§13.3.6μεγίστη δέ ἐστι τῶν Αἰολικῶν καὶ ἀρίστη Κύμη καὶ σχεδὸν μητρόπολις αὕτη τε καὶ ἡ Λέσβος τῶν ἄλλων πόλεων περὶ τριάκοντά που τὸν ἀριθμόν, ὧν ἐκλελοίπασιν οὐκ ὀλίγαι.
\n在埃奥利斯城市中,库墨是最大且最好的,它与莱斯博斯岛几乎是其他大约三十座城市(其中不少已经消亡)的母都市。
σκώπτεται δʼ εἰς ἀναισθησίαν ἡ Κύμη κατὰ τοιαύτην τινά, ὥς φασιν ἔνιοι, δόξαν, ὅτι τριακοσίοις ἔτεσιν ὕστερον τῆς κτίσεως ἀπέδοντο τοῦ λιμένος τὰ τέλη, πρότερον δʼ οὐκ ἐκαρποῦτο τὴν πρόσοδον ταύτην ὁ δῆμος· κατέσχεν οὖν δόξα ὡς ὀψὲ ᾐσθημένων ὅτι ἐπὶ θαλάττῃ πόλιν οἰκοῖεν.
库墨因其愚钝而受到嘲笑,正如一些人所说,有这样一种名声,即在建城三百年后他们才开始征收港口税,在此之前,公民们并未享受到这笔收入;因此,人们流传着一种名声,仿佛他们很晚才意识到自己居住在海滨城市。
ἔστι δὲ καὶ ἄλλος λόγος, ὅτι δανεισάμενοι χρήματα δημοσίᾳ τὰς στοὰς ὑπέθεντο, εἶτʼ οὐκ ἀποδιδόντες κατὰ τὴν ὡρισμένην ἡμέραν εἴργοντο τῶν περιπάτων· ὅτε μέντοι ὄμβρος εἴη, κατʼ αἰδῶ τινα κηρύττοιεν οἱ δανεισταί, κελεύοντες ὑπὸ τὰς στοὰς ὑπέρχεσθαι· τοῦ δὴ κήρυκος οὕτω φθεγγομένου
ὑπὸ τὰς στοὰς ὑπέλθετε,
ἐκπεσεῖν λόγον ὡς Κυμαίων οὐκ αἰσθανομένων ὡς ἐν τοῖς ὄμβροις ὑπὸ τὰς στοὰς ὑπελθετέον, ἂν μὴ σημάνῃ τις αὐτοῖς διὰ κηρύγματος.
还有另一个传说,说他们曾以公共名义借钱,并将柱廊抵押出去,后来因未在规定日期还钱,被禁止在柱廊内散步;然而,每当降雨时,债权人出于某种同情,便会让宣告员发出宣告,邀请他们到柱廊下避雨;因为宣告员这样喊道:“到柱廊下来吧”,于是便流传开一种说法,说库墨人如果不通过宣告员的提醒,就不会意识到在下雨时应该到柱廊下避雨。
ἀνὴρ δʼ ἄξιος μνήμης ἐκ τῆσδε τῆς πόλεως ἀναντιλέκτως μέν ἐστιν Ἔφορος, τῶν Ἰσοκράτους γνωρίμων τοῦ ῥήτορος, ὁ τὴν ἱστορίαν συγγράψας καὶ τὰ περὶ τῶν εὑρημάτων· καὶ ἔτι πρότερος τούτου Ἡσίοδος ὁ ποιητής· αὐτὸς γὰρ εἴρηκεν ὅτι ὁ πατὴρ αὐτοῦ Δῖος μετῴκησεν εἰς Βοιωτοὺς Κύμην Αἰολίδα προλιπών
"
νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.
这位城市出身的值得纪念的人物无疑是埃福罗斯,他是修辞学家伊索克拉底的弟子之一,撰写了《历史》和《关于发明》;而比他更早的则是诗人赫西俄德,因为他自己说过,他的父亲迪奥斯离开了埃奥利斯的库墨,移居到波奥蒂亚:\n“他定居在赫利孔山旁一个凄凉的村庄阿斯克拉,冬日严酷,夏日艰难,从未有舒适之时。
"
Ὅμηρος δʼ οὐχ ὁμολογουμένως· πολλοὶ γὰρ ἀμφισβητοῦσιν αὐτοῦ.
”\n 至于荷马,则没有一致的共识,因为许多人争论他的出身。
τὸ δʼ ὄνομα ἀπὸ Ἀμαζόνος τῇ πόλει τεθεῖσθαι, καθάπερ καὶ τῇ Μυρίνῃ ἀπὸ τῆς ἐν τῷ Τρωικῷ πεδίῳ κειμένης ὑπὸ τῇ Βατιείᾳ
"
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης
"
σκώπτεται δὲ καὶ ὁ Ἔφορος, διότι τῆς πατρίδος ἔργα οὐκ ἔχων φράζειν ἐν τῇ διαριθμήσει τῶν ἄλλων πράξεων, οὐ μὴν οὐδʼ ἀμνημόνευτον αὐτὴν εἶναι θέλων, οὕτως ἐπιφωνεῖ
"κατὰ δὲ τὸν αὐτὸν καιρὸν Κυμαῖοι τὰς ἡσυχίας ἦγον.
据说,这座城市的名字得自一位亚马逊人,就像米里纳的名字得自埋葬在特洛伊平原巴蒂埃亚下方的亚马逊人一样:\n“凡人称之为巴蒂埃亚,而不朽的神灵则称之为动作敏捷的米里纳之墓。 ”\n埃福罗斯也受到了嘲笑,因为在列举其他事件时,他没有自己祖国的功绩可写,但又不想让她不被提及,于是这样附带说了一句:\n“在同一时期,库墨人保持着平静。
"
Ἐπεὶ δὲ διεληλύθαμεν τὴν Τρωικὴν ἅμα καὶ τὴν Αἰολικὴν παραλίαν, ἐφεξῆς ἂν εἴη τὴν μεσόγαιαν ἐπιδραμεῖν μέχρι τοῦ Ταύρου, φυλάττοντας τὴν αὐτὴν τῆς ἐφόδου τάξιν.
”\n既然我们已经遍历了特洛伊及埃奥利斯的海岸地带,接下来就应该顺着同样的考察顺序,快速浏览内陆地区直至托罗斯山脉。