§7Ὅτι δὲ διὰ τὴν τῆς ὄψεως κίνησιν ἰλιγγιᾶν συμβαίνει φανερὸν ἐκ πολλῶν.
各种情况都清楚地表明,眩晕是由于视觉的运动而发生的。
Οἵ τε γὰρ πλέοντες θᾶττον καὶ μᾶλλον ἰλιγγιῶσιν ὅταν ἐμβλέπωσι τοῖς κύμασι καὶ τῇ τῶν * ὅλων ἄστρων κινήσει, διὸ καὶ ἐγκαλύπτονται τοῦτʼ εὐλαβούμενοι·
航海的人在注视波浪和整个星体的运动时,会更迅速、更严重地产生眩晕,因此他们也出于防范而把头蒙起来。
καὶ οἱ τὰς αἰώρας καὶ τοὺς τροχοὺς θεωροῦντες ἢ καὶ συμπεριφέροντες τὴν ὄψιν ταχὺ σκοτοῦνται·
而那些观看秋千和车轮,或者让视线随之旋转的人,很快就会眼前发黑。
συμβαίνει γὰρ κινουμένην κύκλῳ τὴν ὄψιν κινεῖν τὰ ἐντὸς ἀνωμάλως καὶ ταράττειν.
因为被圈状移动的视觉会不均匀地移动内部事物并引起混乱。
§8Ἰλιγγιῶσι δὲ καὶ οἱ τὰ ὑψηλὰ καὶ τὰ μεγάλα καὶ ἀπότομα ἀποβλέποντες διὰ τὸ συμβαίνειν μακρὰν ἀποτεινομένην σείεσθαι καὶ κραδαίνεσθαι τὴν ὄψιν·
那些注视高大、巨大且险峻之处的人也会产生眩晕,因为会发生由于拉伸得很远而使视觉动摇和震颤的情况。
σειομένη δὲ οὕτως καὶ κινουμένη ταράττει καὶ κινεῖ τὰ ἐντός.
这样被动摇和移动的视觉就会使内部事物混乱并移动。
Ἀναβλέπουσι δʼ οὐ συμβαίνει τοῦτο διὰ τὸ μὴ ἀποτείνειν μακρὰν ἀλλʼ ἀποτέμνεσθαι ἐν τῷ φωτί.
但向上看的人不会发生这种情况,因为视线没有拉伸得很远,而是在光中被截断了。
§9Γίνεται δʼ ἴλιγγος καὶ ὅταν εἰς τὸ αὐτὸ βλέπωσι καὶ ἐπατενίζωσιν.
当人们看着同一个地方并凝视时,也会产生眩晕。
Ὃ καὶ ἐπαπορεῖται διὰ τί ποτε κινουμένης κύκλῳ τῆς ὄψεως καὶ ἠρεμούσης συμβαίνει τὸ αὐτὸ πάθος· ἄτοπον γὰρ τὸ ὑπʼ ἐναντίων.
这件事也引发了进一步的疑问:为什么在视觉圈状运动和静止时,都会发生同样的病症;因为由相反的事物引起相同的结果是奇妙的。
Αἴτιον δὲ τοῦ μὲν ἐν τῇ κυκλοφορίᾳ τὸ εἰρημένον, τοῦ δʼ ἐν τῇ ἐπιστάσει καὶ τῷ ἀτενισμῷ, διότι τὰ ἐν τῷ κινεῖσθαι σωζόμενα διίστησι καὶ ἡ στάσις·
圆周运动中的原因已如前所述,而固定视线和凝视中的原因,则是由于即使是静止,也会使那些在运动中得以保持的事物分离。
τῆς ὄψεως δὲ στάσης, ἑνὸς μοοίου, καὶ τἆλλα τὰ συνεχῆ ἐν τῷ ἐγκεφάλῳ ἵσταται·
当作为单一部分的视觉静止时,大脑中与其连续的其他事物也停止了。
διιστάμενα δὲ καὶ χωριζόμενα τὰ βαρέα καταβαρύνει καὶ ποιεῖ τὸν ἴλιγγον.
而当重物被分离和划分时,它们就会压下来并引起眩晕。
Τὰ γὰρ πεφυκότα κινεῖσθαι τήνδε τὴν κίνησιν σώζεται καὶ συμμένει διὰ ταύτην· εἰ δὲ μὴ, καθάπερ Ἡράκλειτός φησι, καὶ ὁ κυκεὼν διίσταται μὴ κινούμενος.
因为那些天生适合以这种运动来移动的事物,由于这种运动而得以保存并保持在一起;否则,正如赫拉克利特所说,混合饮料如果不移动也会分离。
§10Εἴη δʼ ἂν καὶ τῇ κυκλοφορίᾳ αὐτὸ τοῦτʼ ἀποδιδόναι· διίστησι γὰρ ἡ δίνη τά τε βαρέα καὶ κοῦφα δέον ἅμα εἶναι τὰ μὲν εἰς τὸ μέσον ἄγουσα τὰ δʼ εἰς τὸ ἔσχατον.
也可以将这完全相同的原因归结于圆周运动;因为涡流将本应在一起的重物和轻物分离开来,将一者引向中心,另一者引向边缘。
Ποιεῖ δὲ καὶ τὸ κύπτειν ἰλίγγους διὰ τοῦτο· χωρίζεται γὰρ τὰ βαρέα καὶ ἐλαφρὰ, τὰ μὲν ἄνω τὰ δὲ κάτω· δεῖ δὲ ἅμα εἶναι καθάπερ ἐλέχθη.
由于这个原因,低头也会引起眩晕;因为重物和轻物被分离开来,一者向上,另一者向下,然而正如所说,它们本应在一起。
§11Ποιεῖ δὲ καὶ ἄλλη τις ἐναντίωσις ὡς δοκεῖ, οἷον ἡ τῆς ἐνδείας καὶ σμονὴ περίττωσιν ἐποίησεν ὥστε πλήρεις γίνεσθαι τοὺς πόρους· ἀμφότερα γὰρ ταῦτα καταβαρύνει καὶ ἐφίστησι τὰς περιόδους, ὅπερ ἐστὶν ὁ ἴλιγγος· ἐπεὶ καὶ αἱ μέθαι καὶ αἱ φαρμακεῖαι καὶ ὅσα ἄλλα τούτοις παραπλήσια διὰ τοῦτο ποιεῖ τοὺς ἰλίγγους.
似乎另一种对立也会引起它,例如缺乏和饱足产生余余物,从而使通道变得充满;因为这两者都会压迫并停止循环,而这正是眩晕;因为醉酒、服药以及所有其他此类事情也是由于这个原因而引起眩晕。
§12Ὅθεν καὶ τὸ σημεῖόν τινες ἐπʼ ἀμφοῖν κοινὸν λαμβάνουσιν· ὅταν γὰρ μὴ δύνηταί τις τοὺς στρωτῆρας ἢ τὰς δοκοὺς ἀριθμεῖν, τὸν μὲν οὔπω κεκαθάρθαι τὸν δὲ μεθύειν φασίν.
因此,有些人为两者找到了一个共同的迹象;因为当有人无法数清椽子或梁木时,他们说一者还没有排毒净化,另一者则是醉了。
Ἡ ὑγρότης γὰρ ἡ ἀλλοτρία ἐμπεπτωκυῖα ποιεῖ τὴν ταραχήν· διὸ καὶ ἐφʼ ὅσων ἄλλων συμβαίνει πνεύματος ἢ ὑγρότητος γίνεσθαι πλῆθος ἢ καὶ τῶν ὑπαρχόντων διάστασιν ἀπὸ πάντων συμβαίνει τοῦτο τὸ πάθος.
因为落入其中的异质湿气引起了混乱;因此,在产生异气或湿气过剩的其他所有情况下,或者在原有成分发生分离的所有情况下,这种症状都会由所有这些原因产生。
§13Ἀνιστάμενοι δὲ μᾶλλον ἢ καθίζοντες ἰλιγγιῶσιν ὅτι ἠρεμούντων συνίσταται τὸ ὑγρὸν ἐν τῇ κεφαλῇ πλέον, ὅταν δὲ κινῶνται σφαλερὸν γίνεται καὶ εἰς ἓν μόριον ἀθρόον ἀποκλῖνον ποιεῖ τὸν ἴλιγγον.
人们站起来时比坐着时更容易眩晕,因为静止时湿气在头部聚集得更多,而当他们移动时,它变得不稳定,并突然全部倾斜向一个部位,从而引起眩晕。