§5.1εὔμοιρε Συρακοσίων §5.2ἱπποδινήτων στραταγέ, §5.3γνώσει μὲν ἰοστεφάνων §5.4Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν §5.5αἴ τις ἐπιχθονίων, §5.6ὀρθῶς·
幸运的叙拉古骑兵统帅(希伦)啊,如果当今凡人之中有谁能正确赏识,你必将正确地赏识那戴着紫罗兰花冠的缪斯们所赐予的甘美之礼。
φρένα δʼ εὐθύδικον §5.7ἀτρέμʼ ἀμπαύσας μεριμνᾶν §5.8δεῦρʼ ἐπάθρησον νόῳ, §5.9ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας §5.10ὕμνον ἀπὸ ζαθέας §5.11νάσου ξένος ὑμετέραν πέμ- §5.12πει κλεεννὰν ἐς πόλιν, §5.13χρυσάμπυκος Οὐρανίας κλει- §5.14νὸς θεράπων·
但请让公正的内心暂免于忧虑,专注于此,来看这位客友如何与束着深色腰带的美惠女神们一起织就赞歌,并从神圣的岛屿送往你们光荣的城邦,他是那戴着金发带的乌拉妮娅的名高侍者。
βαθὺν §5.17δʼ αἰθέρα ξουθαῖσι τάμνων §5.18ὑψοῦ πτερύγεσσι ταχεί- §5.19αις αἰετὸς εὐρυάνακτος ἄγγελος §5.20Ζηνὸς ἐρισφαράγου §5.21θαρσεῖ κρατερᾷ πίσυνος §5.22ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι- §5.23χες λιγύφθογγοι φόβῳ·
那翱翔于高空、用金褐色疾驰的双翼割开深邃的大气之鹰,是那广治万方、雷声隆隆的宙斯之使者,他凭着强大的力量而无所畏惧地前进,而那些声音清脆的鸟类则因恐惧而蜷缩。
§5.24οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας, §5.25οὐδʼ ἁλὸς ἀκαμάτας §5.26δυσπαίπαλα κύματα· νωμᾶ- §5.27ται δʼ ἐν ἀτρύτῳ χάει §5.28λεπτότριχα σὺν ζεφύρου πνοι- §5.29αῖσιν ἔθειραν ἀρίγνω- §5.30τος μετʼ ἀνθρώποις ἰδεῖν·
无论是辽阔大地的峰峦,还是疲惫不知的海洋汹涌的波涛,都无法将他阻挡;他在无尽的虚空中翱翔,随着西风的呼吸,他那羽毛纤细的翅翼在世人中极易辨认。
§5.31τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος §5.32ὑμετέραν ἀρετὰν §5.33ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας §5.34χαλκεοστέρνου τʼ Ἄρηος, §5.35Δεινομένευς ἀγέρω- §5.36χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
同样,如今于我而言也有万千道路通向四面八方,得以颂扬你们的丰功伟绩,承蒙深色秀发的胜利女神尼凯以及身披青铜铠甲的阿瑞斯的眷顾,戴诺梅内斯傲岸的诸子啊;愿神明在行善时永不倦怠。
§5.37ξανθότριχα μὲν Φερένικον §5.38Ἀλφεὸν παρʼ εὐρυδίναν §5.39πῶλον ἀελλοδρόμαν §5.40εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς, §5.41Πυθῶνί τʼ ἐν ἀγαθέᾳ·
那匹栗毛名驹费雷尼科斯,在急流旋转的阿尔斐俄斯河畔,作为一匹如风暴般疾驰的骏马,被那金臂的黎明女神看见其夺冠,同样是在神圣的皮托。
§5.42γᾷ δʼ ἐπισκήπτων πιφαύσκω· §5.43οὔπω νιν ὑπὸ προτέρων §5.44ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις §5.45πρὸς τέλος ὀρνύμενον· §5.46ῥιπᾷ γὰρ ἴσος βορέα §5.47ὃν κυβερνήταν φυλάσσων §5.48ἵεται νεόκροτον §5.49νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
我对大地起誓并宣告:在比赛中,从未有前方的骏马所扬起的尘土沾污了他,当他冲向终点时;因为他快如北风的肆虐,护卫着他的驾驭者,疾驰向前,为好客的希伦夺得崭新的、伴着欢呼的胜利。
§5.50ὄλβιος ᾧτινι θ εὸ ς §5.51μοῖράν τε καλῶν ἔπορεν §5.52σύν τʼ ἐπιζήλῳ τύχᾳ §5.53ἀφν εὸ ν βιοτὰν διάγειν· οὐ §5.54γάρ τις ἐπιχθονίων §5.55πάντα γʼ εὐδαίμων ἔφυ.
幸福的是那蒙神明赐予美善之物的一份、并伴随着令人羡慕的运气度过富足一生的人;因为没有任何一个凡人能在一切事上皆得完满的幸福。
§5.56καὶ μάν π]οτʼ ἐρειψιπύλαν §5.57παῖδʼ ἀνίκ]ατον λέγουσιν §5.58δῦναι Διὸς] ἀργικεραύ- §5.59νου δώματα Φερσεφόνας τανισφύρου, §5.60καρχαρόδοντα κύνʼ ἄ- §5.61ξοντʼ ἐς φάος ἐξ Ἀΐδα, §5.62υἱὸν ἀπλάτοιʼ Ἐχίδνας·
的确,人们说曾经那击碎城门的、无敌的宙斯之子(赫拉克勒斯),在闪烁着白光的雷电之主的(允准下),降临到纤细足踝的珀耳塞福涅的府邸,为的是将那口露尖牙的恶犬从哈得斯带到光明的地上,也就是那不可亲近的厄客德娜之子。
§5.63ἔνθα δυστάνων βροτῶν §5.64ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις, §5.65οἷά τε φύλλʼ ἄνεμος §5.66Ἴδας ἀνὰ μηλοβότους §5.67πρῶνας ἀργηστὰς δονεῖ.
在那里,他在科库托斯河的溪流旁见到了不幸死者的灵魂,宛如风在牧羊的伊达山洁白闪耀的山脊上摇动树叶一般。
在这些灵魂中,那勇敢的、挥舞长枪的波尔陶恩后裔(梅列阿格罗斯)的幻影分外醒目。
§5.71τὸν δʼ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως §5.72τεύχεσι λαμπόμενον, §5.73νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας, §5.74χαλκεόκρανον δʼ ἔπειτʼ ἐξ- §5.75είλετο ϝιὸν ἀνα- §5.76πτύξας φαρέτρας πῶμα·
阿尔克墨涅那令人赞叹的英雄一看见他在铠甲中闪闪发光,便将发出清脆鸣响的弓弦搭在弓梢上,接着他取出一支青铜箭头的箭,打开了箭筒的盖子。
τῷ δʼ ἐναντία §5.77ψυχὰ προφάνη Μελεάγρου §5.78καί νιν εὖ εἰδὼς προσεῖπεν· §5.79υἱὲ Διὸς μεγάλου, §5.80στᾶθί τʼ ἐν χώρᾳ, γελανώσας τε θυμόν §5.81μὴ ταΰσιον προΐει §5.82τραχὺν ἐκ χειρῶν ὀϊστὸν §5.83ψυχαῖσιν ἔπι φθιμένων· §5.84οὔτοι δέος.
但迎向他的梅列阿格罗斯的灵魂显现了,并且洞悉一切地对他说道: “伟大宙斯之子啊,请停下脚步,平息你的怒火,不要徒然从手中射出粗暴的利箭,针对已逝之人的灵魂;这里并无危险。
ὣς φάτο· θάμβησεν δʼ ἄναξ §5.85Ἀμφιτρυωνιάδας, §5.86εἶπέν τε· τίς ἀθανάτων §5.87ἢ βροτῶν τοιοῦτον ἔρνος §5.88θρέψεν ἐν ποίᾳ χθονί;
”他如此说道;而阿姆菲特律翁之子的领主感到震惊,说道:“哪位神明或凡人抚养了如此粗壮的枝丫,并在何方土地?
§5.89τίς δʼ ἔκτανεν;
又是谁杀害了你?
ἦ τάχα καλλίζωνος Ἥρα §5.90κεῖνον ἐφʼ ἁμετέρᾳ §5.91πέμψει κεφαλᾷ· τὰ δέ που §5.92Παλλάδι ξανθᾷ μέλει.
恐怕那束着美带的赫拉会派遣那人来到我的头顶;但这大概是金发帕拉斯所关照的事。