§2.1CAP. I. Τῶν ἐν τῇ γῇ συνισταμένων τά μεν ἐστιν ὕδατος τὰ δὲ γῆς.
CAP. I. 在地中形成的物质中,有些是由水构成的,有些是由土构成的。
ὕδατος μὲν τὰ μεταλλευόμενα καθάπερ ἄργυρος καὶ χρυσὸς καὶ τἆλλα, γῆς δὲ λίθος τε καὶ ὅσα λίθων εἴδη περιττότερα καὶ εἴ τινες δὴ τῆς γῆς αὐτῆς ἰδιώτεραι φύσεις εἰσὶν ἢ χρώμασιν ἢ λειότησιν ἢ πυκνότησιν ἢ ἄλλῃ τινὶ δυνάμει.
由水构成的是那些开采出来的矿物,如金、银及其他;由土构成的是石,以及更奇特(优秀)的石类,以及在颜色、光滑度、密度或某种其他能力上,土本身若确实有任何更特殊的性质。
περὶ μὲν οὑν τῶν μεταλλευομένων ἐν ἄλλοις τεθεώρηται περὶ δὲ τούτων (λίθων?) νῦν λέγωμεν.
关于开采出来的矿物,已在其他著作中进行了考察,而关于这些,我们现在且来谈谈。
ἅπόντα οὖν ταῦτα χρὴ νομίζειν ὡς ἀπλῶς εἰπεῖν ἐκ καθαρὰς τινος συνεστάναι καὶ ὁμαλῆς ὕλης, εἴτε συρροῆς εἴτε διηθήσεως τινος γενομένης, εἴτε ὡς ἀνωτέρω εἴρηται καὶ κατʼ ἄλλον τρόπον ἐκκεκριμένης· τάχα γὰρ ἐνδέχεται τὰ μὲν οὕτως τὰ δʼ ἐκείνως τὰ δʼ ἄλλως.
因此,我们必须认为,简而言之,所有这些都是由某种纯净且均匀的物质构成的,或是由于某种流入,或是由于某种过滤,或者如上所述,以另一种方式分离出来的;因为也许有些是以这种方式形成,有些是以那种方式,有些则是以其他方式。
ἀφʼ ὧν δὴ καὶ τὸ λεῖον καὶ τὸ πυκνὸν καὶ τὸ στιλπνὸν καὶ διαφανὲς καὶ τἆλλα τὰ τοιαῦτα ἔχουσι, καὶ ὅσῳ ἄν ὁμαλέστερον καὶ καθαρώτερον ἕκαστον τοσούτῳ καὶ ταῦτα μᾶλλον ὑπάρχει.
它们正是从这些物质中获得了光滑、致密、光泽、透明以及其他类似的品质;并且每个越是均匀和纯净,这些品质就越是具备。
τὸ γὰρ ὅλον ὡς ἂν ἀκριβείας ἔχῃ τὰ κατὰ τὴν σύστασιν ἢ πῆξιν οὕτως ἀκολουθεῖ καὶ τὰ ἀπʼ ἐκείνων.
因为总的来说,其构成或凝固的精确度如何,其所产生的性质也就同样如何。
ἡ δὲ πῆξις τοῖς μὲν ἀπὸ θερμοῦ τοῖς δʼ ἀπὸ ψυχροῦ γίνεται.
凝固在一些物质中是由热引起的,而在另一些中是由冷引起的。
κωλύει γὰρ ἴσως οὐδὲν ἔνια γένη λίθων ὑφʼ ἑκατέρων συνίστασθαι τούτων.
因为也许没有任何东西可以阻止某些石类由这两者共同形成。
ἐπεὶ τά γε τῆς γῆς ἅπαντα δόξειεν ἂν ὑπὸ πυρός· ἐπείπερ τοῖς ἐναντίοις ἑκάστων ἡ πῆξις καὶ ἡ τῆξις.
既然属于土的一切物质似乎都是因火而凝固的,因为对于每种物质来说,凝固和熔化都是由相反的力量引起的。
ἰδιότητες δὲ πλείους εἰσὶν ἐν τοῖς λίθοις· ἐν μὲν γὰρ τῇ γῇ χρώμασί τε καὶ γλισχρότητι καὶ λειότητι καὶ πυκνότητι καὶ τοῖς τοιούτοις αἱ πολλαὶ διαφοραὶ κατὰ δὲ τὰ ἄλλα σπάνιοι.
但是在石头中存在更多的特性;因为在土中,许多差异在于颜色、粘性、光滑、致密和类似性质,但在其他方面则是罕见的。
τοῖς δὲ λίθοις αὗταί τε καὶ πρὸς ταύταις αἱ κατὰ τὰς δυνάμεις τοῦ τε ποιεῖν ἢ πάσχειν ἢ τοῦ μὴ πάσχειν.
然而在石头中,不仅有这些,而且在此之外,还有关于它们产生作用、接受作用或不接受作用的能力的差异。
τηκτοὶ γὰρ οἱ δʼ ἄτηκτοι, καὶ καυστοὶ οἱ δʼ ἄκαυστοι, καὶ ἄλλα τούτοις ὅμοια.
因为有些是可熔的,有些是不可熔的,有些是可燃的,有些是不可燃的,以及其他与此类似的性质。
καὶ ἐν αὐτῇ τῇ καύσει καὶ πυρώσει πλείους ἔχοντες διαφοράς.
并且在燃烧和加热本身中,它们有着更多的差异。
ἔνιοι δὲ τοῖς χρώμασιν ἐξομοιοῦν λέγονται δυνάμενοι τὸ ὕδωρ ὥσπερ ἡ σμάραγδος, οἱ δʼ ὅλως ἀπολιθοῦν τὰ τιθέμενα εἰς ἑαυτοὺς, ἕτεροι δὲ ὁλκήν τινα ποιεῖν, οἱ δὲ βασανίζειν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ὥσπερ ἥ τε καλουμένη λίθος ἡρακλεία καὶ ἡ λυδή.
有的石头据称能够使水同化为它们自己的颜色,如祖母绿;有的则能使放入其中的东西完全石化;有的则能产生某种吸引力;有的则能检验金和银,如所谓的赫拉克勒斯石和吕底亚石。
θαυμασιωτάτη δὲ καὶ μεγίστη δύναμις, εἴπερ ἀληθὲς, ἡ τῶν τικτόντων· γνωριμωτέρα δὲ καὶ ἐν πλείοσι κατὰ τὰς ἐργασίας·
而最奇妙且最大的能力,如果是真的话,是那些能生育的石头的力量;但在加工方面,有关其制作的能力更为人所知,且存在于更多的石类中。
γλυπτοὶ γὰρ ἔνιοι καὶ τορνευτοὶ καὶ πριστοὶ, τῶν δὲ οὐδὲ ὅλως ἅπτεται σιδήριον, ἐνίων δὲ κακῶς καὶ μόλις.
因为有些是可以雕刻的,有些是可以用车床车削的,有些是用锯子锯开的,而有的则完全不为铁器所动,有的则极难且勉强才能加工。
εἰσὶ δὲ πλείους καὶ ἄλλαι παρὰ ταύτας διαφοραί.
在这些之外,还有许多其他差异。
αἱ μὲν οὖν κατὰ τὰ χρώματα καὶ τὰς σκληρότητας καὶ μαλακότητας καὶ λειότητας καὶ τἆλλα τὰ τοισῦτα διὰ τὸ περιττὸν πλείοσιν ὑπάρχουσι καὶ ἐνίοις γε κατὰ τόπον ὅλον.
因此,那些根据颜色、硬度、软度、光滑度及其他类似品质的差异,由于其超群的丰富性而存在于许多石头中,甚至在某些地方存在于整个地区。
ἐξ ὧν δὴ καὶ διωνομασμέναι λιθοτομίαι Παρίων τε καὶ Πεντελικῶν καὶ Χίων τε καὶ Θηβαϊκῶν, καὶ ὡς ὁ περὶ Αἴγυπτον ἐν Θήβαις ἀλαβατρίτης — καὶ γὰρ οὗτος μέγας τέμνεται —, καὶ ὁ τῷ ἐλέφαντι ὅμοιος ὁ χερνίτης καλούμενος, ἐν ᾗ πυέλῳ φασὶ καὶ Δαρεῖον κεῖσθαι.
由此,巴罗斯、彭特利孔、希奥斯和底比斯的采石场闻名遐迩,埃及底比斯附近的花膏石也是如此——因为这也是开采出巨大块状的——以及与象牙相似、被称为赫尼特斯(chernites)的石头,据说大流士也安卧在由这种石头制成的棺木中。
καὶ ὁ πόρος ὅμοιος τῷ χρώματι καὶ τῇ πυκνότητι τῷ παρίῳ τὴν δὲ κουφότητα μόνον ἔχων τοῦ πόρου, διὸ καὶ ἐν τοῖς σπουδαζομένοις οἰκήμασιν ὥσπερ διάζωμα τιθέασιν αὐτὸν οἱ Αἰγύπτιοι.
而多孔石在颜色和密度上类似于巴罗斯大理石,仅具有多孔石特有的轻盈,因此埃及人在他们重视的建筑中将其用作檐壁。
καὶ μέλας αὐτόθι διαφανὴς ὅμοιος τῷ χίῳ, καὶ παῤ ἄλλοις δὲ ἕτεροι πλείους.
那里还有一种透明的黑色石头,类似于希奥斯石,在其他地方还有许多其他不同的石头。
αἱ μὲν οὖν τοιαῦται διαφοραὶ καθάπερ ἐλέχθη κοινότεραι πλείοσιν, αἱ δὲ κατὰ τὰς δυνάμεις τὰς προειρημένας οὐκέτι τόποις ὅλοις ὑπάρχουσιν οὐδὲ συνεχείαις λίθων οὐδὲ μεγέθεσιν.
因此,正如所说的,此类差异在许多石头中较为普遍,但根据上述能力的差异,则不再属于整个地区,也不属于连续的石脉,或巨大的体积。
ἔνιοι δὲ καὶ σπάνιοι πάμπαν εἰσὶ καὶ σμικροὶ καθάπερ ἥ τε σμάραγδος καὶ τὸ σάρδιον καὶ ὁ ἄνθραξ καὶ ἡ σάπφειρος καὶ σχεδὸν. . . λόγον εἰς τὰ σφραγί δια γλυπτῶν.
有些石头确实完全稀有且微小,如祖母绿、红玛瑙、红宝石、蓝宝石,且几乎……与雕刻印章的比例(用途)有关。
οἱ δὲ καὶ ἐν ἑτέροις εὑρίσκονται διακοπτομένοις.
而其他的则是在其他石头被劈开时发现于其内部。
ὀλίγοι δὲ καὶ οἱ περὶ τὴν πύρωσιν καὶ καῦσιν, ὑπὲρ ὧν δὴ καὶ πρῶτον ἴσως λεκτέον τίνας καὶ πόσας ἔχουσι διαφοράς.
关于加热和燃烧的石头也很少,关于这些,我们或许应该首先谈谈它们具有哪些以及多少种差异。