὡς ἀσμένοις καὶ ὑπερποθοῦσιν ἔδωκας ἡμῖν ... λιμένος τε λαβέσθαι γαληνοῦ — 与格分词 `ἀσμένοις` 和 `ὑπερποθοῦσιν` 与人称代词 `ἡμῖν` 一致,描述接受者的状态。动词 `ἔδωκας` 支配双重不定式 `λαβέσθαι`(支配属格 `λιμένος`,意为“到达港湾”)和 `προσειπεῖν`(“致敬”),构成允许/使役意义的句式。
  2. 36καὶ γὰρ εἰ σφόδρα εἰωθότι ταῦτα ἐμοὶ λέγειν, ὀκνητέον γε οὐδὲν μᾶλλον — 这是一个使用动形容词 `ὀκνητέον [estí]`(“应当犹豫”)的非人称句,由否定副词性宾格 `οὐδὲν μᾶλλον` 修饰。与格 `ἐμοί` 是行为者与格,完了分词与格 `εἰωθότι`(“习惯于”)与之保持一致。
  3. 37ἔχοιμεν ἂν εἰς ὅ τι κρεῖττον χρησαίμεθα — `ἔχοιμεν ἂν` 是表示潜在可能的祈愿语气(optative with ἄν)。`εἰς ὅ τι` 引导带祈愿语气 `χρησαίμεθα` 的关系子句/间接疑问子句,表示“我们无法找到可以将语言用于更优越的目的”。
  4. 37ἀλλʼ εἴπερ ἐμοὶ σαφὴς ὁ διδάσκαλος ... οὗτός ἐσθʼ ὁ τὸ πᾶν ἄγων καὶ νέμων — 这是一个长句结构,以条件句 `εἴπερ...` 开始,中间插入了间接疑问句 `ἐν ὅτῳ δὲ...`(无论他以何种方式教授),最终归结为主句 `οὗτός ἐσθʼ...`,其中指示代词 `οὗτος` 指代神阿斯克勒庇俄斯。
  5. 38φιλοτεχνεῖν ἀνέθηκεν ἑαυτῷ — 动词 `ἀνέθηκεν` 通常表示“奉献、献纳”。此处与反身代词与格 `ἑαυτῷ`(神自身)及不定式 `φιλοτεχνεῖν`(“致力于技艺”)连用,具有“将致力于医术的责任加诸自身/自出任其事”的罕见用法。

引用这一段

阿里斯·台德斯, 致阿斯克勒庇俄斯 §36-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg006.humanitext-grc2:36-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。