§14.5.27μεταβὰς δʼ ἐπὶ τὸν ποιητὴν τοῦτο μὲν ὀρθῶς λέγει, διότι πολλὴ σύγχυσις γεγένηται τῶν βαρβάρων ἐθνῶν ἀπὸ τῶν Τρωικῶν εἰς τὰ νῦν διὰ τὰς μεταπτώσεις· καὶ γὰρ προσγέγονέ τινα καὶ ἐλλέλοιπε καὶ διέσπασται καὶ συνῆκται εἰς ἕν.
当他的论述转到这位诗人时,在这一点上他说得对,即从特洛伊战争时代到现代,由于各种变迁,蛮族各部落之间产生了很大的混乱;因为确实有一些部落加入,一些消亡,一些分裂,一些合并为一。
οὐκ εὖ δὲ τὴν αἰτίαν διττὴν ἀποφαίνει διʼ ἣν οὐ μέμνηταί τινων ὁ ποιητής· ἢ τῷ μήπω τότʼ οἰκεῖσθαι ὑπὸ τοῦ ἔθνους τούτου, ἢ τῷ ἐν ἑτέρῳ γένει περιέχεσθαι.
但是,他将诗人未提及某些人的原因解释为双重原因是不可取的:要么是因为当时该地区还未被该部落居住,要么是因为他们被包含在另一个族群中。
τὴν γὰρ Καππαδοκίαν οὐκ εἴρηκεν, οὐδὲ τὴν Καταονίαν, ὡς δʼ αὕτως τὴν Λυκαονίαν, διʼ οὐδέτερον τούτων· οὐ γὰρ ἔχομεν τοιαύτην ἱστορίαν ἐπʼ αὐτῶν οὐδεμίαν.
因为他既没有提到卡帕多西亚,也没有提到卡陶尼亚,同样也没有提到吕考尼亚,这并不是因为这两个原因中的任何一个;因为我们关于这些地区没有任何这样的历史记录。
γελοῖόν τε τὸ τοὺς Καππάδοκας καὶ Λυκάονας διὰ τί μὲν Ὅμηρος παρέλιπε φροντίσαι καὶ ἀπολογήσασθαι, διὰ τί δʼ Ἔφορος παρῆλθε παρελθεῖν καὶ αὐτόν, καὶ ταῦτα παραθέμενον πρὸς αὐτὸ τοῦτο τὴν ἀπόφασιν τἀνδρός, πρὸς τὸ ἐξετάσαι καὶ διαιτῆσαι· καὶ διότι μὲν Μῄονας ἀντὶ Λυδῶν Ὅμηρος εἶπε διδάξαι, ὅτι δʼ οὔτε Λυδοὺς οὔτε Μῄονας εἴρηκεν Ἔφορος μὴ ἐπισημήνασθαι.
荒谬的是,他一方面关心并为荷马为何遗漏卡帕多西亚人和吕考尼亚人进行辩护,而另一方面他自己却对埃福罗斯为何忽略了他们也视而不见——而且这还是在他为了审查和裁决这一目的而引用了那人的言论的情况下;此外,他虽然说明了荷马为何用梅奥尼亚人代替吕底亚人,却未指出埃福罗斯既没有提到吕底亚人也没有提到梅奥尼亚人。
§14.5.28φήσας δὲ ἀγνώτων τινῶν μεμνῆσθαι τὸν ποιητήν, Καύκωνας μὲν ὀρθῶς λέγει καὶ Σολύμους καὶ Κητείους καὶ Λέλεγας καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου, τοὺς δʼ Ἁλιζῶνας αὐτὸς πλάττει, μᾶλλον δʼ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας ἀγνοήσαντες τίνες εἰσί, καὶ μεταγράφοντες πλεοναχῶς καὶ πλάττοντες τὴν τοῦ ἀργύρου γενέθλην καὶ ἄλλα πολλὰ μέταλλα, ἐκλελειμμένα ἅπαντα.
他虽然说诗人提到了一些不为人知的民族,但在提到卡乌科内斯人、索リュモイ人、凯特伊奥伊人、雷雷格斯人以及来自底比斯平原的基利家非人时,他说得对;但至于哈利佐内斯人,他自己编造了他们——或者更确切地说,是那些最初不知道哈利佐内斯人是谁,并以多种方式改写其名字、编造“银之诞生地”和许多其他矿山(这些矿山现在已全部消失)的人编造了他们。
πρὸς ταύτην δὲ τὴν φιλοτιμίαν κἀκείνας συνήγαγον τὰς ἱστορίας, ἃς ὁ Σκήψιος τίθησι παρὰ Καλλισθένους λαβὼν καὶ ἄλλων τινῶν, οὐ καθαρευόντων τῆς περὶ τῶν Ἁλιζώνων ψευδοδοξίας· ὡς ὁ μὲν Ταντάλου πλοῦτος καὶ τῶν Πελοπιδῶν ἀπὸ τῶν περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων ἐγένετο· ὁ δὲ Κάδμου περὶ Θρᾴκην καὶ τὸ Παγγαῖον ὄρος· ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυσείων, ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται· πολλὴ δʼ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα σημεῖα τῆς πάλαι μεταλλείας· ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος· ὁ δὲ Γύγου καὶ Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίᾳ καὶ τῆς μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου πολίχνη ἐρήμη ἐκμεμεταλλευμένα ἔχουσα τὰ χωρία.
为了满足这种虚荣心,他们还收集了斯克普西斯人从卡利斯提尼和其他一些未摆脱关于哈利佐内斯人错误观点的人那里得到的那些故事:即坦塔罗斯和伯罗普斯家族的财富源于弗里吉亚和西皮洛斯周围的矿山;卡德摩斯的财富源于色雷斯和潘盖乌斯山周围的矿山;普里阿摩斯的财富源于阿拜多斯附近阿斯图拉的金矿,那里现在还留有一点遗迹,大量的废石和挖掘痕迹是古代开采的证据;米达斯的财富源于贝尔米乌斯山周围的矿山;吉格斯、阿利亚特斯和克罗伊索斯的财富源于吕底亚的矿山以及阿塔尔内乌斯和佩加蒙之间一座废弃的小镇,该镇的土地已被完全开采殆尽。
§14.5.29ἔτι καὶ ταῦτα μέμψαιτο ἄν τις τοῦ Ἀπολλοδώρου, ὅτι τῶν νεωτέρων καινοτομούντων πολλὰ παρὰ τὰς Ὁμηρικὰς ἀποφάσεις, εἰωθὼς ταῦτʼ ἐλέγχειν ἐπὶ πλέον, ἐνταῦθα οὐκ ὠλιγώρηκε μόνον, ἀλλὰ καὶ τἀναντία εἰς ἓν συνάγει τὰ μὴ ὡσαύτως λεγόμενα.
此外,人们还可以就以下这点指责阿波罗多洛,即:虽然他习惯于详细驳斥那些违背荷马言论而进行诸多篡改的后世作家,¦p.949 但在这里他不仅疏忽了,甚至还将表述不一、互相矛盾的事情混为一谈。
ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς μετὰ τὰ Τρωικά φησιν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου, ἀγαγεῖν δʼ αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύντων καὶ Ἀσκανίας.
因为吕底亚人克桑索斯说,特洛伊战争之后弗里吉亚人从欧洲和黑海的左侧迁来,斯卡曼德里奥斯将他们从贝雷昆特斯和阿斯卡尼亚领来。
ἐπιλέγει δὲ τούτοις ὁ Ἀπολλόδωρος, ὅτι τῆς Ἀσκανίας ταύτης μνημονεύει καὶ Ὅμηρος ἧς ὁ Ξάνθος
"
Φόρκυς δὲ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
τῆλʼ ἐξ Ἀσκανίης.
阿波罗多洛对此补充说,荷马也提到了克桑索斯所说的这个阿斯卡尼亚: "福耳库斯和神一般的阿斯卡尼奥斯率领弗里吉亚人,来自遥远的阿斯卡尼亚。
"
ἀλλʼ εἰ οὕτως ἔχει, ἡ μὲν μετανάστασις ὕστερον ἂν εἴη τῶν Τρωικῶν γεγονυῖα, ἐν δὲ τοῖς Τρωικοῖς τὸ λεγόμενον ὑπὸ τοῦ ποιητοῦ ἐπικουρικὸν ἧκεν ἐκ τῆς περαίας ἐκ τῶν Βερεκύντων καὶ τῆς Ἀσκανίας.
"但如果真是这样,这次迁徙就应该发生在特洛伊战争之后,而相反,在特洛伊战争期间,诗人所说的援军是从对岸的贝雷昆特斯和阿斯卡尼亚来的。
τίνες οὖν Φρύγες ἦσαν
"
οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο,
"
ὅτε ὁ Πρίαμος
"
ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέγμην
"
φησί;
那么,当普里阿摩斯说: "我作为盟友被算在他们中间 "的时候,那些 "当时在桑加里奥斯河畔扎营的 "弗里吉亚人又是谁呢?
πῶς δὲ ἐκ μὲν Βερεκύντων μετεπέμπετο Φρύγας ὁ Πρίαμος, πρὸς οὓς οὐδὲν ἦν αὐτῷ συμβόλαιον, τοὺς δʼ ὁμόρους καὶ οἷς αὐτὸς πρότερον ἐπεκούρησε παρέλιπεν;
另外,普里阿摩斯为何从与之毫无往来的贝雷昆特斯召集弗里吉亚人,却遗漏了那些作为邻居、且他自己以前曾援助过的人呢?
οὕτω δὲ περὶ τῶν Φρυγῶν εἰπὼν ἐπιφέρει καὶ τὰ περὶ τῶν Μυσῶν οὐχ ὁμολογούμενα τούτοις· λέγεσθαι γάρ φησι καὶ τῆς Μυσίας κώμην Ἀσκανίαν περὶ λίμνην ὁμώνυμον, ἐξ ἧς καὶ τὸν Ἀσκάνιον ποταμὸν ῥεῖν, οὗ μνημονεύει καὶ Εὐφορίων
"
Μυσοῖος παρʼ ὕδασιν Ἀσκανίοιο.
在这样说明了弗里吉亚人之后,他又引入了关于米西亚人的、与这些并不相符的记载:因为他说,据说在米西亚也有一个同名湖泊周围的阿斯卡尼亚村,阿斯卡尼奥斯河也从此流出,欧福里翁也提到了这一点: "阿斯卡尼奥斯水边的米西亚人。
"
καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος
"
οἳ καὶ ἐπʼ Ἀσκανίῳ δώματʼ ἔχουσι ῥόῳ,
λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν· ἔνθα Δολίων
υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης.
"阿托利亚的亚历山大也说: "他们也在阿斯卡尼奥斯河畔建有房屋,在阿斯卡尼亚湖畔;在那里,西勒诺斯和梅莉亚之子多利翁定居下来。
"
καλοῦσι δέ, φησί, Δολιονίδα καὶ Μυσίαν τὴν περὶ Κύζικον ἰόντι εἰς Μιλητούπολιν.
"而且他说,人们将从库济科斯周边前往米利托波利斯途中的地区称为多利奥尼斯和米西亚。
εἰ οὖν οὕτως ἔχει ταῦτα, καὶ ἐκμαρτυρεῖται ὑπὸ τῶν δεικνυμένων νῦν καὶ ὑπὸ τῶν ποιητῶν, τί ἐκώλυε τὸν Ὅμηρον ταύτης μεμνῆσθαι τῆς Ἀσκανίας, ἀλλὰ μὴ τῆς ὑπὸ Ξάνθου λεγομένης;
那么,如果这些情况属实,并且得到了当前所示的事实和诗人们的证实,那么有什么能阻止荷马提到这个阿斯卡尼亚,而不是克桑索斯所说的那个呢?
εἴρηται δὲ καὶ πρότερον περὶ τούτων ἐν τῷ περὶ Μυσῶν καὶ Φρυγῶν λόγῳ, ὥστε ἐχέτω πέρας.
然而,这些事情在之前关于米西亚人和弗里吉亚人的论述中已经讨论过,所以就此结束吧。