§3.4.5τῆς δὲ τῶν Ἑλλήνων πλάνης τῆς εἰς τὰ βάρβαρα ἔθνη νομίζοι τις ἂν αἴτιον τὸ διεσπάσθαι κατὰ μέρη μικρὰ καὶ δυναστείας ἐπιπλοκὴν οὐκ ἐχούσας πρὸς ἀλλήλους κατʼ αὐθάδειαν, ὥστε ἐκ τούτου πρὸς τοὺς ἐπιόντας ἔξωθεν ἀσθενεῖς εἶναι.
至于希腊人向野蛮民族地区的漂流,人们或许会认为其原因在于,由于他们的自大,他们分裂成许多小的部分和彼此不相联系的统治势力,从而导致他们面对外来入侵者时显得软弱无力。
τοῦτο δὲ τὸ αὔθαδες ἐν δὴ τοῖς Ἴβηρσι μάλιστα ἐπέτεινε προσλαβοῦσι καὶ τὸ πανοῦργον φύσει καὶ τὸ μὴ ἁπλοῦν· ἐπιθετικοὶ γὰρ καὶ λῃστρικοὶ τοῖς βίοις ἐγένοντο τὰ μικρὰ τολμῶντες, μεγάλοις δʼ οὐκ ἐπιβαλλόμενοι διὰ τὸ μεγάλας μὴ κατασκευάζεσθαι δυνάμεις καὶ κοινωνίας.
而这种自大在伊比利亚人中尤为剧烈,他们还兼具天生的狡黠和不单纯;因为他们在生活中变得具有攻击性和掠夺性,敢于进行小规模的冒险,却因不建立强大的军队和联盟而不敢企及大事。
εἰ γὰρ δὴ συνασπίζειν ἐβούλοντο ἀλλήλοις, οὔτε Καρχηδονίοις ὑπῆρξεν ἂν καταστρέψασθαι ἐπελθοῦσι τὴν πλείστην αὐτῶν ἐκ περιουσίας, καὶ ἔτι πρότερον Τυρίοις, εἶτα Κελτοῖς οἳ νῦν Κελτίβηρες καὶ Βήρωνες καλοῦνται, οὔτε τῷ λῃστῇ Οὐριάθῳ καὶ Σερτωρίῳ μετὰ ταῦτα καὶ εἴ τινες ἕτεροι δυναστείας ἐπεθύμησαν μείζονος.
因为如果他们当时愿意互相并肩作战,那么不论是前来侵犯的迦太基人,还是更早的推罗人,或者是现在被称为凯尔特伊比利亚人和贝罗内斯人的凯尔特人,亦或是此后的强盗维里亚图斯和塞托里乌斯,以及其他任何渴望更大统治权的人,都不可能轻而易举地征服他们中的大部分。
Ῥωμαῖοί τε τῷ κατὰ μέρη πρὸς τοὺς Ἴβηρας πολεμεῖν καθʼ ἑκάστην διὰ ταύτην τὴν δυναστείαν πολύν τινα διετέλεσαν χρόνον, ἄλλοτʼ ἄλλους καταστρεφόμενοι τέως ἕως ἅπαντας ὑποχειρίους ἔλαβον διακοσιοστῷ σχεδόν τι ἔτει ἢ μακρότερον.
罗马人也正是因为这种统治制度,不得不对伊比利亚人进行各据点式的逐一战争,因而耗费了极长的时间,时而征服这批人,时而征服那批人,直到大约两百年甚至更久之后,才将他们全部收归麾下。
ἐπάνειμι δὲ ἐπὶ τὴν περιήγησιν.
不过,我还是回到我的游记上来。
§3.4.6μετὰ τοίνυν Ἄβδηρα ἔστι Καρχηδὼν ἡ νέα, κτίσμα Ἀσδρούβα τοῦ διαδεξαμένου Βάρκαν τὸν Ἀννίβα πατέρα, κρατίστη πολὺ τῶν ταύτῃ πόλεων· καὶ γὰρ ἐρυμνή τʼ ἐστὶ καὶ τείχει κατεσκευασμένῳ καλῶς καὶ λιμέσι καὶ λίμνῃ κεκόσμηται καὶ τοῖς τῶν ἀργυρίων μετάλλοις, περὶ ὧν εἰρήκαμεν·
那么,在阿布德拉之后就是新迦太基,这是继承了汉尼拔之父巴卡的哈斯德鲁巴所建,是该地区迄今为止最强大的城市;因为这里不仅地势险要,而且有建造精良的城墙、港口、潟湖以及我们已经提到过的银矿作为点缀。
κἀνταῦθα δὲ καὶ ἐν τοῖς πλησίον τόποις πολλὴ ἡ ταριχεία· καὶ ἔστι τοῦτο μέγιστον ἐμπόριον τῶν μὲν ἐκ θαλάττης τοῖς ἐν τῇ μεσογαίᾳ, τῶν δʼ ἐκεῖθεν τοῖς ἔξω πᾶσιν.
在这里及临近地区,鱼类盐渍业也非常发达;这也是一个极大的贸易市场,向内陆居民提供来自海洋的产品,向外部所有人提供来自内陆的产品。
ἡ δʼ ἐνθένδε μέχρι τοῦ Ἴβηρος παραλία κατὰ μέσον πως τὸ διάστημα ἔχει τὸν Σούκρωνα ποταμὸν καὶ τὴν ἐκβολὴν αὐτοῦ καὶ πόλιν ὁμώνυμον· ῥεῖ δὲ ἐκ τοῦ συνεχοῦς ὄρους τῇ ὑπερκειμένῃ ῥάχει τῆς τε Μαλάκας καὶ τῶν περὶ Καρχηδόνα τόπων, περατὸς πεζῇ, παράλληλος δέ πως τῷ Ἴβηρι, μικρὸν δὲ διέχει τῆς Καρχηδόνος ἢ τοῦ Ἴβηρος.
从这里到埃布罗河的海岸线,在其大约中点的位置有苏克罗河及其河口,以及一座同名的城市;它发源于同马拉卡及迦太基周边地区上方山脊相连的山脉,可以徒步涉渡,在某种程度上与埃布罗河平行,但与迦太基或埃布罗河的距离较短。
μεταξὺ μὲν οὖν τοῦ Σούκρωνος καὶ τῆς Καρχηδόνος τρία πολίχνια Μασσαλιωτῶν ἔστιν οὐ πολὺ ἄπωθεν τοῦ ποταμοῦ· τούτων δʼ ἐστὶ γνωριμώτατον τὸ Ἡμεροσκοπεῖον ἔχον ἐπὶ τῇ ἄκρᾳ τῆς Ἐφεσίας Ἀρτέμιδος ἱερὸν σφόδρα τιμώμενον, ᾧ ἐχρήσατο Σερτώριος ὁρμητηρίῳ κατὰ θάλατταν· ἐρυμνὸν γάρ ἐστι καὶ λῃστρικόν, κάτοπτον δὲ ἐκ πολλοῦ τοῖς προσπλέουσι, καλεῖται δὲ Διάνιον, οἷον Ἀρτεμίσιον, ἔχον σιδηρεῖα εὐφυῆ πλησίον καὶ νησίδια Πλανησίαν καὶ Πλουμβαρίαν καὶ λιμνοθάλατταν ὑπερκειμένην, ἔχουσαν ἐν κύκλῳ σταδίους τετρακοσίους.
在苏克罗河与迦太基之间有马赛人的三个小城镇,离河不远;其中最著名的是赫梅罗스코페이온,在其岬角上建有备受尊崇的以弗所阿耳忒弥斯神庙,塞托里乌斯曾将其用作海上的行动基地;因为这里地势险要且利于海盗活动,从很远的地方就能被向此航行的人望见;它被称为迪亚尼翁(意即阿耳忒弥斯神庙),附近有优质的铁矿,以及普拉内西亚和普伦巴里亚小岛,其上方还有一个周长为四百斯塔迪亚的潟湖。
εἶθʼ ἡ τοῦ Ἡρακλέους νῆσος ἤδη πρὸς Καρχηδόνι, ἣν καλοῦσι Σκομβραρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεται γάρον· εἴκοσι δὲ διέχει σταδίους καὶ τέτταρας τῆς Καρχηδόνος.
然后是紧邻迦太基的赫拉克勒斯岛,因那里捕获的鲭鱼而被人们称为斯康布拉里亚,最优质的鱼酱就是由此制成的;它距离迦太基二十四斯塔迪亚。
πάλιν δʼ ἐπὶ θάτερα τοῦ Σούκρωνος ἰόντι ἐπὶ τὴν ἐκβολὴν τοῦ Ἴβηρος Σάγουντον κτίσμα Ζακυνθίων, ἣν Ἀννίβας κατασκάψας παρὰ τὰ συγκείμενα πρὸς Ῥωμαίους τὸν δεύτερον αὐτοῖς ἐξῆψε πόλεμον πρὸς Καρχηδονίους.
而再次折向苏克罗河的另一侧、朝向埃布罗河口走去的人,会看到萨贡托,这是扎金索斯人的定居地,汉尼拔违反与罗马人的协议将其彻底摧毁,从而为他们点燃了针对迦太基人的第二次战争。
πλησίον δὲ πόλεις εἰσὶ Χερρόνησός τε καὶ Ὀλέαστρον καὶ Καρταλίας· ἐπʼ αὐτῇ δὲ τῇ διαβάσει τοῦ Ἴβηρος Δέρτωσσα κατοικία.
附近有切罗内索斯、奥莱阿斯特隆和卡塔利亚斯等城市;而在埃布罗河的渡口处,则是德尔托萨居民点。
ῥεῖ δὲ ὁ Ἴβηρ ἀπὸ Καντάβρων ἔχων τὰς ἀρχὰς ἐπὶ μεσημβρίαν διὰ πολλοῦ πεδίου παράλληλος τοῖς Πυρηναίοις ὄρεσι.
埃布罗河发源于坎塔布里亚人之地,流向南方,穿过一片广阔的平原,与比利牛斯山脉平行。