§3.44Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά.
如果秋天反常地温和,春天大抵会变冷。
Ἐὰν πρωῒ χειμάζειν ἄρξηται πρωῒ παύεται καὶ ἔαρ καλὸν, ἐὰν δὲ τοὐναντίον καὶ ἔαρ ὄψιον ἔσται.
如果冬天开始得早,就会结束得早,并且春天会很美好;但如果相反,春天也会来得迟。
Ἐὰν χειμὼν ὑέτιος τὸ ἔαρ αὐχμηρὸν, ἐὰν δʼ αὐχμηρὸς ὁ χειμὼν τὸ ἔαρ καλόν.
如果冬天多雨,春天就会干旱;如果冬天干旱,春天就会很好。
Ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικὴς τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός.
如果晚夏温和,羊群大抵会遭遇饥荒。
Ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται ἥ τε ὄπωρα γίνεται καὶ τὸ μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες.
如果春天和夏天变冷,晚夏和秋天都会变得闷热且无风。
§3.45Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι χειμῶνες πολλοὶ σφόδρα γίνονται.
如果冬青栎结出丰硕的果实,就会出现非常严酷的冬天。
Ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε "Γλαῦχʼ ὅρα·
如果山顶上有一朵直立的云,预示着冬天;因此阿基洛科斯也写道:“看啊,格劳科斯!
βαθὺς γὰρ ἤδη κύμασι ταράσσεται Πόντος ἀμφὶ δʼ ἄκρα γυροῦν ὀρθὸν ἵσταται νέφος Σῆμα χειμῶνος.
深海已因波涛而翻滚,山顶周围伫立着一朵直立且弯曲的云,那是暴风雨的征兆。
"Ἐὰν δʼ ὁμόχρων ᾖ ὑμένι λευκῷ χειμέριον.
”如果它与白色的膜颜色相同,预示着寒冬。
Ὅταν ἑστώτων νεφῶν ἕτερα ἐπιφέρηται τὰ δʼ ἠρεμῇ χειμέρια.
当一部分云保持静止,而另一部分云被传送,且前者依然静止时,预示着寒冬。
§3.46̔Ὁ ἥλιος ἐὰν χειμῶνος διαλάμψας πάλιν ἀποκρυφθῇ καὶ τοῦτο ποιήσῃ δὶς ἢ τρὶς ἡμέρα χειμέριος δίεισιν.
如果太阳在冬天时闪现又再次藏起,并且重复两三次,这一天将会在寒冬中度过。
Ὁ τοῦ Ἑρμοῦ ἀστὴρ χειμῶνος μὲν φαινόμενος ψύχη σημαίνει θέρους δὲ καῦμα.
水星在冬天出现预示着寒冷,在夏天出现则预示着酷暑。
Ὅταν μέλιτται μὴ ἀποπέτωνται μακρὰν ἀλλʼ αὐτοῦ ἐν τῇ εὐδίᾳ πέτωνται χειμῶνα ἐσόμενον σημαίνει.
当蜜蜂不往远飞,而是在晴天时于当地飞翔,预示着冬天即将来临。
Λύκος ὠρυόμενος χειμῶνα σημαίνει διὰ τριῶν ἡμερῶν.
狼嚎预示着三天内会有暴风雨。
Λύκος ὅταν πρὸς τὰ ἔργα ὁρμᾷ ἢ εἴσω χειμώνος ὥρᾳ χειμῶνα σημαίνει εὐθύς.
当狼在冬天奔向耕作地或进入其内部时,预示着立即会有暴风雨。
§3.47Ἔστι δὲ σημεῖον χειμώνων μεγάλων καὶ ὄμβρων καὶ ὅταν γένωνται ἐν τῷ μετοπώρῳ πολλοὶ σφῆκες καὶ ὅταν ὄρνιθες λευκοὶ πρὸς τὰ ἐργάσιμα πλησιάζωσι καὶ ὅλως τὰ ἄγρια θηρία ἐὰν πρὸς τὰ ἐργάσιμα βόρειον καὶ χειμῶνος μέγεθος σημαίνει.
严冬和暴雨的征兆还包括秋天出现许多黄蜂,以及白色的鸟类接近耕作地;一般来说,如果野兽接近耕作地,预示着北风和严冬。
Τῆς Πάρνηθος ἐὰν τὰ πρὸς ζέφυρον ἄνεμον καὶ τὰ πρὸς Φύλης φράττηται νέφεσι βορείων ὄντων χειμέριον τὸ σημεῖον.
如果当北风吹拂时,帕尔内斯山西风方向和菲莱方向的部分被云雾阻挡,这一征兆预示着寒冬。
§3.48Ὅταν πνίγη γίνηται ἰσχυρὰ ὡς τὰ πολλὰ ἀνταποδίδωσι καὶ γίνεται χειμὼν ἰσχυρός.
当出现强烈的闷热时,大抵会有报应,并出现严酷的冬天。
Ἐὰν ὕδατα ἐαρινὰ πολλὰ γένηται, καύματα ἰσχυρὰ ἐν τοῖς πεδινοῖς καὶ κοίλοις γίνεται.
如果春天雨水多,平原和洼地就会出现酷暑。
Δεῖ οὖν τὴν ἀρχὴν ὁρᾷν.
因此必须观察开始。
Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν γίνηται σφόδρα τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται ψυχρόν· ἐὰν δὲ τὸ ἔαρ ὄψιον γένηται καὶ ψυχρὸν ἡ ὄπωρα ὀψία γίνεται καὶ τὸ μετόπωρον ὡς τὰ πολλὰ πνιγηρόν.
如果秋天非常温和,春天大抵会变冷;如果春天迟到且寒冷,晚夏就会推迟,秋天大抵会变得闷热。
§3.49Οἱ πρῖνοι ὅταν εὐκαρπῶσι σφόδρα, ὡς μὲν τὰ πολλὰ χειμῶνα ἰσχυρὸν σημαίνουσιν, ἐνίοτε δὲ καὶ αὐχμούς φασι γίνεσθαι.
当冬青栎结出丰硕果实的时候,大抵预示着严寒的冬天,但据说有时也会发生干旱。
Καὶ ἐάν τις σκολόπακα λαβὼν ὑποπάσας ἄργιλον εἰς πιθάκνην θῇ σημαίνει ταῖς φωναῖς αἷς ἀφίησιν ἄνεμον καὶ εὐδίαν.
如果有人抓住一只山鹬,在其身下铺上黏土并放进小陶罐中,它便会通过发出的叫声来预示风和晴天。
Καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον ὅταν μῦες περὶ φορυτοῦ μάχωνται καὶ φέρωσιν.
此外,到处传颂的通用寒冬征兆是,当老鼠为了秸秆草屑而争斗并搬运它们时。