§15.1Ἀντήνορος] ἀντιθέου §15.2!!!!!!]ρ̣α̣κ̣ο̣ι̣τ̣ις Ἀθάνας πρόσπολος, §15.3ׯ˘¯¯] Παλλάδος ὀρσιμάχου §15.4¯¯˘¯¯ χ]ρυσέας §15.5¯˘¯¯¯˘ ]ν Ὀδυσσεῖ §15.6Λαρτιᾴδᾳ Μενελ]άῳ τʼ Ἀτρεΐδᾳ βασιλεῖ §15.7¯ ˘ ¯ ¯ ¯ βαθύ]ζωνος Θεανὼ §15.8¯ ¯ ˘ ˘ ¯ ˘ ˘]ον §15.9× ¯ ˘ ˘ ¯ ˘ ˘ ¯] προσήνεπεν §15.10× ¯ ˘ ¯ ¯ ¯ ˘ ἐ]ϋκτιμέναν §15.11¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ §15.12¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯]δ̣ων τυχόντες §15.13¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ¯ ˘ ˘ ¯] σὺν θεοῖς §15.14¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯]ους §15.22¯ ¯ ˘˘ ¯ ˘˘ ¯ §15.23¯ ¯ ˘˘ ¯ μεσονύ]κτιος κέαρ §15.36¯ ¯ ˘ ¯ ¯ ¯ ˘˘ ¯ ˘˘ ¯ §15.37ἆγον, πατὴρ δʼ εὔβουλος ἥρως §15.38πάντα σάμαινεν Πριάμῳ βασιλεῖ §15.39παίδεσσί τε μῦθον Ἀχαιῶν.
……神一般的安忒诺尔的 ……雅典娜的侍者,妻子…… ……激起战斗的帕拉斯的 ……黄金的 ……给奥德修斯 ……拉厄耳忒斯之子,以及阿特柔斯之子墨涅拉奥斯国王 ……深带的忒阿诺 …… ……说 ……建造良好的…… ……得到…… ……与诸神一起 …… ……午夜的心他们领着,而贤明的英雄父亲向普里阿摩斯国王以及他的子嗣们指明了阿开亚人的全部言语。
§15.40ἔνθα κάρυκες διʼ εὐ- §15.41ρεῖαν πόλιν ὀρνύμενοι §15.42Τρώων ἀόλλιζον φάλαγγας §15.43δεξίστρατον εἰς ἀγοράν.
此时,使者们在宽阔的城邦中奔走,召集特洛伊人的队伍,进入接纳军队的广场。
§15.44παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος· §15.45θεοῖς δʼ ἀνίσχοντες χέρας ἀθανάτοις §15.46εὔχοντο παύσασθαι δυᾶν.
到处都传遍了响亮的声音;他们向不朽的诸神举起双手,祈求免除灾难。
§15.47Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;
缪斯啊,是谁首先开始了公正的言辞?
§15.48Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ §15.49φθέγξατʼ, εὐπέπλοισι κοινώσας Χάρισσιν· §15.50ὦ Τρῶες ἀρηΐφιλοι, §15.51Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, §15.52οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων, §15.53ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν §15.54πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς §15.55Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος· §15.56ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
普勒斯忒涅斯之子墨涅拉奥斯,以动听的声音说道,他得到了身着美袍的美惠三女神的伴随: “噢,热爱战争的特洛伊人啊,高高统御、洞察万物的宙斯,并非凡人遭受巨大痛苦的根源,相反,它置于显要之处,供所有人去追寻,那便是正直的正义,它是神圣的秩序与聪慧的法律的伴侣;幸福之人的子孙选择她作为同居者。
§15.57ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις §15.58ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς §15.59Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς §15.60ἀλλότριον ὤπασεν, αὖτις §15.61δʼ ἐς βαθὺν πέμπει φθόρον, §15.62κείνα καὶ ὑπερφιάλους §15.63Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.
然而,那以诡诈的私利和狂妄的愚昧而滋长、毫无敬畏的傲慢,在迅速将他人的财富与权力赐予某人之后,又将其抛入深重的毁灭之中;正是她,也将那些狂妄自大的大地之子巨人族毁灭。 ”