§36ὦ πολλὰ δὴ πολλάκις ἐν νυξί τε καὶ ἡμέραις ἰδίᾳ τε καὶ δημοσίᾳ κληθεὶς ὑφʼ ἡμῶν, Ἀσκληπιὲ δέσποτα, ὡς ἀσμένοις καὶ ὑπερποθοῦσιν ἔδωκας ἡμῖν οἷον ἐκ πελάγους πολλοῦ καὶ κατηφείας λιμένος τε λαβέσθαι γαληνοῦ καὶ προσειπεῖν τὴν κοινὴν τῶν ἀνθρώπων ἑστίαν, ἧς ἀτέλεστος μὲν οὐδεὶς δή που τῶν ὑφʼ ἡλίῳ, διισχυρίσασθαι δὲ ἔστιν ὡς Ἑλλήνων γε οὐδείς πω πλείω μέχρι τοῦδε ἀπέλαυσε.
おお、夜に昼に、私的に公的に、幾度となく我らから呼ばれし我が主アスクレピオスよ、いかに喜ばしく、またあなたを切望していた我々に、あなたは(荒れ狂う)大いなる海と落胆の中から、穏やかな港にたどり着き、人間の共通の竈に挨拶することを許してくださったことか。 その竈にあずからない者は、太陽の下にいる者たちのうちでおそらく一人もいないが、ギリシア人のうちでは誰もこれまでに私以上にその恩恵に浴した者はいないと断言できる。
καὶ γὰρ εἰ σφόδρα εἰωθότι ταῦτα ἐμοὶ λέγειν, ὀκνητέον γε οὐδὲν μᾶλλον.
というのも、たとえ私にとってこれらを語ることが極めて日常的であったとしても、だからといって躊躇うべきでは少しもないからである。
οὔκουν τάς γε προσρήσεις τὰς ἐφʼ ἡμέρᾳ ταύτας ἐλλείπομεν φεύγοντες τὴν συνήθειαν, ἀλλὰ καὶ κατʼ αὐτὸ τοῦτο φυλάττομεν, ὅτι εἰθίσθημεν
それゆえ我々は、習慣から逃れるために日々行われるこれらの挨拶を怠ることはせず、むしろまさにその理由のゆえに、すなわち我々が習慣づけられているというまさにそのことのゆえに、これを守るのである。
§37ἐξ ἀρχῆς.
初めから。
ἐμοὶ δὲ ἐπιμελὴς μὲν δή που καὶ ἡ διὰ τῶν θυμάτων τε καὶ θυμιαμάτων χάρις τε καὶ τιμὴ, εἴτε κατὰ τὴν Ἡσιόδου παραίνεσιν γιγνομένη εἴτε καὶ προθυμότερον τῆς δυνάμεως.
そして私にとっては、犠牲や香による感謝と栄誉の捧げ物ももちろん重んじられるべきものである。 それがヘシオドスの勧告に従ってなされるものであれ、あるいは能力以上に熱心になされるものであれ。
ἡ δʼ ἐπὶ τοῦ λόγου μοι πολὺ δὴ μάλιστα προσήκειν φαίνεται.
しかし、言葉による感謝こそが、私にはるかに最もふさわしいように思われる。
εἰ γὰρ οὖν ὅλως μὲν κέρδος ἀνθρώπῳ τοῦ βίου καὶ ὡσπερεὶ κεφάλαιον ἡ περὶ τοὺς λόγους διατριβὴ, τῶν δὲ λόγων οἱ περὶ τοὺς θεοὺς ἀναγκαιότατοι, φαίνεται δὲ ἡμῖν γε καὶ τὸ κατʼ αὐτοὺς τοὺς λόγους παρʼ αὐτοῦ τοῦ θεοῦ γενόμενον, οὔτε τῷ θεῷ καλλίων χάρις, οἶμαι, τῆς ἐπὶ τῶν λόγων οὔτε τοῖς λόγοις ἔχοιμεν ἂν εἰς ὅ τι κρεῖττον χρησαίμεθα.
なぜなら、もしおよそ言葉への没頭が人間にとって生の利益であり、いわばその要点であるとするなら、そして言葉のうちでも神々に関するものが最も不可欠であるなら、そして言葉に関する能力そのものが神自身から我々に与えられたものであると私(たち)に思われるなら、神にとっても言葉による感謝以上に美しい感謝はなく、また言葉をこれ以上に優れた目的のために用いることは我々にはできないからである。
καὶ δὴ λέγωμεν ἀπʼ ἀρχῆς ἀρξάμενοι, κοινὰ μὲν οἶδʼ ὅτι καὶ βοώμενα, πῶς γὰρ οὔ;
さあ、最初から始めて語ることにしよう。 周知のこと、大声で語られていることであるのは私も知っている(どうしてそうでないことがあろうか)。
τοσούτῳ δʼ ἡμῖν δικαιότερα, ὅσῳ προστιθέντες καὶ πλεονάζοντες ταῖς θεραπείαις ἀμείνους ἂν εἴημεν ἢ παραλείποντες ἃ μηδεὶς τῶν πάντων ἀξιοῖ σιγᾶν.
しかし、それをさらに重ね、より豊かに仕えることによって、すべての人のうちで誰も沈黙しておくべきだと思わないような事柄を省略してしまうよりも、より優れた者となりうるという、その分だけ我々にとってより正しいのである。
Ἀσκληπιοῦ δυνάμεις μεγάλαι τε καὶ πολλαὶ, μᾶλλον δʼ ἅπασαι, οὐχ ὅσον ὁ τῶν ἀνθρώπων βίος χωρεῖ.
アスクレピオスの力は偉大であり、また多く、むしろすべての力であり、人間の生が受け入れられる限界を超えている。
καὶ Διὸς Ἀσκληπιοῦ νεὼν οὐκ ἄλλως οἱ τῇδε ἱδρύσαντο.
そして、この地の人々がゼウス・アスクレピオスの神殿を建てたのも、根拠のないことではない。
ἀλλʼ εἴπερ ἐμοὶ σαφὴς ὁ διδάσκαλος, εἰκὸς δὲ παντὸς μᾶλλον, ἐν ὅτῳ δὲ ταῦτʼ ἐδίδαξε τρόπῳ καὶ ὅπως ἐν τοῖς ἱεροῖς λόγοις εἴρηται, οὗτός ἐσθʼ ὁ τὸ πᾶν ἄγων καὶ νέμων σωτὴρ τῶν ὅλων καὶ φύλαξ τῶν ἀθανάτων, εἰ δὲ θέλεις τραγικώτερον εἰπεῖν, ἔφορος οἰάκων, σώζων τά τε ὄντα ἀεὶ καὶ τὰ γιγνόμενα.
しかし、もし私の教師が私にとって明瞭であるなら(それは何よりもありそうなことだが)、そして彼がどのような方法でこれらを教え、どのように『神聖な教え』に語られているにせよ、この方こそが万物を導き秩序づける方、宇宙(全体)の救い主にして不死なる神々の守護者であり、あるいは、より悲劇的に語ることを望むなら、『舵の監視者』であり、常に存在する不変のものと、生成するものを救う方なのである。
εἰ δʼ Ἀπόλλωνος παῖδα καὶ τρίτον ἀπὸ Διὸς νομίζομεν αὐτὸν, αὖθις αὖ καὶ συνάπτομεν τοῖς ὀνόμασιν, ἐπεί τοι καὶ αὐτὸν τὸν Δία γενέσθαι λέγουσί ποτε, πάλιν δὲ αὐτὸν ἀποφαίνουσιν ὄντα τῶν ὄντων πατέρα καὶ ποιητήν.
しかし、もし我々が彼をアポロンの息子、ゼウスから三代目の者とみなすとしても、我々はまた名においてそれらを結びつけるのである。 というのも、彼らはゼウス自身をもかつて生まれたと語る一方で、再び彼を存在するすべてのものの父にして創造者であると示すからである。
ἀλλὰ ταῦτα μὲν, ὥς φησι Πλάτων, ὅπως αὐτοῖς τοῖς θεοῖς φίλον ἐχέτω καὶ λεγέσθω.
しかし、これらのことは、プラトンが言うように、神々ご自身にとって望ましいようにあらせ、また語らせよう。
ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν.
我々が話を逸らしたところへと戻ろう。
πάσας ἔχων ὁ θεὸς τὰς δυνάμεις διὰ πάντων ἄρα εὐεργετεῖν προείλετο τοὺς ἀνθρώπους ἑκάστῳ τὰ προσήκοντα ἀποδιδούς.
神はすべての力を有しており、それゆえにあらゆる手段を通じて人々に恩恵を施すことを選び、各自にふさわしいものを分け与えられた。
μεγίστην δὲ καὶ κοινοτάτην
そして最も偉大で最も共通の恩恵をすべての人に施された。
§38εὐεργεσίαν εἰς ἅπαντας κατέθετο ἀθάνατον ποιήσας τὸ γένος τῇ διαδοχῇ, γάμους τε καὶ παίδων γενέσεις καὶ τροφῶν ἀφορμὰς καὶ πόρους διὰ τῆς ὑγιείας ἐργασάμενος.
すなわち、世代の継承によって人類を不死とし、健康を通じて婚姻や子供の誕生、また食糧の供給源と手段を作り出されたのである。
τὰ δʼ ἐν μέρει πρὸς ἄνδρα ὁρῶν ἤδη διεδίδου, οἷον δὴ τέχνας καὶ ἐπιτηδεύματα καὶ βίους πάντας, κοινῷ τινι φαρμάκῳ πρὸς ἅπαντας πόνους καὶ πράξεις πάσας τῇ ὑγιείᾳ χρώμενος.
一方で、個々のことについては、個々の人に目を向けつつ、技術や営みやあらゆる生き方などをすでに分配されており、すべての労苦とすべての活動に対する共通の薬として健康を用いられた。
ἰατρεῖα δʼ εἰς τὸ μέσον κατεστήσατο, καὶ φιλοτεχνεῖν ἀνέθηκεν ἑαυτῷ νύκτα καὶ ἡμέραν, ὑπὲρ εὐθυμίας τῶν ἀεὶ δεομένων τε καὶ δεησομένων.
また、治療所を公共のものとして設立し、常に健康を必要としている者たち、またこれから必要とするであろう者たちの安寧のために、夜も昼も自ら技を熱心に行うことを課された。
ἄλλοι μὲν οὖν ἄλλα ᾁδουσί τε καὶ ᾁσονται τὸν ἀεὶ χρόνον, ἐγὼ δὲ τῶν εἰς ἐμαυτὸν οὑτωσὶ μνησθῆναι βούλομαι.
それゆえ、他の人々は他の様々なことをいつまでも歌い、また歌うであろうが、私は自分自身に及んだ事柄をこのように思い起こしたいと思う。
εἰσὶν οἵ φασιν ἀναστῆναι κείμενοι, ὁμολογούμενα δή που λέγοντες καὶ πάλαι τῷ θεῷ μελετώμενα.
伏していたのに立ち上がったと言う人々がいるが、彼らはもちろん広く認められたこと、そして古くから神によって実践されてきたことを語っているのである。
ἡμεῖς τοίνυν οὐχ ἅπαξ, ἀλλʼ οὐδὲ ῥᾴδιον εἰπεῖν ὁσάκις τῆς εὐεργεσίας ταύτης ἐτύχομεν.
ところで、私たちは一度ならず、それどころか、どれほど多くこの恩恵にあずかったか言うことさえ容易ではない。
ἔτι καὶ χρόνους ἔστιν οἷς ἐπέδωκεν ἐκ προρρήσεως· τούτων ἡμεῖς ἐσμέν·
さらに、神託によって寿命の歳月を与えられた人々もいるが、私たちはそのうちの一人である。
τοῦτο γὰρ εἰπεῖν ἀλυπότατον.
こう言うことは最も障りのないことだからである。
ἀλλὰ καὶ μέλη τοῦ σώματος αἰτιῶνταί τινες, καὶ ἄνδρες λέγω καὶ γυναῖκες, προνοίᾳ τοῦ θεοῦ γενέσθαι σφίσι, τῶν παρὰ τῆς φύσεως διαφθαρέντων.
それだけでなく、男であれ女であれ、自然によって損なわれた自分の身体の部位が神の摂理によって回復して自分たちに備わったとする人々もいる。
καὶ καταλέγουσιν ἄλλος ἄλλο τι, οἱ μὲν ἀπὸ στόματος οὑτωσὶ φράζοντες, οἱ δὲ ἐν τοῖς ἀναθήμασιν ἐξηγούμενοι.
そして、彼らはそれぞれ異なるものを列挙し、ある者は口頭でこのように語り、またある者は献納物において説明している。
ἡμῖν τοίνυν οὐχὶ μέρος τοῦ σώματος, ἀλλʼ ἅπαν τὸ σῶμα συνθείς τε καὶ συμπήξας αὐτὸς ἔδωκε δωρεὰν, ὥσπερ Προμηθεὺς τἀρχαῖα λέγεται συμπλάσαι τὸν ἄνθρωπον.
ところで、私たちに対しては、身体の一部分ではなく、身体全体を神自らが組み立て、接合して、贈り物として与えてくださった。 それは、古代においてプロメテウスが人間を形作ったと言われているのと同じようにである。
πολλὰς ὀδύνας τε καὶ ἀλγηδόνας καὶ ἀπορίας μεθημερινάς τε καὶ νυκτερινὰς ἀφεῖλε πολλοῖς, οὐ μὲν οὖν ἔχοι τις ἂν εἰπεῖν ὅσοις.
神は多くの人々から、昼夜にわたる多くの痛みや苦しみや困難を取り除かれたが、それがどれほど多くの人々に対してであったかは、誰も語ることができないほどである。
τὰς δέ γε ἡμετέρας περὶ ταῦτα τρικυμίας αὐτὸς μὲν ἄριστα σύνοιδεν, αὐτὸς δὲ καὶ παύσας φαίνεται.
これらのことに関する私たちの受けた苦難の大波については、神ご自身が最もよくご存じであり、神ご自身がそれを鎮めてくださったことは明らかである。
καὶ μὴν τό γε παράδοξον πλεῖστον ἐν τοῖς ὁράμασι τοῦ θεοῦ, οἷον τὸν μὲν γύψου πίνειν, τὸν δὲ κωνείου, τὸν δὲ γυμνοῦσθαι καὶ λούειν ψυχρῷ, θέρμης οὐδʼ ὅλως, ὡς ἄν τις δόξαι, δεόμενον.
そして実際、最も奇妙なことは、神の夢に現れる。 たとえば、ある者には石膏を飲ませ、別の者にはドクニンジンを、また別の者には裸になって冷水で沐浴することを命じるが、それらは人が思うであろうような、温めることをまったく必要としていないときに行われる。
ἡμᾶς τοίνυν καὶ τοῦτον τὸν τρόπον τετίμηκε, κατάρρους καὶ ψύξεις ποταμοῖς καὶ θαλάττῃ παύων,
それゆえ神は私たちをもこのようにして栄誉づけられ、カタルや悪寒を川や海によって静めてくださったのである、