§9ἔστω τοίνυν ἡμῖν ὕπαρ τὸ ὄναρ·
それゆえ、私たちにとって夢が正夢となりますように。
σὺ δʼ, ὦ δέσποινα Ἀθηνᾶ, τήν τε ἄλλην δίδου τύχην καὶ χάριν καὶ τοῦ παρόντος ἔφαψαι λόγου, τά τε φανθέντα τέλει πρὸς τὴν ἀξίαν, ὡς ἐναργῆ τῆς νυκτὸς ἐδείκνυτο·
そして、おお、女主人アテナよ、他の幸運と恵みを与え、この現在の言論を助け、夜の間に鮮明に示された現れをその価値にふさわしく成就させてください。
ὡς δὲ καὶ ἔργῳ συμβῆναι σαφῆ καὶ βέβαια, ὅδε σοὶ λόγος ἔσται μικτὸς εὐχῆς τε καὶ ὕμνου τὰ νῦν.
それらが事実においても明白かつ確実なものとして実現するために、今ここに、あなたへの祈りと賛歌を交えたこの言論が捧げられます。
πάντα μὲν οὖν τὰ κάλλιστα περὶ Ἀθηνᾶν τε καὶ ἐξ Ἀθηνᾶς, ἐν δὲ τοῖς ἀξιολογώτατον αἱ γοναὶ τῆς θεοῦ, κεφάλαιον μὲν εἰπεῖν ὅτι τοῦ πάντων δημιουργοῦ καὶ βασιλέως παῖς ἐστι μόνη δὴ μόνου.
さて、すべて最も美しいものはアテナを巡り、またアテナから生じるが、それらの中でも最も注目に値するのはこの女神の誕生である。 要約して言えば、彼女は万物の造物主にして王の、まさに唯一なる者から生まれた唯一の娘である。
οὐ γὰρ εἶχεν ἐξ ὅτου ὁμοτίμου ποιήσειεν αὐτὴν, ἀλλʼ ἀναχωρήσας αὐτὸς εἰς αὑτὸν αὐτὸς ἐξ αὑτοῦ γεννᾷ τε καὶ τίκτει τὴν θεόν·
なぜなら、彼はそれによって彼女を作ることができるような自分と同等の者を持たなかったからであり、むしろ、彼自身が自分自身へと引きこもり、彼自身が自分自身からこの女神を儲け、産み落としたのである。
ὥστε ἐστὶ μόνη βεβαίως γνησία τοῦ πατρὸς, ἐξ ἴσου καὶ ὁμολογοῦντος ἑαυτῷ τοῦ γένους γενομένη.
それゆえ彼女は、確かに父の正統な娘であり、同等で自らと調和する血統から生まれたのである。
τὸ δὲ ἔτι τούτου μεῖζον, ὅτι καὶ ἐκ τοῦ καλλίστου τῶν ἑαυτοῦ, ἐκ τῆς κεφαλῆς, ἀνῆκεν αὐτὴν, ὡς ἄρα οὔτε ἐκ τῆς ἐκείνου κεφαλῆς κάλλιον ἦν ἀνελθεῖν οὐδὲν οὔτε Ἀθηνᾷ τόπος βελτίων ἀνασχεῖν· ἀλλὰ κατʼ ἀξίαν ἄμφω συνέβαινε.
さらにこれよりも大いなることは、彼が自らのうちで最も美しい部分、すなわち頭から彼女を送り出したことである。 それはあたかも、彼の頭からこれ以上美しいものが生じることはなく、アテナにとっても出現するのにこれより優れた場所はなかったかのようであり、両者にとってふさわしいように事が運んだのである。
γενομένη δʼ ἐκ Διὸς καὶ μόνου καὶ ἐκ τῆς κεφαλῆς οὐχ ἧττον τούτων θαυμαστὸν τὸ τέταρτον ἐφείλκετο, ὃ δή φασι συμβῆναι περὶ τὸ χάσμα τῆς κεφαλῆς τοῦ θεοῦ φάσμα·
こうして、ゼウスのみから、またその頭から生まれた彼女は、これらに劣らず驚くべき第四の事柄を伴っていた。 それは、神の頭の裂け目の周りで起こったと言われる幻影である。
ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ §10πατρός.
というのも、彼女は、太陽がその光線とともに昇るように、父によって内側から装われて、武装した姿でただちに現れ出たからである。
διὸ δὴ καὶ οὐ θέμις οὐδέποτε αὐτὴν καταλιπεῖν τὸν πατέρα, ἀλλʼ ἀεὶ πάρεστί τε καὶ συνδιαιτᾶται, καθάπερ συμπεφυκυῖα, ἀναπνεῖ τε εἰς αὐτὸν καὶ σύνεστι μόνη μόνῳ τῆς γενέσεως μεμνημένη, καὶ τῶν ὠδίνων ἀποδιδοῦσα πρέποντα τὸν μισθόν.
それゆえにまた、彼女が父を離れることは決して許されず、常に寄り添い、共に暮らし、まるで一体となって成長したかのようであり、彼へと息を吹き込み、誕生のことを覚えつつ唯一の者に唯一の者として付き添い、産みの苦しみに対するふさわしい報いを返している。
δοκεῖ δέ μοι καὶ πρεσβυτάτη θεῶν φῦναι, ἢ κομιδῆ τινῶν εὐαριθμήτων καὶ τῶν πρώτων ὄντων ἐν τῷ τότε·
また私には、彼女は神々の中で最も年長として生まれたか、あるいは当時の最初期に存在した極めて数少ない神々と並ぶものと思われる。
οὐ γὰρ ἂν ἄλλως ἕκαστα ὁ Ζεὺς διεῖλεν, εἰ μὴ πάρεδρόν τε καὶ σύμβουλον τὴν Ἀθηνᾶν παρεκαθίσατο.
なぜなら、もしアテナを傍らに座らせて助言者としなかったならば、ゼウスが万物を分配することはできなかったであろうから。
καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα διʼ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται·
実際、彼女だけがアイギスを永遠に身に帯び、彼女だけが父の武器で身を装ってホメロスの戦いへと赴く。
οἷα δὲ ἐν αὐλῇ θαυματοποιῶν ἅμα τοῖς αὐτοῖς ὅ τε Ζεὺς καὶ ἡ θεὸς χρῆται.
あたかも宮廷で奇術師たちが用いる道具のように、ゼウスと女神は同じものを共に用いるのである。
οὕτως δʼ ἐστὶν αἰδέσιμος τῷ πατρὶ καὶ πάντων κεκοινώνηκε καὶ τὰ πρεσβεῖα μόνη κατείληφεν, ὥστε καὶ τῶν ποιητῶν οὓς ἂν μάλιστά τις εἴποι τυχεῖν τῆς θεοῦ, Ὅμηρος μὲν τῆς αἰγίδος αὐτῆς μνησθεὶς καὶ τοῦ τρῶσαι δαίμονος ἐπιχειρήσαντος λέγει
"σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνὸς,"
λέγων ἀσφαλῶς, ἐπειδή γε καὶ τῷ Διὶ τῶν σκηπτῶν καὶ κεραυνῶν πλείονος ἄξια τὰ παρὰ τῆς Ἀθηνᾶς.
彼女は父にとって極めて敬うべき存在であり、すべてを共有し、特権を独占しているので、神の本質を最もよく捉えていると言える詩人たちのうち、ホメロスは、アイギスそのものに言及し、また彼女を傷つけようと企てた者について語る中で、「恐るべきもの、ゼウスの雷霆さえもこれを打ち倒すことはない」と言っている。 この言葉は確実なことを述べている。 なぜなら、ゼウスにとっても、自らの王笏や雷霆以上に、アテナからの助けの方が価値があるからである。
Πίνδαρος δʼ αὖ φησι δεξιὰν κατὰ χεῖρα τοῦ πατρὸς αὐτὴν καθεζομένην τὰς ἐντολὰς τοῖς θεοῖς ἀποδέχεσθαι.
またピンダロスは、彼女が父の右手に座り、他の神々への命令を受け取ると言っている。
ἀγγέλου μὲν γάρ ἐστι μείζων, ἥ γε τῶν ἀγγέλων ἄλλοις ἄλλα ἐπιτάττει πρώτη παρὰ τοῦ πατρὸς παραλαμβάνουσα, ἀντʼ ἐξηγητοῦ τινος οὖσα τοῖς θεοῖς [καὶ εἰσαγωγέως, ὅταν καὶ τούτου δέῃ].
なぜなら、彼女は使者よりも偉大であり、父から真っ先に受け取って、使者たちにそれぞれ異なる命令を下すからであり、神々に対して、一種の解釈者、およびそれが必要なときには案内人の役割を果たしている。
ἅτε δὲ ἐν κορυφῇ τε τοῦ Ὀλύμπου καὶ ἐκ κορυφῆς τοῦ Διὸς γενομένη πόλεών τε πασῶν τὰς κορυφὰς ἔχει κατὰ κράτος ὡς ἀληθῶς ᾑρηκυῖα καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς οὐκ Ἄτη πατεῖ τὰς κεφαλὰς, Ἀθηνᾶ δὲ ἀνέχει καὶ ἐμβατεύει, τηροῦσα τὸ σύμβολον τῆς αὑτῆς γενέσεως.
オリンポスの頂上にあり、またゼウスの頭から生まれた者として、彼女はあらゆる都市の頂をまさに力によって支配下においており、神に愛される人々については、破滅の女神が彼らの頭を踏みにじることはなく、アテナが彼らを支え、その中を歩み、自らの誕生の象徴を保っている。
τὸ μὲν δὴ κράτος τῆς θεοῦ τοσοῦτον ἐν οὐρανῷ καὶ γῇ.
天と地における女神の力はこのように絶大である。
ὅσου δὲ ἀξία θεοῖς τε καὶ ἀνθρώποις ἐστί τε καὶ γεγένηται καὶ γενήσεται θεῶν μὲν ἂν παῖδες ἄμεινον εἴποιεν ὅσοι χορευταὶ τῆς Ἀθηνᾶς, πειρατέον δὲ καὶ ἡμῖν
そして、彼女が神々と人間にとってどれほど価値がある存在であるかについては、アテナの踊り手である神々の子らのほうがより良く語ることができるだろうが、私たちも試みなければならない。