§4.50IV. Εὐδίας δὲ σημεῖα τάδε.
IV. 晴天の兆候は以下の通りである。
ἥλιος μὲν ἀνιὼν λαμπρὸς καὶ μὴ καυματίας καὶ μὴ ἔχων σημεῖον μηδὲν ἐν ἑαυτῷ εὐδίαν σημαίνει.
上昇する太陽が輝かしく、焼けつくようではなく、太陽自体に何の兆候もないなら、晴天を知らせる。
ὡς δ᾿ αὕτως σελήνη πανσελήνῳ.
満月の月も同様である。
καὶ δυόμενος ἥλιος χειμῶνος εἰς καθαρὸν εὐδιεινός, ἐὰν μὴ ταῖς προτέραις ἡμέραις εἰς μὴ καθαρὸν δεδυκὼς ἐξ εὐδιῶν·
また、冬に沈む太陽が澄んだ空に沈むなら、晴天をもたらす。 ただし、それ以前の数日間に、晴天から澄んでいない空に沈んでいたのでなければ。
οὕτω δὲ ἄδηλον.
そのように沈んだ場合は(兆候は)不明確である。
καὶ ἐὰν χειμάζοντος ἡ δύσις γένηται εἰς καθαρόν, εὐδιεινόν·
また、嵐のときに沈むのが澄んだ空へであるなら、晴天をもたらす。
καὶ ἐὰν δύνων χειμῶνος ὠχρὸς ᾖ, εὐδίαν σημαίνει.
また、冬に沈む太陽が青白いなら、晴天を知らせる。
§4.51Καὶ ὁ μεὶς ἐὰν τριταῖος ὢν λαμπρὸς ᾖ, εὐδιεινόν.
また、新月から三日目の月が輝いているなら、晴天をもたらす。
καὶ ἡ τοῦ ὄνου Φάτνη ὅτε ἂν καθαρὰ καὶ λαμπρὰ φαίνηται, εὐδιεινόν.
また、ロバの『飼い葉桶』が澄んで輝いて見えるときは、晴天をもたらす。
ἅλως δὲ ἐὰν ὁμαλῶς παγῇ καὶ μαρανθῇ, εὐδίαν σημαίνει.
また、光輪が均等に固まり、そして消え去るなら、晴天を知らせる。
αἱ κηλάδες νεφέλαι χειμῶνος εὐδιειναί.
冬の斑点状の雲(まだら雲)は、晴天をもたらす。
Ὄλυμπος δὲ καὶ Ἄθως καὶ ὅλως τὰ ὄρη τὰ σημαντικὰ ὅταν τὰς κορυφὰς καθαρὰς ἔχωσιν, εὐδίαν σημαίνει.
また、オリンポス山やアトス山、そして一般に(天候の)兆候を示す山々が、その山頂を澄んだ状態にしているときは、晴天を知らせる。
καὶ ὅταν τὰ νέφη πρὸς τὴν θάλασσαν αὐτὴν παραζωννύῃ, εὐδιεινόν.
また、雲が海そのものの近くに帯状にたなびいているときは、晴天をもたらす。
καὶ ὅταν ὕσαντος πρὸς δυσμὰς χαλκῶδες τὰ νέφη χρῶμα ἔχῃ· εὐδία γὰρ ὡς τὰ πολλὰ τῇ ὑστεραίᾳ.
また、雨が降った後に、西の方の雲が青銅色をしているときは、翌日はたいてい晴天になる。
§4.52Ὅταν δὲ ὁμίχλη γένηται, ὕδωρ οὐ γίνεται ἢ ἔλαττον.
また、霧が発生するときは、雨は降らないか、あるいは極めて少ない。
ὅταν γέρανοι πέτωνται καὶ μὴ ἀνακάμπτωσιν, εὐδίαν σημαίνει·
鶴が飛んでいて、引き返さないときは、晴天を知らせる。
οὐ γὰρ πέτονται πρὶν ἢ ἂν πετόμενοι καθαρὰ ἴδωσι.
なぜなら、彼らは飛ぶにあたって澄んだ空を見るまでは飛ばないからである。
γλαῦξ ἡσυχαῖον φθεγγομένη ἐν χειμῶνι εὐδίαν προσημαίνει·
冬にコノハズクが静かに鳴くなら、晴天をあらかじめ知らせる。
καὶ νύκτωρ χειμῶνος ἡσυχαῖον ᾄδουσα.
また冬の夜に静かに歌うのもそうである。
θαλαττία δὲ γλαῦξ ᾄδουσα χειμῶνος μὲν εὐδίαν σημαίνει, εὐδίας δὲ χειμῶνα.
また、ウミウガラス(海フクロウ)が歌う場合、冬には晴天を知らせ、晴天のときには悪天候(冬)を知らせる。
καὶ κόραξ δὲ μόνος μὲν ἡσυχαῖον κράζων, καὶ ἐὰν τρὶς κράξῃ μετὰ τοῦτο πολλάκις κράξῃ, εὐδιεινός.
また、ワタリガラスが単独で静かに鳴き、さらに三度鳴いた後に何度も鳴くなら、晴天をもたらす。
§4.53Καὶ κορώνη ἕωθεν εὐθὺς ἐὰν κράξῃ τρίς, εὐδίαν σημαίνει, καὶ ἑσπέρας χειμῶνος ἡσυχαῖον ᾄδουσα.
また、カラスが朝早くただちに三度鳴くなら、晴天を知らせる。 また冬の夕方に静かに鳴くのもそうである。
καὶ ὄρχιλος ἐξ ὀπῆς ἐκπετόμενος καὶ ἐξ ἑρκίων καὶ ἐξ οἰκίας ἔξωθεν εὐδίαν σημαίνει.
また、ミソサザイが穴から、あるいは生垣から、あるいは家の外から飛び出すなら、晴天を知らせる。
καὶ ἐὰν χειμῶνος βορεύοντος βορρᾶθεν ὑπόλαμψις γένηται λευκή, νοτόθεν δὲ ἐναντία τεταγμένη ᾖ νεφέλη ὀγκώδης, ὡς ἐπὶ τὸ πολὺ εἰς εὐδίαν σημαίνει μεταβολήν.
また、北風が吹く冬に、北の方から白い輝きが生じ、一方で南の方にはこれと向かい合うようにして膨らんだ雲が位置しているなら、たいていは晴天への変化を知らせる。
καὶ ὅταν βορέας νεφέλας πολλὰς κινῇ ἐκπνέων μέγας, εὐδίαν σημαίνει.
また、北風が強く吹きながら多くの雲を動かすときは、晴天を知らせる。
§4.54Πρόβατα ὀψὲ ὀχευόμενα εὐδιεινὸν ἀποτελοῦσι τὸ σημεῖον.
羊たちが遅い時期に交尾するなら、それは晴天の兆候となる。
καὶ βοῦς ἐπὶ τὸ ἀρίστερον ἰσχίον κατακλινόμενος εὐδίαν σημαίνει·
また、牛が左の腰を下にして横たわるなら、晴天を知らせる。
καὶ κύων ὡσαύτως·
犬も同様である。
ἐπὶ δεξιὸν δὲ χειμῶνα.
しかし、右の腰を下にするなら、悪天候を知らせる。
τέττιγες πολλοὶ γινόμενοι νοσῶδες τὸ ἔτος σημαίνουσι.
セミが多く発生するなら、その年が病気がちであることを知らせる。
λύχνος χειμῶνος καιόμενος ἡσυχαῖος εὐδίαν σημαίνει.
冬に灯火が静かにともっているなら、晴天を知らせる。
καὶ ἐὰν ἐπ᾿ ἄκρῳ οἷον κέγχρους ἔχῃ λαμπράς· καὶ ἐὰν ἐν κύκλῳ τὴν μύξαν περιγράφῃ λαμπρὰ γραμμή.
また、その芯の先端にキビの粒のような輝くものがあるなら、そして、灯心の周りを輝く線が円を描くように取り囲むなら(、晴天を知らせる)。
§4.55Ὁ τῆς σχίνου καρπὸς σημαίνει τοὺς ἀρότους·
マスティックの木(レンティスクス)の実は、耕作の適期を知らせる。
ἔχει δὲ τρία μέρη καὶ ἔστιν ὁ πρῶτος τοῦ πρώτου ἀρότου σημεῖον, ὁ δεύτερος τοῦ δευτέρου, ὁ τρίτος τοῦ τρίτου·
それには3つの部分があり、最初の部分は最初の耕作の、第2の部分は第2の、第3の部分は第3の耕作の兆候である。
καὶ ὡς ἂν τούτων ἐκβαίνῃ κάλλιστα καὶ γένηται ἁδρότατος, οὕτως ἕξει καὶ ὁ κατὰ τοῦτον ἄροτος.
そして、これらのうちで最も見事に実り、最も豊かになった部分のように、その時期に対応する耕作もまた、そのような結果になるであろう。
§4.56Λέγεται δὲ καὶ τοιάδε σημεῖα ὅλων τε τῶν ἐνιαυτῶν γίνεσθαι καὶ τῶν μορίων.
また、年全体や、あるいはその部分(季節)についても、次のような兆候が現れると言われている。
ἐὰν ἀρχομένου τοῦ χειμῶνος ζόφος ᾖ καὶ καύματα γίνηται καὶ ταῦτα ἄνευ ὕδατος ὑπ᾿ ἀνέμων διαλυθῇ, πρὸς τὸ ἔαρ σημαίνει χάλαζαν ἐσομένην.
冬の始まりに暗霧が生じ、また暑さがあり、これらが雨を伴わずに風によって霧散するなら、春に向かって雹が降ることを知らせる。
καὶ ἐὰν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν ὀμίχλαι πίπτωσι, πνεύματα καὶ ἀνέμους σημαίνουσιν εἰς ἕβδομον μῆνα ἀμφοτέρων ἀριθμουμένων.
また、春分の後に霧が降りるなら、両方の月を数に入れて7ヶ月目に向けて、そよ風や強風を知らせる。
ὅσαι μὲν ἅμα μηνοειδεῖ τῇ σελήνῃ πίπτουσιν, αὗται μὲν πνεύματα σημαίνουσιν εἰς ἐκεῖνον τὸν χρόνον, ὅσαι δ᾿ ἀμφικύρτου οὔσης τῆς σελήνης ὕδατα.
三日月のときに降りる霧は、その時期に向けて風を知らせ、一方で月が凸月のときに降りる霧は雨を知らせる。
καὶ ὅσῳ ἂν μᾶλλον ἐφ᾿ ἑκατέρῳ τῷ σχήματι ὀμίχλαι πίπτωσι, μᾶλλον τὰ εἰρημένα σημαίνει.
そして、これら二つの(月の)形のそれぞれにおいて、霧が降るのが多ければ多いほど、それだけ強く上述のことを知らせる。
§4.57Σημαίνει δὲ καὶ τὰ πνεύματα ἅμα ταῖς ὀμίχλαις ἐπιπιπτούσαις γινόμενα·
また、霧が降りると同時に生じる風も(天候を)知らせる。
καὶ ἐὰν μὲν ἀπ᾿ ἠοῦς καὶ μεσημβρίας γίνηται τὰ πνεύματα, ὕδατα σημαίνει·
そして、もし東や南から風が生じるなら、雨を知らせる。
ἐὰν δ᾿ ἀφ᾿ ἑσπέρας καὶ ἀπὸ τῆς ἄρκτου πνεύματα καὶ ψύχη.
しかし、もし西や北からなら、風と寒さを知らせる。
οὓς δὲ κομήτας Αἰγύπτιοι λέγουσιν οὐ μόνον τὰ προειρημένα σημαίνουσιν ὅταν φαίνωνται ἀλλὰ καὶ ψύχη·
エジプト人がコメーテース(彗星)と呼ぶものは、それが現れるとき、上述のことを知らせるだけでなく、寒さも知らせる。
ἐπὶ δὲ τοῖς ἄστροις εἴωθεν ὡς ἐπὶ τὸ πολὺ σημαίνειν καὶ ταῖς ἰσημερίαις καὶ τροπαῖς, οὐκ ἐπ᾿ αὐταῖς ἀλλ᾿ ἢ πρὸ αὐτῶν ἢ ὕστερον μικρῷ.
また、天体や二分二至においても、たいてい兆候を示すが、それらの当日そのものではなく、それらの前か、あるいは少し後である。